📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 七十士譯本 › 撒迦利亞書

撒迦利亞書 第 1 章

希臘文原文.17 節.部分字詞可點開查義

第 2 章 →
📖 這一章另有 3 種原文 —— 並排對照(希伯來文舊約、武加大譯本、吉茲文聖經)
1:1
ἐν τῷ ὀγδόῳ μηνὶ ἔτους δευτέρου ἐπὶ Δαρείου ἐγένετο λόγος κυρίου πρὸς Ζαχαριαν τὸν τοῦ Βαραχιου υἱὸν Αδδω τὸν προφήτην λέγων
大流士王第二年八月,耶和華的話臨到易多的孫子、比利家的兒子先知撒迦利亞,說:
In the eighth month, in the second year of Darius, Yahweh’s word came to the prophet Zechariah the son of Berechiah, the son of Iddo, saying,
1:2
ὠργίσθη κύριος ἐπὶ τοὺς πατέρας ὑμῶν ὀργὴν μεγάλην
「耶和華曾向你們列祖大大發怒。
“Yahweh was very displeased with your fathers.
1:3
καὶ ἐρεῖς πρὸς αὐτούς τάδε λέγει κύριος παντοκράτωρ ἐπιστρέψατε πρός με καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς λέγει κύριος
所以你要對以色列人說,萬軍之耶和華如此說:你們要轉向我,我就轉向你們。這是萬軍之耶和華說的。
Therefore tell them, Yahweh of Armies says: ‘Return to me,’ says Yahweh of Armies, ‘and I will return to you,’ says Yahweh of Armies.
1:4
καὶ μὴ γίνεσθε καθὼς οἱ πατέρες ὑμῶν οἷς ἐνεκάλεσαν αὐτοῖς οἱ προφῆται οἱ ἔμπροσθεν λέγοντες τάδε λέγει κύριος παντοκράτωρ ἀποστρέψατε ἀπὸ τῶν ὁδῶν ὑμῶν τῶν πονηρῶν καὶ ἀπὸ τῶν ἐπιτηδευμάτων ὑμῶν τῶν πονηρῶν καὶ οὐ προσέσχον τοῦ εἰσακοῦσαί μου λέγει κύριος
不要效法你們列祖。從前的先知呼叫他們說,萬軍之耶和華如此說:『你們要回頭離開你們的惡道惡行。』他們卻不聽,也不順從我。這是耶和華說的。
Don’t you be like your fathers, to whom the former prophets proclaimed, saying: Yahweh of Armies says, ‘Return now from your evil ways and from your evil doings;’ but they didn’t hear nor listen to me, says Yahweh.
1:5
οἱ πατέρες ὑμῶν ποῦ εἰσιν καὶ οἱ προφῆται μὴ τὸν αἰῶνα ζήσονται
你們的列祖在哪裏呢?那些先知能永遠存活嗎?
Your fathers, where are they? And the prophets, do they live forever?
1:6
πλὴν τοὺς λόγους μου καὶ τὰ νόμιμά μου δέχεσθε ὅσα ἐγὼ ἐντέλλομαι ἐν πνεύματί μου τοῖς δούλοις μου τοῖς προφήταις οἳ κατελάβοσαν τοὺς πατέρας ὑμῶν καὶ ἀπεκρίθησαν καὶ εἶπαν καθὼς παρατέτακται κύριος παντοκράτωρ τοῦ ποιῆσαι κατὰ τὰς ὁδοὺς ὑμῶν καὶ κατὰ τὰ ἐπιτηδεύματα ὑμῶν οὕτως ἐποίησεν ὑμῖν
只是我的言語和律例,就是所吩咐我僕人眾先知的,豈不臨到你們列祖嗎?他們就回頭,說:『萬軍之耶和華定意按我們的行動作為向我們怎樣行,他已照樣行了。』」
But my words and my decrees, which I commanded my servants the prophets, didn’t they overtake your fathers? “Then they repented and said, ‘Just as Yahweh of Armies determined to do to us, according to our ways and according to our practices, so he has dealt with us.’”
1:7
τῇ τετράδι καὶ εἰκάδι τῷ ἑνδεκάτῳ μηνί οὗτός ἐστιν μὴν Σαβατ ἐν τῷ δευτέρῳ ἔτει ἐπὶ Δαρείου ἐγένετο λόγος κυρίου πρὸς Ζαχαριαν τὸν τοῦ Βαραχιου υἱὸν Αδδω τὸν προφήτην λέγων
大流士第二年十一月,就是細罷特月二十四日,耶和華的話臨到易多的孫子、比利家的兒子先知撒迦利亞,說:
On the twenty-fourth day of the eleventh month, which is the month Shebat, in the second year of Darius, Yahweh’s word came to the prophet Zechariah the son of Berechiah, the son of Iddo, saying,
1:8
ἑώρακα τὴν νύκτα καὶ ἰδοὺ ἀνὴρ ἐπιβεβηκὼς ἐπὶ ἵππον πυρρόν καὶ οὗτος εἱστήκει ἀνὰ μέσον τῶν δύο ὀρέων τῶν κατασκίων καὶ ὀπίσω αὐτοῦ ἵπποι πυρροὶ καὶ ψαροὶ καὶ ποικίλοι καὶ λευκοί
「我夜間觀看,見一人騎着紅馬,站在窪地番石榴樹中間。在他身後又有紅馬、黃馬,和白馬。」
“I had a vision in the night, and behold, a man riding on a red horse, and he stood among the myrtle trees that were in a ravine; and behind him there were red, brown, and white horses.
