📜 Verbum
Scripture and the Fathers, read aloud in the original

← All books · Septuagint › Zechariah

Zechariah 11

Greek original · 17 verses · some words can be tapped for a gloss

← ch. 10ch. 12 →
📖 This chapter exists in 3 other originals — side by side (Hebrew Old Testament, Vulgate, Ge'ez Bible)
11:1
διάνοιξον Λίβανος τὰς θύρας σου καὶ καταφαγέτω πῦρ τὰς κέδρους σου
Open your doors, Lebanon, that the fire may devour your cedars.
黎巴嫩哪,開開你的門, 任火燒滅你的香柏樹。
11:2
ὀλολυξάτω πίτυς διότι πέπτωκεν κέδρος ὅτι μεγάλως μεγιστᾶνες ἐταλαιπώρησαν ὀλολύξατε δρύες τῆς Βασανίτιδος ὅτι κατεσπάσθη δρυμὸς σύμφυτος
Wail, cypress tree, for the cedar has fallen, because the stately ones are destroyed. Wail, you oaks of Bashan, for the strong forest has come down.
松樹啊,應當哀號; 因為香柏樹傾倒,佳美的樹毀壞。 巴珊的橡樹啊,應當哀號, 因為茂盛的樹林已經倒了。
11:3
φωνὴ θρηνούντων ποιμένων ὅτι τεταλαιπώρηκεν μεγαλωσύνη αὐτῶν φωνὴ ὠρυομένων λεόντων ὅτι τεταλαιπώρηκεν τὸ φρύαγμα τοῦ Ιορδάνου
A voice of the wailing of the shepherds! For their glory is destroyed—a voice of the roaring of young lions! For the pride of the Jordan is ruined.
聽啊,有牧人哀號的聲音, 因他們榮華的草場毀壞了。 有少壯獅子咆哮的聲音, 因約旦河旁的叢林荒廢了。
11:4
τάδε λέγει κύριος παντοκράτωρ ποιμαίνετε τὰ πρόβατα τῆς σφαγῆς
Yahweh my God says: “Feed the flock of slaughter.
耶和華-我的上帝如此說:「你-撒迦利亞要牧養這將宰的群羊。
11:5
οἱ κτησάμενοι κατέσφαζον καὶ οὐ μετεμέλοντο καὶ οἱ πωλοῦντες αὐτὰ ἔλεγον εὐλογητὸς κύριος καὶ πεπλουτήκαμεν καὶ οἱ ποιμένες αὐτῶν οὐκ ἔπασχον οὐδὲν ἐπ’ αὐτοῖς
Their buyers slaughter them and go unpunished. Those who sell them say, ‘Blessed be Yahweh, for I am rich;’ and their own shepherds don’t pity them.
買他們的宰了他們,以自己為無罪;賣他們的說:『耶和華是應當稱頌的,因我成為富足。』牧養他們的並不憐恤他們。
11:6
διὰ τοῦτο οὐ φείσομαι οὐκέτι ἐπὶ τοὺς κατοικοῦντας τὴν γῆν λέγει κύριος καὶ ἰδοὺ ἐγὼ παραδίδωμι τοὺς ἀνθρώπους ἕκαστον εἰς χεῖρας τοῦ πλησίον αὐτοῦ καὶ εἰς χεῖρας βασιλέως αὐτοῦ καὶ κατακόψουσιν τὴν γῆν καὶ οὐ μὴ ἐξέλωμαι ἐκ χειρὸς αὐτῶν
For I will no more pity the inhabitants of the land,” says Yahweh; “but, behold, I will deliver every one of the men into his neighbor’s hand and into the hand of his king. They will strike the land, and out of their hand I will not deliver them.”
耶和華說:『我不再憐恤這地的居民,必將這民交給各人的鄰舍和他們王的手中。他們必毀滅這地,我也不救這民脫離他們的手。』」
11:7
καὶ ποιμανῶ τὰ πρόβατα τῆς σφαγῆς εἰς τὴν Χαναανῖτιν καὶ λήμψομαι ἐμαυτῷ δύο ῥάβδους τὴν μίαν ἐκάλεσα Κάλλος καὶ τὴν ἑτέραν ἐκάλεσα Σχοίνισμα καὶ ποιμανῶ τὰ πρόβατα
So I fed the flock to be slaughtered, especially the oppressed of the flock. I took for myself two staffs. The one I called “Favor” and the other I called “Union”, and I fed the flock.
於是,我牧養這將宰的群羊,就是群中最困苦的羊。我拿着兩根杖,一根我稱為「榮美」,一根我稱為「聯索」。這樣,我牧養了群羊。
11:8
καὶ ἐξαρῶ τοὺς τρεῖς ποιμένας ἐν μηνὶ ἑνί καὶ βαρυνθήσεται ψυχή μου ἐπ’ αὐτούς καὶ γὰρ αἱ ψυχαὶ αὐτῶν ἐπωρύοντο ἐπ’ ἐμέ
I cut off the three shepherds in one month; for my soul was weary of them, and their soul also loathed me.
一月之內,我除滅三個牧人,因為我的心厭煩他們;他們的心也憎嫌我。
11:9
καὶ εἶπα οὐ ποιμανῶ ὑμᾶς τὸ ἀποθνῇσκον ἀποθνῃσκέτω καὶ τὸ ἐκλεῖπον ἐκλειπέτω καὶ τὰ κατάλοιπα κατεσθιέτωσαν ἕκαστος τὰς σάρκας τοῦ πλησίον αὐτοῦ
