📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 希臘教父 › 巴拿巴書

巴拿巴書 第 3 章

希臘文原文.6 節.部分字詞可點開查義

← 第 2 章第 4 章 →
3:1
Λέγει οὖν πάλιν περὶ τούτων πρὸς αὐτούς: Ἱνατί μοι νηστεύετε, λέγει κύριος, ὡς σήμερον ἀκουσθῆναι ἐν κραυγῇ τὴν φωνὴν ὑμῶν; οὐ ταύτην τὴν νηστείαν ἐγὼ ἐξελεξάμην, λέγει κύριος, οὐκ ἄνθρωπον ταπεινοῦντα τὴν ψυχὴν αὐτοῦ
論到這些事祂又對他們說:「耶和華說,你們向我禁食,叫你們的聲音今日在哀號中得蒙垂聽,這有何用?這不是我所揀選的禁食──不是叫人苦待己心,
He says again, then, concerning these things to them: "Why do you fast to me, says the Lord, so that today your voice is heard in crying? This is not the fast I have chosen, says the Lord, nor a man humbling his soul;
3:2
οὐδ̓ ἂν κάμψητε ὡς κρίκον τὸν τράχηλον ὑμῶν καὶ σάκκον ἐνδύσησθε καὶ σποδὸν ὑποστρώσητε, οὐδ̓ οὕτως καλέσετε νηστείαν δεκτήν
也不是叫你像蒲草一樣低下你的頸項,披上麻布,鋪上灰塵;如此你也不能稱為蒙悅納的禁食。」
nor though you bow your neck like a ring and clothe yourself in sackcloth and spread ashes beneath you, not even so will you call it an acceptable fast."
3:3
πρὸς ἡμᾶς δὲ λέγει: Ἰδοὺ αὕτη νηστεία, ἣν ἐγὼ ἐξελεξάμην, λέγει κύριος: λύε πάντα σύνδεσμον ἀδικίας, διάλυε στραγγαλιὰς βιαίων συναλλαγμάτων, ἀπόστελλε τεθραυσμένους ἐν ἀφέσει καὶ πᾶσαν ἄδικον συγγραφὴν διάσπα. διάθρυπτε πεινῶσιν τὸν ἄρτον σου, καὶ γυμνὸν ἐὰν ἴδῃς περίβαλε: ἀστέγους εἴσαγε εἰς τὸν οἶκον σου, καὶ ἐὰν ἴδῃς ταπεινόν, οὐχ ὑπερόψῃ αὐτόν, οὐδὲ ἀπὸ τῶν οἰκείων τοῦ σπέρματός σου
祂卻向我們說:「耶和華說,看哪,這才是我所揀選的禁食:要解開不義的繩索,解下強橫交易的捆綁,使受欺壓的得自由,撕碎一切不公的契約。把你的餅分給飢餓的人,見赤身的給他衣穿;領無家可歸的進你的屋,見窮乏的不可掩面不顧,也不可不顧你骨肉之親。
But to us He says: "Behold, this is the fast that I have chosen, says the Lord: loose every bond of injustice, undo the knots of violent dealings, send away the bruised in forgiveness, and tear up every unjust agreement. Break your bread to the hungry, and if you see one naked, clothe him; bring the homeless into your house, and if you see one lowly, do not despise him, nor those of the household of your own seed.
3:4
τότε ῥαγήσεται πρώϊμον τὸ φῶς σου, καὶ τὰ ἱμάτιά σου ταχέως ἀνατελεῖ, καὶ προπορεύσεται ἔμπροσθέν σου δικαιοσύνη, καὶ δόξα τοῦ θεοῦ περιστελεῖ σε
這樣,你的光就必如清晨發現,你的醫治必速速興起,你的公義必在你前面行,神的榮耀必作你的後盾。
Then shall your light break forth as the dawn, and your healing shall speedily spring up, and righteousness shall go before you, and the glory of God shall surround you.
3:5
τότε βοήσεις, καὶ θεὸς ἐπακούσεταί σου, ἔτι λαλοῦντός σου ἐρεῖ: Ἰδοὺ πάρειμι: ἐὰν ἀφέλῃς ἀπὸ σοῦ σύνδεσμον καὶ χειροτονίαν καὶ ῥῆμα γογγυσμοῦ, καὶ δῷς πεινῶντι τὸν ἄρτον σου ἐκ ψυχῆς σου καὶ ψυχὴν τεταπεινωμένην ἐλεήσῃς
那時你呼求,神必應允你;你還說話的時候,祂必說:看哪,我在這裡。你若從你中間除掉那捆綁,並伸指責人的事和怨言,又從你心裡把你的餅給飢餓的人,憐恤困苦的人。」
Then you shall cry, and God will hearken to you; while you are still speaking He will say: Behold, I am here; if you put away from yourself the bond and the pointing of the finger and the word of murmuring, and give your bread from your soul to the hungry and pity the afflicted soul."
3:6
εἰς τοῦτο οὖν, ἀδελφοί, μακρόθυμος προβλέψας, ὡς ἐν ἀκεραιοσύνῃ πιστεύσει λαός, ὃν ἡτοίμασεν ἐν τῷ ἠγαπημένῳ αὐτοῦ, προεφανέρωσεν ἡμῖν περὶ πάντων, ἵνα μὴ προσρησσώμεθα ὡς ἐπήλυτοι τῷ ἐκείνων νόμῳ
弟兄們,那忍耐的主豫先看見祂在祂所愛者裡所豫備的子民必要以純全的心相信,便將一切豫先指示我們,免得我們像歸化的人一樣,撞在他們的律法上。
To this end, then, brothers, the longsuffering One, foreseeing how the people whom He prepared in His Beloved would believe in singleness of heart, revealed all things to us beforehand, that we might not dash ourselves, like proselytes, against their law.
← 第 2 章第 4 章 →
123456789101112131415161718192021