📜 Verbum
Scripture and the Fathers, read aloud in the original

← All books · Septuagint › Zechariah

Zechariah 14

Greek original · 21 verses · some words can be tapped for a gloss

← ch. 13
📖 This chapter exists in 3 other originals — side by side (Hebrew Old Testament, Vulgate, Ge'ez Bible)
14:1
ἰδοὺ ἡμέραι ἔρχονται τοῦ κυρίου καὶ διαμερισθήσεται τὰ σκῦλά σου ἐν σοί
Behold, a day of Yahweh comes, when your plunder will be divided within you.
耶和華的日子臨近,你的財物必被搶掠,在你中間分散。
14:2
καὶ ἐπισυνάξω πάντα τὰ ἔθνη ἐπὶ Ιερουσαλημ εἰς πόλεμον καὶ ἁλώσεται πόλις καὶ διαρπαγήσονται αἱ οἰκίαι καὶ αἱ γυναῖκες μολυνθήσονται καὶ ἐξελεύσεται τὸ ἥμισυ τῆς πόλεως ἐν αἰχμαλωσίᾳ οἱ δὲ κατάλοιποι τοῦ λαοῦ μου οὐ μὴ ἐξολεθρευθῶσιν ἐκ τῆς πόλεως
For I will gather all nations against Jerusalem to battle; and the city will be taken, the houses rifled, and the women ravished. Half of the city will go out into captivity, and the rest of the people will not be cut off from the city.
因為我必聚集萬國與耶路撒冷爭戰,城必被攻取,房屋被搶奪,婦女被玷污,城中的民一半被擄去;剩下的民仍在城中,不致剪除。
14:3
καὶ ἐξελεύσεται κύριος καὶ παρατάξεται ἐν τοῖς ἔθνεσιν ἐκείνοις καθὼς ἡμέρα παρατάξεως αὐτοῦ ἐν ἡμέρᾳ πολέμου
Then Yahweh will go out and fight against those nations, as when he fought in the day of battle.
那時,耶和華必出去與那些國爭戰,好像從前爭戰一樣。
14:4
καὶ στήσονται οἱ πόδες αὐτοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπὶ τὸ ὄρος τῶν ἐλαιῶν τὸ κατέναντι Ιερουσαλημ ἐξ ἀνατολῶν καὶ σχισθήσεται τὸ ὄρος τῶν ἐλαιῶν τὸ ἥμισυ αὐτοῦ πρὸς ἀνατολὰς καὶ τὸ ἥμισυ αὐτοῦ πρὸς θάλασσαν χάος μέγα σφόδρα καὶ κλινεῖ τὸ ἥμισυ τοῦ ὄρους πρὸς βορρᾶν καὶ τὸ ἥμισυ αὐτοῦ πρὸς νότον
His feet will stand in that day on the Mount of Olives, which is before Jerusalem on the east; and the Mount of Olives will be split in two from east to west, making a very great valley. Half of the mountain will move toward the north, and half of it toward the south.
那日,他的腳必站在耶路撒冷前面朝東的橄欖山上。這山必從中間分裂,自東至西成為極大的谷。山的一半向北挪移,一半向南挪移。
14:5
καὶ ἐμφραχθήσεται φάραγξ ὀρέων μου καὶ ἐγκολληθήσεται φάραγξ ὀρέων ἕως Ιασολ καὶ ἐμφραχθήσεται καθὼς ἐνεφράγη ἐν ταῖς ἡμέραις τοῦ σεισμοῦ ἐν ἡμέραις Οζιου βασιλέως Ιουδα καὶ ἥξει κύριος θεός μου καὶ πάντες οἱ ἅγιοι μετ’ αὐτοῦ
You shall flee by the valley of my mountains, for the valley of the mountains shall reach to Azel. Yes, you shall flee, just like you fled from before the earthquake in the days of Uzziah king of Judah. Yahweh my God will come, and all the holy ones with you.
你們要從我山的谷中逃跑,因為山谷必延到亞薩。你們逃跑,必如猶大王烏西雅年間的人逃避大地震一樣。耶和華-我的上帝必降臨,有一切聖者同來。
14:6
ἐν ἐκείνῃ τῇ ἡμέρᾳ οὐκ ἔσται φῶς καὶ ψῦχος καὶ πάγος
It will happen in that day that there will not be light, cold, or frost.
