8:1
Ἀδιαλείπτως οὖν προσκαρτερῶμεν τῇ ἐλπίδι ἡμῶν καὶ τῷ ἀρραβῶνι τῆς δικαιοσύνης ἡμῶν, ὅς ἐστι Χριστὸς Ἰησοῦς, ὃς ἀνήνεγκεν ἡμῶν τὰς ἁμαρτίας τῷ ἰδίῳ σώματι ἐπὶ τὸ ξύλον, ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ: ἀλλὰ δἰ ἡμᾶς, ἵνα ζήσωμεν ἐν αὐτῷ, πάντα ὑπέμεινεν
Let us therefore persevere unceasingly in our hope and in the pledge of our righteousness, who is Christ Jesus, who bore our sins in his own body on the tree, who did no sin, neither was deceit found in his mouth; but for our sake, that we might live in him, he endured all things.
所以我們要不住地恆切持守我們的盼望,並我們公義的憑據,就是基督耶穌;祂在木頭上親身擔當了我們的罪,祂並沒有犯罪,口裡也找不出詭詐來;卻為我們的緣故,叫我們可以在祂裡面活著,凡事都忍受了。
8:2
μιμηταὶ οὖν γενώμεθα τῆς ὑπομονῆς αὐτοῦ, καὶ ἐὰν πάσχωμεν διὰ τὸ ὄνομα αὐτοῦ, δοξάζωμεν αὐτόν. τοῦτον γὰρ ἡμῖν τὸν ὑπογραμμὸν ἔθηκε δἰ ἑαυτοῦ, καὶ ἡμεῖς τοῦτο ἐπιστεύσαμεν
Let us therefore become imitators of his endurance, and if we suffer for his name's sake, let us glorify him. For this is the example he set before us through himself, and this we have believed.
所以我們要效法祂的忍耐,我們若為祂的名受苦,就當榮耀祂。因為這正是祂藉著自己給我們立下的榜樣,這也是我們所信的。