📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 羅馬書講道集

羅馬書講道集 第 2 章 第 2/2 段

希臘文原文.43 節.部分字詞可點開查義.本章太長已分段,此段為 2:240–2:282(全章共 282 節)

← 第 1 章第 3 章 →
← 上一段
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
2:240
ἐπεὶ καὶ ἐπὶ τῶν φωτιζομένων ( ἴστε δὲ οἱ μύσται τὸ λεγόμενον) πάντες μὲν ἐπὶ τὸ βάπτισμα τρέχουσιν, οὐ πάντες δὲ ἐν τῇ αὐτῇ ὥρᾳ, ἀλλ' ὁ μὲν πρῶτος, ὁ δὲ δεύτερος·
因為就連那些受光照(受洗)的人也是這樣(你們已受奧祕之禮的人知道所指的是什麼)——眾人固然都奔向洗禮,卻不都在同一時辰,乃是這人在先,那人在後;
since even in the case of those being enlightened (and you initiates know what is meant), all indeed run to baptism, but not all at the same hour, but one first and another second;
2:241
οὐ μὴν ὁ πρῶτος τοῦ δευτέρου πλέον λαμβάνει, οὐδὲ ἐκεῖνος τοῦ μετ' αὐτὸν, ἀλλὰ τῶν αὐτῶν ἅπαντες ἀπολαύουσι
然而在先的並不比在後的領受得多,那人也不比他後面的領受得多,乃是眾人都同享那同樣的恩典。
yet the first does not receive more than the second, nor that one more than the one after him, but all enjoy the same things.
2:242
Τὸ τοίνυν, πρῶτος, ἐνταῦθα ῥήματός ἐστι τιμὴ, οὐ χάριτος πλεονασμός
所以「居先」這詞在這裡乃是言辭上的尊榮,並非恩典的加增。
Therefore the word 'first' is here an honor of expression, not an abundance of grace.
2:243
Εἶτα εἰπὼν, Εἰς σωτηρίαν, πάλιν αὔξει τὴν δωρεὰν, δεικνὺς οὐκ ἄχρι τοῦ παρόντος ἱσταμένην, ἀλλὰ περαιτέρω προϊοῦσαν·
接著,他說了「要人得救」之後,又再一次高舉這恩賜,指明它並不停留在現今,乃是進一步向前伸展;
Then, having said, 'unto salvation,' he again magnifies the gift, showing that it does not stand still at the present time, but goes on further beyond;
2:244
τοῦτο γὰρ ἐδήλωσεν εἰπών·
因為這正是他接下來所說之話要顯明的:
for this is what he made plain when he said:
2:245
Δικαιοσύνη γὰρ Θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται ἐκ πίστεως εἰς πίστιν, καθὼς γέγραπται·
因為神的義正在其中顯明出來,這義是本於信,以至於信,如經上所記:
For therein is the righteousness of God revealed from faith to faith, as it is written:
2:246
Ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται
義人必因信得生。
But the just shall live by faith.
2:247
Ὁ γοῦν γενόμενος δίκαιος, οὐ κατὰ τὸν παρόντα βίον μόνον, ἀλλὰ καὶ κατὰ τὸν μέλλοντα ζήσεται
所以,那已成為義人的,不僅要按現今的生命而活,也要按將來的生命而活。
He, then, who has become just shall live, not according to the present life only, but also according to the life to come.
2:248
Οὐ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ ἕτερον αἰνίττεται μετὰ τούτου, τὸ λαμπρὸν καὶ περιφανὲς τῆς τοιαύτης ζωῆς
不僅如此,他還藉此暗示另一件事,就是這樣一種生命所具有的光明與顯赫。
And not this alone, but along with it he hints also at something further, namely the brightness and conspicuous splendour of such a life.