那日,必沒有光,三光必退縮。
14:7
ἔσται μίαν ἡμέραν καὶ ἡμέρα ἐκείνη γνωστὴ τῷ κυρίῳ καὶ οὐχ ἡμέρα καὶ οὐ νύξ καὶ πρὸς ἑσπέραν ἔσται φῶς
It will be a unique day which is known to Yahweh—not day, and not night; but it will come to pass that at evening time there will be light.
那日,必是耶和華所知道的,不是白晝,也不是黑夜,到了晚上才有光明。
14:8
καὶ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελεύσεται ὕδωρ ζῶν ἐξ Ιερουσαλημ τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν πρώτην καὶ τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην καὶ ἐν θέρει καὶ ἐν ἔαρι ἔσται οὕτως
It will happen in that day that living waters will go out from Jerusalem, half of them toward the eastern sea, and half of them toward the western sea. It will be so in summer and in winter.
那日,必有活水從耶路撒冷出來,一半往東海流,一半往西海流;冬夏都是如此。
14:9
καὶ ἔσται κύριος εἰς βασιλέα ἐπὶ πᾶσαν τὴν γῆν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται κύριος εἷς καὶ τὸ ὄνομα αὐτοῦ ἕν
Yahweh will be King over all the earth. In that day Yahweh will be one, and his name one.
耶和華必作全地的王。那日耶和華必為獨一無二的,他的名也是獨一無二的。
14:10
κυκλῶν πᾶσαν τὴν γῆν καὶ τὴν ἔρημον ἀπὸ Γαβε ἕως Ρεμμων κατὰ νότον Ιερουσαλημ Ραμα δὲ ἐπὶ τόπου μενεῖ ἀπὸ τῆς πύλης Βενιαμιν ἕως τοῦ τόπου τῆς πύλης τῆς πρώτης ἕως τῆς πύλης τῶν γωνιῶν καὶ ἕως τοῦ πύργου Ανανεηλ ἕως τῶν ὑποληνίων τοῦ βασιλέως
All the land will be made like the Arabah, from Geba to Rimmon south of Jerusalem; and she will be lifted up and will dwell in her place, from Benjamin’s gate to the place of the first gate, to the corner gate, and from the tower of Hananel to the king’s wine presses.
全地,從迦巴直到耶路撒冷南方的臨門,要變為亞拉巴。耶路撒冷必仍居高位,就是從便雅憫門到第一門之處,又到角門,並從哈楠業樓,直到王的酒醡。
14:11
κατοικήσουσιν ἐν αὐτῇ καὶ οὐκ ἔσται ἀνάθεμα ἔτι καὶ κατοικήσει Ιερουσαλημ πεποιθότως
Men will dwell therein, and there will be no more curse; but Jerusalem will dwell safely.
人必住在其中,不再有咒詛。耶路撒冷人必安然居住。
14:12
καὶ αὕτη ἔσται πτῶσις ἣν κόψει κύριος πάντας τοὺς λαούς ὅσοι ἐπεστράτευσαν ἐπὶ Ιερουσαλημ τακήσονται αἱ σάρκες αὐτῶν ἑστηκότων αὐτῶν ἐπὶ τοὺς πόδας αὐτῶν καὶ οἱ ὀφθαλμοὶ αὐτῶν ῥυήσονται ἐκ τῶν ὀπῶν αὐτῶν καὶ γλῶσσα αὐτῶν τακήσεται ἐν τῷ στόματι αὐτῶν
This will be the plague with which Yahweh will strike all the peoples who have fought against Jerusalem: their flesh will consume away while they stand on their feet, and their eyes will consume away in their sockets, and their tongue will consume away in their mouth.
