📜 Verbum
Scripture and the Fathers, read aloud in the original

← All books · Septuagint › Zechariah

Zechariah 8

Greek original · 23 verses · some words can be tapped for a gloss

← ch. 7ch. 9 →
📖 This chapter exists in 3 other originals — side by side (Hebrew Old Testament, Vulgate, Ge'ez Bible)
8:1
καὶ ἐγένετο λόγος κυρίου παντοκράτορος λέγων
The word of Yahweh of Armies came to me.
萬軍之耶和華的話臨到我說:
8:2
τάδε λέγει κύριος παντοκράτωρ ἐζήλωσα τὴν Ιερουσαλημ καὶ τὴν Σιων ζῆλον μέγαν καὶ θυμῷ μεγάλῳ ἐζήλωσα αὐτήν
Yahweh of Armies says: “I am jealous for Zion with great jealousy, and I am jealous for her with great wrath.”
「萬軍之耶和華如此說:我為錫安心裏極其火熱,我為她火熱,向她的仇敵發烈怒。
8:3
τάδε λέγει κύριος καὶ ἐπιστρέψω ἐπὶ Σιων καὶ κατασκηνώσω ἐν μέσῳ Ιερουσαλημ καὶ κληθήσεται Ιερουσαλημ πόλις ἀληθινὴ καὶ τὸ ὄρος κυρίου παντοκράτορος ὄρος ἅγιον
Yahweh says: “I have returned to Zion, and will dwell in the middle of Jerusalem. Jerusalem shall be called ‘The City of Truth;’ and the mountain of Yahweh of Armies, ‘The Holy Mountain.’”
耶和華如此說:我現在回到錫安,要住在耶路撒冷中。耶路撒冷必稱為誠實的城,萬軍之耶和華的山必稱為聖山。
8:4
τάδε λέγει κύριος παντοκράτωρ ἔτι καθήσονται πρεσβύτεροι καὶ πρεσβύτεραι ἐν ταῖς πλατείαις Ιερουσαλημ ἕκαστος τὴν ῥάβδον αὐτοῦ ἔχων ἐν τῇ χειρὶ αὐτοῦ ἀπὸ πλήθους ἡμερῶν
Yahweh of Armies says: “Old men and old women will again dwell in the streets of Jerusalem, every man with his staff in his hand because of their old age.
萬軍之耶和華如此說:將來必有年老的男女坐在耶路撒冷街上,因為年紀老邁就手拿柺杖。
8:5
καὶ αἱ πλατεῖαι τῆς πόλεως πλησθήσονται παιδαρίων καὶ κορασίων παιζόντων ἐν ταῖς πλατείαις αὐτῆς
The streets of the city will be full of boys and girls playing in its streets.”
城中街上必滿有男孩女孩玩耍。
8:6
τάδε λέγει κύριος παντοκράτωρ διότι εἰ ἀδυνατήσει ἐνώπιον τῶν καταλοίπων τοῦ λαοῦ τούτου ἐν ταῖς ἡμέραις ἐκείναις μὴ καὶ ἐνώπιον ἐμοῦ ἀδυνατήσει λέγει κύριος παντοκράτωρ
Yahweh of Armies says: “If it is marvelous in the eyes of the remnant of this people in those days, should it also be marvelous in my eyes?” says Yahweh of Armies.
萬軍之耶和華如此說:到那日,這事在餘剩的民眼中看為希奇,在我眼中也看為希奇嗎?這是萬軍之耶和華說的。
8:7
τάδε λέγει κύριος παντοκράτωρ ἰδοὺ ἐγὼ ἀνασῴζω τὸν λαόν μου ἀπὸ γῆς ἀνατολῶν καὶ ἀπὸ γῆς δυσμῶν
Yahweh of Armies says: “Behold, I will save my people from the east country and from the west country.
萬軍之耶和華如此說:我要從東方從西方救回我的民。
8:8
καὶ εἰσάξω αὐτοὺς καὶ κατασκηνώσω ἐν μέσῳ Ιερουσαλημ καὶ ἔσονταί μοι εἰς λαόν καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς θεὸν ἐν ἀληθείᾳ καὶ ἐν δικαιοσύνῃ
I will bring them, and they will dwell within Jerusalem. They will be my people, and I will be their God, in truth and in righteousness.”