2:249
Ἐπειδὴ γὰρ ἔστι καὶ μετὰ αἰσχύνης σωθῆναι ( ὥσπερ οὖν πολλοὶ τῶν ἀπὸ φιλανθρωπίας βασιλικῆς ἀπαλλαττομένων κολάσεως σώζονται), ἵνα μὴ ὑποπτεύσῃ τοῦτό τις σωτηρίαν ἀκούσας, προσέθηκε, Καὶ δικαιοσύνην, καὶ δικαιοσύνην οὐ σὴν, ἀλλὰ Θεοῦ, καὶ τὸ δαψιλὲς αὐτῆς καὶ τὸ εὔκολον αἰνιττόμενος
因為人得救有時是帶著羞恥的(正如許多因君王仁慈而免受刑罰的人,雖得保全,卻是蒙羞地得保全),為免有人聽見「得救」便疑心此處也是如此,他便加上「並且是義」——而且這義不是你自己的,乃是神的義——藉此暗示這義的豐盛與容易。
For since it is possible to be saved even with shame (just as many of those who are released from punishment by the king's clemency are indeed saved, yet with disgrace), lest anyone, on hearing of salvation, should suspect this to be the case here, he added, 'and righteousness'—and a righteousness not your own, but of God—hinting thereby at its lavish abundance and its ease.
2:250
Οὐ γὰρ ἐξ ἱδρώτων καὶ πόνων αὐτὴν κατορθοῖς, ἀλλ' ἀπὸ τῆς ἄνωθεν δωρεᾶς λαμβάνεις, ἓν μόνον εἰσφέρων οἴκοθεν, τὸ πιστεῦσαι
因為你不是靠著汗水與勞苦成就這義,乃是從那從上頭來的恩賜領受它,你所要獻上的,唯有一件,就是相信。
For you do not achieve it by sweat and toil, but you receive it from the gift that comes from above, contributing one thing only from yourself—to believe.
2:251
Εἶτα, ἐπειδὴ ἀπίθανος ὁ λόγος εἶναι ἐδόκει, εἰ ὁ μοιχὸς καὶ μαλακὸς, καὶ τυμβωρύχος καὶ γόης ἀθρόον οὐχὶ κολάσεως ἀπαλλάττεται μόνον, ἀλλὰ καὶ δίκαιος γίνεται, καὶ δίκαιος τὴν ἀνωτάτω δικαιοσύνην, ἀπὸ τῆς Παλαιᾶς πιστοῦται τὸν λόγον
然後,因為這話似乎難以置信——就是說姦淫的、行淫亂的、盜墓的、行邪術的,竟一下子不僅得免刑罰,更成為義人,且是承受那至高之義的義人——他便從舊約來印證這話。
Then, since the statement seemed incredible—that the adulterer and the effeminate, the tomb-robber and the sorcerer, should all at once not only be freed from punishment, but even become just, and just with the very highest righteousness—he confirms the word from the Old Testament.
2:252
Καὶ πρῶτον μὲν βραχεῖ ῥήματι πέλαγος ἱστοριῶν ἀχανὲς τῷ δυναμένῳ βλέπειν ἀναπετάννυσιν
首先,他用簡短的一句話,向那能看見的人展開了一片浩瀚無邊的歷史海洋。
And first, in a brief phrase he opens up, to him who is able to see, an immeasurable ocean of histories.
2:253
Εἰπὼν γὰρ, Ἐκ πίστεως εἰς πίστιν, παρέπεμψε τὸν ἀκροατὴν ἐπὶ τὰς οἰκονομίας τοῦ Θεοῦ τὰς ἐν τῇ Παλαιᾷ γενομένας, ἃς Ἑβραίοις ἐπιστέλλων μετὰ πολλῆς ἐξηγεῖται τῆς σοφίας, καὶ τοὺς δικαίους καὶ τοὺς ἁμαρτωλοὺς οὕτω δικαιωθέντας δείκνυσι καὶ τότε·
因為他說了「本於信,以至於信」,就把聽者引回到舊約中神的種種安排,這些安排他在寫給希伯來人的書信裡以極大的智慧加以闡明,指出無論義人或罪人,那時也都是照這樣得稱為義的。
For having said, 'From faith to faith,' he sent his hearer back to the dispensations of God that took place in the Old Testament, which, in writing to the Hebrews, he expounds with much wisdom, showing that both the just and the sinners were justified in that same manner even then.
2:254
διὸ καὶ τῆς Ῥαὰβ καὶ τοῦ Ἀβραὰμ ἐμνημόνευσεν
所以他既題到喇合,也題到亞伯拉罕。
Wherefore he made mention both of Rahab and of Abraham.
