📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 七十士譯本 › 撒迦利亞書

撒迦利亞書 第 7 章

希臘文原文.14 節.部分字詞可點開查義

← 第 6 章第 8 章 →
📖 這一章另有 3 種原文 —— 並排對照(希伯來文舊約、武加大譯本、吉茲文聖經)
7:1
καὶ ἐγένετο ἐν τῷ τετάρτῳ ἔτει ἐπὶ Δαρείου τοῦ βασιλέως ἐγένετο λόγος κυρίου πρὸς Ζαχαριαν τετράδι τοῦ μηνὸς τοῦ ἐνάτου ὅς ἐστιν Χασελευ
大流士王第四年九月,就是基斯流月初四日,耶和華的話臨到撒迦利亞。
In the fourth year of King Darius, Yahweh’s word came to Zechariah in the fourth day of the ninth month, the month of Chislev.
7:2
καὶ ἐξαπέστειλεν εἰς Βαιθηλ Σαρασαρ καὶ Αρβεσεερ βασιλεὺς καὶ οἱ ἄνδρες αὐτοῦ τοῦ ἐξιλάσασθαι τὸν κύριον
那時伯特利人已經打發沙利色和利堅米勒,並跟從他們的人,去懇求耶和華的恩,
The people of Bethel sent Sharezer and Regem Melech and their men to entreat Yahweh’s favor,
7:3
λέγων πρὸς τοὺς ἱερεῖς τοὺς ἐν τῷ οἴκῳ κυρίου παντοκράτορος καὶ πρὸς τοὺς προφήτας λέγων εἰσελήλυθεν ὧδε ἐν τῷ μηνὶ τῷ πέμπτῳ τὸ ἁγίασμα καθότι ἐποίησα ἤδη ἱκανὰ ἔτη
並問萬軍之耶和華殿中的祭司和先知說:「我歷年以來,在五月間哭泣齋戒,現在還當這樣行嗎?」
and to speak to the priests of the house of Yahweh of Armies and to the prophets, saying, “Should I weep in the fifth month, separating myself, as I have done these so many years?”
7:4
καὶ ἐγένετο λόγος κυρίου τῶν δυνάμεων πρός με λέγων
萬軍之耶和華的話就臨到我說:
Then the word of Yahweh of Armies came to me, saying,
7:5
εἰπὸν πρὸς ἅπαντα τὸν λαὸν τῆς γῆς καὶ πρὸς τοὺς ἱερεῖς λέγων ἐὰν νηστεύσητε κόψησθε ἐν ταῖς πέμπταις ἐν ταῖς ἑβδόμαις καὶ ἰδοὺ ἑβδομήκοντα ἔτη μὴ νηστείαν νενηστεύκατέ μοι
「你要宣告國內的眾民和祭司,說:『你們這七十年,在五月、七月禁食悲哀,豈是絲毫向我禁食嗎?
“Speak to all the people of the land and to the priests, saying, ‘When you fasted and mourned in the fifth and in the seventh month for these seventy years, did you at all fast to me, really to me?
7:6
καὶ ἐὰν φάγητε πίητε οὐχ ὑμεῖς ἔσθετε καὶ ὑμεῖς πίνετε
你們吃喝,不是為自己吃,為自己喝嗎?
When you eat and when you drink, don’t you eat for yourselves and drink for yourselves?
7:7
οὐχ οὗτοι οἱ λόγοι εἰσίν οὓς ἐλάλησεν κύριος ἐν χερσὶν τῶν προφητῶν τῶν ἔμπροσθεν ὅτε ἦν Ιερουσαλημ κατοικουμένη καὶ εὐθηνοῦσα καὶ αἱ πόλεις αὐτῆς κυκλόθεν καὶ ὀρεινὴ καὶ πεδινὴ κατῳκεῖτο
當耶路撒冷和四圍的城邑有居民,正興盛,南地高原有人居住的時候,耶和華藉從前的先知所宣告的話,你們不當聽嗎?』」
Aren’t these the words which Yahweh proclaimed by the former prophets when Jerusalem was inhabited and in prosperity, and its cities around her, and the South and the lowland were inhabited?’”