我要領他們來,使他們住在耶路撒冷中。他們要作我的子民,我要作他們的上帝,都憑誠實和公義。」
8:9
τάδε λέγει κύριος παντοκράτωρ κατισχυέτωσαν αἱ χεῖρες ὑμῶν τῶν ἀκουόντων ἐν ταῖς ἡμέραις ταύταις τοὺς λόγους τούτους ἐκ στόματος τῶν προφητῶν ἀφ’ ἧς ἡμέρας τεθεμελίωται οἶκος κυρίου παντοκράτορος καὶ ναὸς ἀφ’ οὗ ᾠκοδόμηται
Yahweh of Armies says: “Let your hands be strong, you who hear in these days these words from the mouth of the prophets who were in the day that the foundation of the house of Yahweh of Armies was laid, even the temple, that it might be built.
萬軍之耶和華如此說:「當建造萬軍之耶和華的殿,立根基之日的先知所說的話,現在你們聽見,應當手裏強壯。
8:10
διότι πρὸ τῶν ἡμερῶν ἐκείνων μισθὸς τῶν ἀνθρώπων οὐκ ἔσται εἰς ὄνησιν καὶ μισθὸς τῶν κτηνῶν οὐχ ὑπάρξει καὶ τῷ ἐκπορευομένῳ καὶ τῷ εἰσπορευομένῳ οὐκ ἔσται εἰρήνη ἀπὸ τῆς θλίψεως καὶ ἐξαποστελῶ πάντας τοὺς ἀνθρώπους ἕκαστον ἐπὶ τὸν πλησίον αὐτοῦ
For before those days there was no wages for man nor any wages for an animal, neither was there any peace to him who went out or came in, because of the adversary. For I set all men everyone against his neighbor.
那日以先,人得不着雇價,牲畜也是如此;且因敵人的緣故,出入之人不得平安,乃因我使眾人互相攻擊。
8:11
καὶ νῦν οὐ κατὰ τὰς ἡμέρας τὰς ἔμπροσθεν ἐγὼ ποιῶ τοῖς καταλοίποις τοῦ λαοῦ τούτου λέγει κύριος παντοκράτωρ
But now I will not be to the remnant of this people as in the former days,” says Yahweh of Armies.
但如今,我待這餘剩的民必不像從前。這是萬軍之耶和華說的。
8:12
ἀλλ’ δείξω εἰρήνην ἄμπελος δώσει τὸν καρπὸν αὐτῆς καὶ γῆ δώσει τὰ γενήματα αὐτῆς καὶ οὐρανὸς δώσει τὴν δρόσον αὐτοῦ καὶ κατακληρονομήσω τοῖς καταλοίποις τοῦ λαοῦ μου πάντα ταῦτα
“For the seed of peace and the vine will yield its fruit, and the ground will give its increase, and the heavens will give their dew. I will cause the remnant of this people to inherit all these things.
因為他們必平安撒種,葡萄樹必結果子,地土必有出產,天也必降甘露。我要使這餘剩的民享受這一切的福。
8:13
καὶ ἔσται ὃν τρόπον ἦτε ἐν κατάρᾳ ἐν τοῖς ἔθνεσιν οἶκος Ιουδα καὶ οἶκος Ισραηλ οὕτως διασώσω ὑμᾶς καὶ ἔσεσθε ἐν εὐλογίᾳ θαρσεῖτε καὶ κατισχύετε ἐν ταῖς χερσὶν ὑμῶν
It shall come to pass that, as you were a curse among the nations, house of Judah and house of Israel, so I will save you, and you shall be a blessing. Don’t be afraid. Let your hands be strong.”
猶大家和以色列家啊,你們從前在列國中怎樣成為可咒詛的;照樣,我要拯救你們,使人稱你們為有福的 。你們不要懼怕,手要強壯。」
8:14
διότι τάδε λέγει κύριος παντοκράτωρ ὃν τρόπον διενοήθην τοῦ κακῶσαι ὑμᾶς ἐν τῷ παροργίσαι με τοὺς πατέρας ὑμῶν λέγει κύριος παντοκράτωρ καὶ οὐ μετενόησα
For Yahweh of Armies says: “As I thought to do evil to you when your fathers provoked me to wrath,” says Yahweh of Armies, “and I didn’t repent,
萬軍之耶和華如此說:「你們列祖惹我發怒的時候,我怎樣定意降禍,並不後悔。
8:15
οὕτως παρατέταγμαι καὶ διανενόημαι ἐν ταῖς ἡμέραις ταύταις τοῦ καλῶς ποιῆσαι τὴν Ιερουσαλημ καὶ τὸν οἶκον Ιουδα θαρσεῖτε
so again I have thought in these days to do good to Jerusalem and to the house of Judah. Don’t be afraid.