2:255
Ἔπειτα δὲ ἐνταῦθα αἰνιξάμενος αὐτὸ μόνον (καὶ γὰρ ἐφ' ἕτερον ἔτρεχε θεώρημα, καὶ κατεπεῖγον), ἀπὸ τῶν προφητῶν πάλιν πιστοῦται τὸν λόγον, τὸν Ἀμβακοὺμ εἰς μέσον παράγων βοῶντα καὶ λέγοντα, ὅτι οὐδὲ ἔνι ἄλλως ζῇν τὸν μέλλοντα ζήσεσθαι, ἀλλ' ἢ διὰ πίστεως
接著,他在此只是點到為止(因為他正急於奔向另一個更為緊迫的論題),便再從眾先知來印證這話,把哈巴谷引到眾人面前,大聲宣告說:那將要得生的人,除了藉著信,別無他法可以存活。
Then, having here merely hinted at it (for he was hastening on to another consideration, and a pressing one), he again confirms the word from the prophets, bringing forward Habakkuk into the midst, crying aloud and saying that there is no other way for him who is to live to live, except through faith.
2:256
Ὁ γὰρ δίκαιος, φησὶν, ἐκ πίστεως ζήσεται, περὶ τῆς μελλούσης λέγων ζωῆς
他說:「義人必因信得生」,這是指著將來的生命說的。
For 'the just,' says he, 'shall live by faith,' speaking of the life to come.
2:257
Ἐπειδὴ γὰρ ἅπερ ὁ Θεὸς χαρίζεται, πάντα ὑπερβαίνει λογισμὸν, εἰκότως πίστεως ἡμῖν δεῖ
因為神所賜的一切都超乎人一切的理性推想,我們自然需要信心。
For since all that God bestows transcends every calculation of reason, we naturally have need of faith.
2:258
Ὁ δὲ κατοιόμενος καὶ καταφρονητὴς ἀνὴρ καὶ ἀλαζὼν οὐθὲν οὐ μὴ περανεῖ
但那自高自大、藐視人又誇口的人,卻一無所成。
But the man who is presumptuous and scornful and boastful shall accomplish nothing whatever.
2:259
Ἀκουέτωσαν οἱ αἱρετικοὶ τῆς πνευματικῆς φωνῆς
願異端之人側耳聽這出於聖靈的話。
Let the heretics give ear to the voice of the Spirit.
2:260
Τοιαύτη γὰρ ἡ τῶν λογισμῶν φύσις·
因為人的種種推理,其本性正是如此:
For such is the nature of mere reasonings:
2:261
λαβυρίνθῳ τινὶ καὶ γρίφοις ἔοικεν, οὐδὲν οὐδαμοῦ τέλος ἔχουσα, οὐδὲ ἀφιεῖσα τὸν λογισμὸν ἑστάναι ἐπὶ τῆς πέτρας, καὶ τὴν ἀρχὴν ἐξ ἀλαζονείας
它就像某種迷宮與謎團,處處都沒有盡頭,也不容人的思想立在磐石之上,而其根源乃在於狂妄自大。
it resembles a kind of labyrinth and riddles, having nowhere any end, nor allowing the reasoning to stand firm upon the rock, and having its origin in arrogance.
2:262
Αἰσχυνόμενοι γὰρ ἐπὶ τῷ παραδέχεσθαι πίστιν καὶ δοκεῖν ἀγνοεῖν τὰ οὐράνια
因為他們以接受信仰為恥,又羞於顯出自己對屬天之事的無知,
For being ashamed to accept faith, and to appear ignorant of heavenly things,
2:263
εἰς κονιορτὸν ἑαυτοὺς μυρίων λογισμῶν ἐμβάλλουσιν
便把自己投進千萬般推理所揚起的塵霧之中。
they cast themselves into a dust-cloud of ten thousand reasonings.