Then I said, “I will not feed you. That which dies, let it die; and that which is to be cut off, let it be cut off; and let those who are left eat each other’s flesh.”
我就說:「我不牧養你們。要死的,由他死;要喪亡的,由他喪亡;餘剩的,由他們彼此相食。」
11:10
καὶ λήμψομαι τὴν ῥάβδον μου τὴν καλὴν καὶ ἀπορρίψω αὐτὴν τοῦ διασκεδάσαι τὴν διαθήκην μου ἣν διεθέμην πρὸς πάντας τοὺς λαούς
I took my staff Favor and cut it apart, that I might break my covenant that I had made with all the peoples.
我折斷那稱為「榮美」的杖,表明我廢棄與萬民所立的約。
11:11
καὶ διασκεδασθήσεται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ γνώσονται οἱ Χαναναῖοι τὰ πρόβατα τὰ φυλασσόμενα διότι λόγος κυρίου ἐστίν
It was broken in that day; and thus the poor of the flock that listened to me knew that it was Yahweh’s word.
當日就廢棄了。這樣,那些仰望我的困苦羊就知道所說的是耶和華的話。
11:12
καὶ ἐρῶ πρὸς αὐτούς εἰ καλὸν ἐνώπιον ὑμῶν ἐστιν δότε στήσαντες τὸν μισθόν μου ἀπείπασθε καὶ ἔστησαν τὸν μισθόν μου τριάκοντα ἀργυροῦς
I said to them, “If you think it best, give me my wages; and if not, keep them.” So they weighed for my wages thirty pieces of silver.
我對他們說:「你們若以為美,就給我工價。不然,就罷了!」於是他們給了三十塊錢作為我的工價。
11:13
καὶ εἶπεν κύριος πρός με κάθες αὐτοὺς εἰς τὸ χωνευτήριον καὶ σκέψαι εἰ δόκιμόν ἐστιν ὃν τρόπον ἐδοκιμάσθην ὑπὲρ αὐτῶν καὶ ἔλαβον τοὺς τριάκοντα ἀργυροῦς καὶ ἐνέβαλον αὐτοὺς εἰς τὸν οἶκον κυρίου εἰς τὸ χωνευτήριον
Yahweh said to me, “Throw it to the potter—the handsome price that I was valued at by them!” I took the thirty pieces of silver and threw them to the potter in Yahweh’s house.
耶和華吩咐我說:「要把眾人所估定美好的價值丟給窯戶。」我便將這三十塊錢,在耶和華的殿中丟給窯戶了。
11:14
καὶ ἀπέρριψα τὴν ῥάβδον τὴν δευτέραν τὸ Σχοίνισμα τοῦ διασκεδάσαι τὴν κατάσχεσιν ἀνὰ μέσον Ιουδα καὶ ἀνὰ μέσον τοῦ Ισραηλ
Then I cut apart my other staff, Union, that I might break the brotherhood between Judah and Israel.
我又折斷稱為「聯索」的那根杖,表明我廢棄猶大與以色列弟兄的情誼。
11:15
καὶ εἶπεν κύριος πρός με ἔτι λαβὲ σεαυτῷ σκεύη ποιμενικὰ ποιμένος ἀπείρου
Yahweh said to me, “Take for yourself yet again the equipment of a foolish shepherd.
耶和華又吩咐我說:「你再取愚昧牧人所用的器具,
11:16
διότι ἰδοὺ ἐγὼ ἐξεγείρω ποιμένα ἐπὶ τὴν γῆν τὸ ἐκλιμπάνον οὐ μὴ ἐπισκέψηται καὶ τὸ διεσκορπισμένον οὐ μὴ ζητήσῃ καὶ τὸ συντετριμμένον οὐ μὴ ἰάσηται καὶ τὸ ὁλόκληρον οὐ μὴ κατευθύνῃ καὶ τὰ κρέα τῶν ἐκλεκτῶν καταφάγεται καὶ τοὺς ἀστραγάλους αὐτῶν ἐκστρέψει
For, behold, I will raise up a shepherd in the land who will not visit those who are cut off, neither will seek those who are scattered, nor heal that which is broken, nor feed that which is sound; but he will eat the meat of the fat sheep, and will tear their hoofs in pieces.
因我要在這地興起一個牧人。他不看顧喪亡的,不尋找分散的,不醫治受傷的,也不牧養強壯的;卻要吃肥羊的肉,撕裂牠的蹄子。
11:17
οἱ ποιμαίνοντες τὰ μάταια καὶ οἱ καταλελοιπότες τὰ πρόβατα μάχαιρα ἐπὶ τοὺς βραχίονας αὐτοῦ καὶ ἐπὶ τὸν ὀφθαλμὸν τὸν δεξιὸν αὐτοῦ βραχίων αὐτοῦ ξηραινόμενος ξηρανθήσεται καὶ ὀφθαλμὸς δεξιὸς αὐτοῦ ἐκτυφλούμενος ἐκτυφλωθήσεται
Woe to the worthless shepherd who leaves the flock! The sword will strike his arm and his right eye. His arm will be completely withered, and his right eye will be totally blinded!”
無用的牧人丟棄羊群有禍了! 刀必臨到他的膀臂和右眼上。 他的膀臂必全然枯乾; 他的右眼也必昏暗失明。」
← ch. 10ch. 12 →
1234567891011121314