1:9
καὶ εἶπα τί οὗτοι κύριε καὶ εἶπεν πρός με ἄγγελος λαλῶν ἐν ἐμοί ἐγὼ δείξω σοι τί ἐστιν ταῦτα
我對與我說話的天使說:「主啊,這是甚麼意思?」他說:「我要指示你這是甚麼意思。」
Then I asked, ‘My lord, what are these?’” The angel who talked with me said to me, “I will show you what these are.”
1:10
καὶ ἀπεκρίθη ἀνὴρ ἐφεστηκὼς ἀνὰ μέσον τῶν ὀρέων καὶ εἶπεν πρός με οὗτοί εἰσιν οὓς ἐξαπέσταλκεν κύριος τοῦ περιοδεῦσαι τὴν γῆν
那站在番石榴樹中間的人說:「這是奉耶和華差遣在遍地走來走去的。」
The man who stood among the myrtle trees answered, “They are the ones Yahweh has sent to go back and forth through the earth.”
1:11
καὶ ἀπεκρίθησαν τῷ ἀγγέλῳ κυρίου τῷ ἐφεστῶτι ἀνὰ μέσον τῶν ὀρέων καὶ εἶπον περιωδεύκαμεν πᾶσαν τὴν γῆν καὶ ἰδοὺ πᾶσα γῆ κατοικεῖται καὶ ἡσυχάζει
那些騎馬的對站在番石榴樹中間耶和華的使者說:「我們已在遍地走來走去,見全地都安息平靜。」
They reported to Yahweh’s angel who stood among the myrtle trees, and said, “We have walked back and forth through the earth, and behold, all the earth is at rest and in peace.”
1:12
καὶ ἀπεκρίθη ἄγγελος κυρίου καὶ εἶπεν κύριε παντοκράτωρ ἕως τίνος οὐ μὴ ἐλεήσῃς τὴν Ιερουσαλημ καὶ τὰς πόλεις Ιουδα ἃς ὑπερεῖδες τοῦτο ἑβδομηκοστὸν ἔτος
於是,耶和華的使者說:「萬軍之耶和華啊,你惱恨耶路撒冷和猶大的城邑已經七十年,你不施憐憫要到幾時呢?」
Then Yahweh’s angel replied, “O Yahweh of Armies, how long will you not have mercy on Jerusalem and on the cities of Judah, against which you have had indignation these seventy years?”
1:13
καὶ ἀπεκρίθη κύριος παντοκράτωρ τῷ ἀγγέλῳ τῷ λαλοῦντι ἐν ἐμοὶ ῥήματα καλὰ καὶ λόγους παρακλητικούς
耶和華就用美善的安慰話回答那與我說話的天使。
Yahweh answered the angel who talked with me with kind and comforting words.
1:14
καὶ εἶπεν πρός με ἄγγελος λαλῶν ἐν ἐμοί ἀνάκραγε λέγων τάδε λέγει κύριος παντοκράτωρ ἐζήλωκα τὴν Ιερουσαλημ καὶ τὴν Σιων ζῆλον μέγαν
與我說話的天使對我說:「你要宣告說,萬軍之耶和華如此說:我為耶路撒冷為錫安,心裏極其火熱。
So the angel who talked with me said to me, “Proclaim, saying, ‘Yahweh of Armies says: “I am jealous for Jerusalem and for Zion with a great jealousy.
1:15
καὶ ὀργὴν μεγάλην ἐγὼ ὀργίζομαι ἐπὶ τὰ ἔθνη τὰ συνεπιτιθέμενα ἀνθ’ ὧν ἐγὼ μὲν ὠργίσθην ὀλίγα αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά
我甚惱怒那安逸的列國,因我從前稍微惱怒我民,他們就加害過分。
I am very angry with the nations that are at ease; for I was but a little displeased, but they added to the calamity.”
1:16
διὰ τοῦτο τάδε λέγει κύριος ἐπιστρέψω ἐπὶ Ιερουσαλημ ἐν οἰκτιρμῷ καὶ οἶκός μου ἀνοικοδομηθήσεται ἐν αὐτῇ λέγει κύριος παντοκράτωρ καὶ μέτρον ἐκταθήσεται ἐπὶ Ιερουσαλημ ἔτι
所以耶和華如此說:現今我回到耶路撒冷,仍施憐憫,我的殿必重建在其中,準繩必拉在耶路撒冷之上。這是萬軍之耶和華說的。
Therefore Yahweh says: “I have returned to Jerusalem with mercy. My house shall be built in it,” says Yahweh of Armies, “and a line shall be stretched out over Jerusalem.”’
1:17
καὶ εἶπεν πρός με ἄγγελος λαλῶν ἐν ἐμοί ἀνάκραγε λέγων τάδε λέγει κύριος παντοκράτωρ ἔτι διαχυθήσονται πόλεις ἐν ἀγαθοῖς καὶ ἐλεήσει κύριος ἔτι τὴν Σιων καὶ αἱρετιεῖ ἔτι τὴν Ιερουσαλημ
你要再宣告說,萬軍之耶和華如此說:我的城邑必再豐盛發達。耶和華必再安慰錫安,揀選耶路撒冷。」
“Proclaim further, saying, ‘Yahweh of Armies says: “My cities will again overflow with prosperity, and Yahweh will again comfort Zion, and will again choose Jerusalem.”’”
第 2 章 →
1234567891011121314