2:264
Εἶτα, ἄθλιε καὶ ταλαίπωρε καὶ μυρίων ἄξιε δακρύων, ἂν μέν τίς σε ἔρηται, πῶς ὁ οὐρανὸς γέγονεν, καὶ πῶς ἡ γῆ·
那麼,你這可憐又愁苦、值得為你流千萬滴眼淚的人哪,若有人問你天是怎樣造成的,地又是怎樣造成的,
Then, O wretched and miserable man, worthy of ten thousand tears, if someone asks you how the heaven came to be, and how the earth,
2:265
τί λέγω τὸν οὐρανὸν καὶ τὴν γῆν; πῶς αὐτὸς ἐτέχθης, πῶς ἐτράφης καὶ ηὐξήθης, οὐκ αἰσχύνῃ τὴν ἄγνοιαν; ἐὰν δὲ περὶ τοῦ Μονογενοῦς γίνηταί τις λόγος, δι' αἰσχύνην εἰς βάραθρον ἑαυτὸν ἐμβάλλεις ἀπωλείας, ἀνάξιον σεαυτῷ νομίζων τὸ μὴ πάντα εἰδέναι; Καὶ μὴν ἀνάξιον ἡ φιλονεικία, καὶ τὸ πολυπραγμονεῖν ἀκαίρως
我何必說到天地呢?你自己是怎樣出生的,怎樣得餵養、長大的——你豈不以自己的無知為恥麼?然而一旦論及那獨生子,你卻因著羞恥,把自己投入滅亡的深坑,以為凡事無所不知才配得上你自己。其實,好爭辯才是不配的,不合時宜地追根究底也是不配的。
why do I speak of heaven and earth? how you yourself were born, how you were nourished and grew—are you not ashamed of your ignorance? Yet if any discourse arise concerning the Only-begotten, through very shame you cast yourself into an abyss of destruction, deeming it unworthy of yourself not to know all things. And indeed, contentiousness is unworthy, and to busy oneself with idle curiosity out of season.
2:266
Καὶ τί λέγω περὶ δογμάτων; Αὐτῆς γὰρ τῆς κατὰ τὸν παρόντα βίον πονηρίας οὐδαμόθεν ἀπηλλάγημεν ἄλλοθεν, ἀλλ' ἢ διὰ τῆς πίστεως
我又何必單說教義呢?就連我們今生所行的惡,也沒有別的途徑可以得脫,唯有藉著信。
And why do I speak of doctrines? For from the very wickedness that belongs to the present life we have been delivered from no other source whatever, but only through faith.
2:267
Οὕτω καὶ οἱ πρὸ τούτου ἔλαμψαν ἅπαντες, οὕτως ὁ Ἀβραὰμ, οὕτως ὁ Ἰσαὰκ, οὕτως ὁ Ἰακώβ·
在他以前的眾人也都是這樣發光的:亞伯拉罕如此,以撒如此,雅各也如此;
Thus also all who lived before him shone forth: thus Abraham, thus Isaac, thus Jacob;
2:268
οὕτω καὶ ἡ πόρνη ἐσώθη, καὶ ἡ ἐν τῇ Παλαιᾷ, καὶ ἡ ἐν τῇ Καινῇ
那妓女也是這樣得救的——無論是舊約中的那位,還是新約中的那位。
thus too the harlot was saved—both she in the Old Testament and she in the New.
2:269
Πίστει γὰρ, φησὶ, Ῥαὰβ ἡ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθήσασι, δεξαμένη τοὺς κατασκόπους
他說:「妓女喇合因著信,接待了探子,就不與那些不信從的人一同滅亡。」
For 'by faith,' he says, 'Rahab the harlot perished not with them that believed not, when she had received the spies.'
2:270
Καὶ πῶς δυνήσονται οὗτοι αἰχμάλωτοι καὶ φυγάδες ὄντες καὶ μετανάσται, καὶ νομάδων βίον ζῶντες, ἡμῶν τῶν πόλιν ἐχόντων καὶ τείχη καὶ πύργους περιγενέσθαι; ὡς εἰ πρὸς ἑαυτὴν ταῦτα εἶπε, καὶ ἑαυτὴν καὶ ἐκείνους ἂν προσαπώλεσεν·
這些人既是俘虜、逃亡者、流離失所之人,過著游牧的生活,怎能勝過我們這些有城邑、有城牆、有樓臺的人呢?她若對自己說了這樣的話,就必連自己和他們一同滅亡了;
And how could these men, being captives and fugitives and wanderers, and living the life of nomads, prevail over us who have a city and walls and towers? For had she said this to herself, she would have destroyed both herself and them along with her;
2:271
ὅπερ οὖν καὶ οἱ πρόγονοι τῶν τότε σωθέντων ἔπαθον
而這正是當時那些得救之人的先祖所遭遇的事。
which very thing indeed the forefathers of those who were then saved suffered.