7:8
καὶ ἐγένετο λόγος κυρίου πρὸς Ζαχαριαν λέγων
耶和華的話又臨到撒迦利亞說:
Yahweh’s word came to Zechariah, saying,
7:9
τάδε λέγει κύριος παντοκράτωρ κρίμα δίκαιον κρίνατε καὶ ἔλεος καὶ οἰκτιρμὸν ποιεῖτε ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτοῦ
「萬軍之耶和華曾對你們的列祖如此說:『要按至理判斷,各人以慈愛憐憫弟兄。
“Thus has Yahweh of Armies spoken, saying, ‘Execute true judgment, and show kindness and compassion every man to his brother.
7:10
καὶ χήραν καὶ ὀρφανὸν καὶ προσήλυτον καὶ πένητα μὴ καταδυναστεύετε καὶ κακίαν ἕκαστος τοῦ ἀδελφοῦ αὐτοῦ μὴ μνησικακείτω ἐν ταῖς καρδίαις ὑμῶν
不可欺壓寡婦、孤兒、寄居的,和貧窮人。誰都不可心裏謀害弟兄。』」
Don’t oppress the widow, the fatherless, the foreigner, nor the poor; and let none of you devise evil against his brother in your heart.’
7:11
καὶ ἠπείθησαν τοῦ προσέχειν καὶ ἔδωκαν νῶτον παραφρονοῦντα καὶ τὰ ὦτα αὐτῶν ἐβάρυναν τοῦ μὴ εἰσακούειν
他們卻不肯聽從,扭轉肩頭,塞耳不聽,
But they refused to listen, and turned their backs, and stopped their ears, that they might not hear.
7:12
καὶ τὴν καρδίαν αὐτῶν ἔταξαν ἀπειθῆ τοῦ μὴ εἰσακούειν τοῦ νόμου μου καὶ τοὺς λόγους οὓς ἐξαπέστειλεν κύριος παντοκράτωρ ἐν πνεύματι αὐτοῦ ἐν χερσὶν τῶν προφητῶν τῶν ἔμπροσθεν καὶ ἐγένετο ὀργὴ μεγάλη παρὰ κυρίου παντοκράτορος
使心硬如金鋼石,不聽律法和萬軍之耶和華用靈藉從前的先知所說的話。故此,萬軍之耶和華大發烈怒。
Yes, they made their hearts as hard as flint, lest they might hear the law and the words which Yahweh of Armies had sent by his Spirit by the former prophets. Therefore great wrath came from Yahweh of Armies.
7:13
καὶ ἔσται ὃν τρόπον εἶπεν καὶ οὐκ εἰσήκουσαν αὐτοῦ οὕτως κεκράξονται καὶ οὐ μὴ εἰσακούσω λέγει κύριος παντοκράτωρ
萬軍之耶和華說:「我曾呼喚他們,他們不聽;將來他們呼求我,我也不聽!
It has come to pass that, as he called and they refused to listen, so they will call and I will not listen,” said Yahweh of Armies;
7:14
καὶ ἐκβαλῶ αὐτοὺς εἰς πάντα τὰ ἔθνη οὐκ ἔγνωσαν καὶ γῆ ἀφανισθήσεται κατόπισθεν αὐτῶν ἐκ διοδεύοντος καὶ ἐξ ἀναστρέφοντος καὶ ἔταξαν γῆν ἐκλεκτὴν εἰς ἀφανισμόν
我必以旋風吹散他們到素不認識的萬國中。這樣,他們的地就荒涼,甚至無人來往經過,因為他們使美好之地荒涼了。」
“but I will scatter them with a whirlwind among all the nations which they have not known. Thus the land was desolate after them, so that no man passed through nor returned; for they made the pleasant land desolate.”
← 第 6 章第 8 章 →
1234567891011121314