現在我照樣定意施恩與耶路撒冷和猶大家,你們不要懼怕。
8:16
οὗτοι οἱ λόγοι οὓς ποιήσετε λαλεῖτε ἀλήθειαν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ καὶ κρίμα εἰρηνικὸν κρίνατε ἐν ταῖς πύλαις ὑμῶν
These are the things that you shall do: speak every man the truth with his neighbor. Execute the judgment of truth and peace in your gates,
你們所當行的是這樣:各人與鄰舍說話誠實,在城門口按至理判斷,使人和睦。
8:17
καὶ ἕκαστος τὴν κακίαν τοῦ πλησίον αὐτοῦ μὴ λογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν καὶ ὅρκον ψευδῆ μὴ ἀγαπᾶτε διότι ταῦτα πάντα ἐμίσησα λέγει κύριος παντοκράτωρ
and let none of you devise evil in your hearts against his neighbor, and love no false oath; for all these are things that I hate,” says Yahweh.
誰都不可心裏謀害鄰舍,也不可喜愛起假誓,因為這些事都為我所恨惡。這是耶和華說的。」
8:18
καὶ ἐγένετο λόγος κύριου παντοκράτορος πρός με λέγων
The word of Yahweh of Armies came to me.
萬軍之耶和華的話臨到我說:
8:19
τάδε λέγει κύριος παντοκράτωρ νηστεία τετρὰς καὶ νηστεία πέμπτη καὶ νηστεία ἑβδόμη καὶ νηστεία δεκάτη ἔσονται τῷ οἴκῳ Ιουδα εἰς χαρὰν καὶ εἰς εὐφροσύνην καὶ εἰς ἑορτὰς ἀγαθὰς καὶ εὐφρανθήσεσθε καὶ τὴν ἀλήθειαν καὶ τὴν εἰρήνην ἀγαπήσατε
Yahweh of Armies says: “The fasts of the fourth, fifth, seventh, and tenth months shall be for the house of Judah joy, gladness, and cheerful feasts. Therefore love truth and peace.”
「萬軍之耶和華如此說:四月、五月禁食的日子,七月、十月禁食的日子,必變為猶大家歡喜快樂的日子和歡樂的節期;所以你們要喜愛誠實與和平。」
8:20
τάδε λέγει κύριος παντοκράτωρ ἔτι ἥξουσιν λαοὶ πολλοὶ καὶ κατοικοῦντες πόλεις πολλάς
Yahweh of Armies says: “Many peoples and the inhabitants of many cities will yet come.
萬軍之耶和華如此說:「將來必有列國的人和多城的居民來到。
8:21
καὶ συνελεύσονται κατοικοῦντες πέντε πόλεις εἰς μίαν πόλιν λέγοντες πορευθῶμεν δεηθῆναι τοῦ προσώπου κυρίου καὶ ἐκζητῆσαι τὸ πρόσωπον κυρίου παντοκράτορος πορεύσομαι κἀγώ
The inhabitants of one will go to another, saying, ‘Let’s go speedily to entreat the favor of Yahweh, and to seek Yahweh of Armies. I will go also.’
這城的居民必到那城,說:『我們要快去懇求耶和華的恩,尋求萬軍之耶和華;我也要去。』
8:22
καὶ ἥξουσιν λαοὶ πολλοὶ καὶ ἔθνη πολλὰ ἐκζητῆσαι τὸ πρόσωπον κυρίου παντοκράτορος ἐν Ιερουσαλημ καὶ τοῦ ἐξιλάσκεσθαι τὸ πρόσωπον κυρίου
Yes, many peoples and strong nations will come to seek Yahweh of Armies in Jerusalem and to entreat the favor of Yahweh.”
必有列邦的人和強國的民來到耶路撒冷尋求萬軍之耶和華,懇求耶和華的恩。
8:23
τάδε λέγει κύριος παντοκράτωρ ἐν ταῖς ἡμέραις ἐκείναις ἐὰν ἐπιλάβωνται δέκα ἄνδρες ἐκ πασῶν τῶν γλωσσῶν τῶν ἐθνῶν καὶ ἐπιλάβωνται τοῦ κρασπέδου ἀνδρὸς Ιουδαίου λέγοντες πορευσόμεθα μετὰ σοῦ διότι ἀκηκόαμεν ὅτι θεὸς μεθ’ ὑμῶν ἐστιν
Yahweh of Armies says: “In those days, ten men out of all the languages of the nations will take hold of the skirt of him who is a Jew, saying, ‘We will go with you, for we have heard that God is with you.’”
萬軍之耶和華如此說:在那些日子,必有十個人從列國諸族 中出來,拉住一個猶大人的衣襟,說:『我們要與你們同去,因為我們聽見上帝與你們同在了。』」
← ch. 7ch. 9 →
1234567891011121314