2:272
Ἐκεῖνοι γὰρ ἐπειδὴ ἄνδρας ἰδόντες μεγάλους καὶ εὐμήκεις, τὸν τρόπον τῆς νίκης ἐζήτουν, ἀπώλοντο χωρὶς πολέμου καὶ παρατάξεως ἅπαντες
因為那些人看見身量高大的漢子,便去尋思致勝之法,結果眾人未經戰爭、未曾列陣,就都滅亡了。
For they, since on seeing men great and of lofty stature they sought out the manner of victory, perished, all of them, without war and without battle-array.
2:273
Εἶδες πόσον τῆς ἀπιστίας τὸ βάραθρον, καὶ πόσον τῆς πίστεως τὸ τεῖχος; Ἡ μὲν γὰρ ἀπείρους κατήνεγκε χιλιάδας·
你看不信的深坑何等之大,信心的城牆又何等堅固麼?前者使無數千萬人傾覆;
Do you see how great is the abyss of unbelief, and how great the rampart of faith? For the one brought down countless thousands;
2:274
αὕτη δὲ πόρνην γυναῖκα οὐ μόνον διέσωσεν, ἀλλὰ καὶ δήμου τοσούτου πρόστασιν ἐποίησε
後者卻不僅保全了一個妓女,更使她成了那樣大一群百姓的護衛。
but the other not only preserved a harlot woman, but even made her the protectress of so great a people.
2:275
Ταῦτ' οὖν εἰδότες, καὶ τὰ τούτων πλείονα, μηδέποτε τὸν Θεὸν εὐθύνας τῶν γινομένων ἀπαιτῶμεν, ἀλλ' ὅπερ ἂν ἐπιτάξῃ, δεχώμεθα·
既知道這些事,並比這些更多的事,我們就當永不向神追問所發生之事的緣由,凡祂所吩咐的,我們就當領受;
Knowing these things, then, and more than these, let us never demand of God an accounting for the things that come to pass, but whatever He may enjoin, let us accept it;
2:276
καὶ μὴ περιεργαζώμεθα μηδὲ πολυπραγμονῶμεν, κἂν ἀνθρωπίνοις λογισμοῖς ἄτοπον εἶναι δοκῇ τὸ κελευόμενον
也不要好奇窺探、多方追究,縱使所吩咐的按人的推理看來似乎荒謬。
and let us not be over-curious nor busy ourselves with idle inquiry, even if what is commanded should seem, to human reasonings, to be absurd.
2:277
Τί γὰρ, εἰπέ μοι, τοῦ σφάξαι μονογενῆ παῖδα καὶ γνήσιον, αὐτὸν τὸν γεγεννηκότα, ἀτοπώτερον εἶναι δοκεῖ; Ἀλλ' ὅμως ὁ δίκαιος κελευσθεὶς, οὐ περιειργάσατο τοῦτο, ἀλλ' ἀπὸ τῆς ἀξίας τοῦ κελεύσαντος ἐδέξατο τὸ ἐπίταγμα μόνον, καὶ ὑπήκουσε
你告訴我,還有甚麼比親手宰殺自己獨生親生的兒子——而下手的正是那生他的父親——更顯荒謬的呢?然而那義人受了吩咐,卻不去追問此事,唯獨顧念那發命者的尊貴,領受了那命令,就順從了。
For what, tell me, could seem more absurd than to slay one's only-begotten and true-born son—the very one who begot him being the slayer? Yet nevertheless the just man, when he was commanded, did not busy himself with questioning this, but from the worthiness of Him who commanded accepted the injunction alone, and obeyed.
2:278
Καὶ ἕτερος δὲ προφήτην παρὰ τοῦ Θεοῦ κελευσθεὶς ῥαπίσαι, ἐπειδὴ τὸ δοκοῦν ἄτοπον εἶναι τοῦ πράγματος περιειργάσατο, καὶ οὐχ ἁπλῶς ὑπήκουσε, δίκην ἔδωκε τὴν ἐσχάτην·
還有一人,蒙神吩咐去擊打一位先知,卻因這事看似荒謬而多方追究,沒有單純順從,就受了極重的刑罰;
And another too, when commanded by God to smite a prophet, since he busied himself with the seeming absurdity of the matter and did not simply obey, paid the uttermost penalty;
2:279
Καὶ ὁ Σαοὺλ δὲ σώσας ἀνθρώπους παρὰ τὸ τῷ Θεῷ δοκοῦν, τῆς βασιλείας ἐξέπεσε, καὶ τὰ ἀνήκεστα ἔπαθε
掃羅也是這樣,他違背神所看為美的,饒了那些人,就從國位上墜落,遭遇了無可挽回的事。
And Saul too, having spared men contrary to what seemed good to God, fell from his kingdom and suffered irreparable things.
2:280
Καὶ ἕτερα πλείονα τούτων ἄν τις εὕροι παραδείγματα, δι' ὧν ἁπάντων παιδευόμεθα μηδέποτε τῶν ἐπιταγμάτων τοῦ Θεοῦ λόγον ἀπαιτεῖν, ἀλλ' εἴκειν καὶ πείθεσθαι μόνον
除此以外,人還能找到許多別的例子,藉著這一切,我們受了教訓:對神的命令永不可索取理由,唯當退讓順服而已。
And one might find many other examples besides these, through all of which we are instructed never to demand a reason for the commands of God, but only to yield and to obey.
2:281
Εἰ δὲ, ἅπερ ἂν ἐπιτάξῃ, περιεργάζεσθαι ἐπισφαλὲς, καὶ ἐσχάτη κόλασις κεῖται τοῖς πολυπραγμονοῦσι·
但若對祂所吩咐的一切加以窺探是危險的,且有極重的刑罰為那些多方追究的人存留,
But if to pry into whatever He may command is perilous, and the uttermost punishment lies in store for those who busy themselves with idle inquiry,
2:282
οἱ τὰ πολλῷ τούτων ἀποῤῥητότερα καὶ φρικωδέστερα περιεργαζόμενοι, τουτέστι πῶς ἐγέννησε τὸν Υἱὸν, καὶ τίνι τρόπῳ, καὶ τίς ἡ οὐσία, τίνα ἕξουσιν ἀπολογίαν ποτέ; Ταῦτ' οὖν εἰδότες, τὴν πάντων τῶν ἀγαθῶν μητέρα πίστιν μετὰ πάσης ὑποδεχώμεθα τῆς εὐνοίας, ἵνα ὥσπερ ἐν γαληνῷ πλέοντες λιμένι τά τε ὀρθὰ διατηρῶμεν δόγματα, καὶ τὸν βίον ἡμῶν μετὰ ἀσφαλείας κατευθύνοντες, τῶν αἰωνίων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα, κράτος, τιμὴ καὶ προσκύνησις σὺν ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων
那麼,那些窺探比這些更為不可言說、更為可畏之事的人——就是探究祂如何生了聖子、用甚麼方式生的、以及那本質是甚麼的人——他們到底還能有甚麼可推諉的呢?既知道這些事,我們就當滿心樂意地迎接那萬善之母的信心,好叫我們如同在平靜的港灣中航行,既持守純正的教義,又穩妥地引導自己的生活,得以承受那永遠的福分,這都是靠著我們主耶穌基督的恩典與慈愛。願榮耀、權能、尊貴、敬拜,都歸與父,並歸與聖靈,直到世世代代。
then what defence will they ever have who busy themselves with things far more unspeakable and dreadful than these—that is, how He begot the Son, and in what manner, and what is the essence? Knowing these things, then, let us with all goodwill welcome faith, the mother of all good things, that, sailing as it were in a calm harbour, we may both keep the right doctrines and, directing our life with security, may attain the eternal good things, by the grace and lovingkindness of our Lord Jesus Christ, with whom to the Father be glory, might, honour, and worship, together with the Holy Spirit, unto the ages of ages.
← 上一段
← 第 1 章第 3 章 →
01234567891011121314151617181920212223242526272829303132

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。