耶和華用災殃攻擊那與耶路撒冷爭戰的列國人,必是這樣:他們兩腳站立的時候,肉必消沒,眼在眶中乾癟,舌在口中潰爛。
14:13
καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔκστασις κυρίου ἐπ’ αὐτοὺς μεγάλη καὶ ἐπιλήμψονται ἕκαστος τῆς χειρὸς τοῦ πλησίον αὐτοῦ καὶ συμπλακήσεται χεὶρ αὐτοῦ πρὸς χεῖρα τοῦ πλησίον αὐτοῦ
It will happen in that day that a great panic from Yahweh will be among them; and they will each seize the hand of his neighbor, and his hand will rise up against the hand of his neighbor.
那日,耶和華必使他們大大擾亂。他們各人彼此揪住,舉手攻擊。
14:14
καὶ Ιουδας παρατάξεται ἐν Ιερουσαλημ καὶ συνάξει τὴν ἰσχὺν πάντων τῶν λαῶν κυκλόθεν χρυσίον καὶ ἀργύριον καὶ ἱματισμὸν εἰς πλῆθος σφόδρα
Judah also will fight at Jerusalem; and the wealth of all the surrounding nations will be gathered together: gold, silver, and clothing, in great abundance.
猶大也必在耶路撒冷爭戰。那時四圍各國的財物,就是許多金銀衣服,必被收聚。
14:15
καὶ αὕτη ἔσται πτῶσις τῶν ἵππων καὶ τῶν ἡμιόνων καὶ τῶν καμήλων καὶ τῶν ὄνων καὶ πάντων τῶν κτηνῶν τῶν ὄντων ἐν ταῖς παρεμβολαῖς ἐκείναις κατὰ τὴν πτῶσιν ταύτην
A plague like this will fall on the horse, on the mule, on the camel, on the donkey, and on all the animals that will be in those camps.
那臨到馬匹、騾子、駱駝、驢,和營中一切牲畜的災殃是與那災殃一般。
14:16
καὶ ἔσται ὅσοι ἐὰν καταλειφθῶσιν ἐκ πάντων τῶν ἐθνῶν τῶν ἐλθόντων ἐπὶ Ιερουσαλημ καὶ ἀναβήσονται κατ’ ἐνιαυτὸν τοῦ προσκυνῆσαι τῷ βασιλεῖ κυρίῳ παντοκράτορι καὶ τοῦ ἑορτάζειν τὴν ἑορτὴν τῆς σκηνοπηγίας
It will happen that everyone who is left of all the nations that came against Jerusalem will go up from year to year to worship the King, Yahweh of Armies, and to keep the feast of booths.
所有來攻擊耶路撒冷列國中剩下的人,必年年上來敬拜大君王-萬軍之耶和華,並守住棚節。
14:17
καὶ ἔσται ὅσοι ἐὰν μὴ ἀναβῶσιν ἐκ πασῶν τῶν φυλῶν τῆς γῆς εἰς Ιερουσαλημ τοῦ προσκυνῆσαι τῷ βασιλεῖ κυρίῳ παντοκράτορι καὶ οὗτοι ἐκείνοις προστεθήσονται
It will be that whoever of all the families of the earth doesn’t go up to Jerusalem to worship the King, Yahweh of Armies, on them there will be no rain.
地上萬族中,凡不上耶路撒冷敬拜大君王-萬軍之耶和華的,必無雨降在他們的地上。
14:18
ἐὰν δὲ φυλὴ Αἰγύπτου μὴ ἀναβῇ μηδὲ ἔλθῃ ἐκεῖ καὶ ἐπὶ τούτοις ἔσται πτῶσις ἣν πατάξει κύριος πάντα τὰ ἔθνη ὅσα ἐὰν μὴ ἀναβῇ τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆς σκηνοπηγίας
If the family of Egypt doesn’t go up and doesn’t come, neither will it rain on them. This will be the plague with which Yahweh will strike the nations that don’t go up to keep the feast of booths.
埃及族若不上來,雨也不降在他們的地上;凡不上來守住棚節的列國人,耶和華也必用這災攻擊他們。
14:19
αὕτη ἔσται ἁμαρτία Αἰγύπτου καὶ ἁμαρτία πάντων τῶν ἐθνῶν ὅσα ἂν μὴ ἀναβῇ τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆς σκηνοπηγίας
This will be the punishment of Egypt and the punishment of all the nations that don’t go up to keep the feast of booths.
這就是埃及的刑罰和那不上來守住棚節之列國的刑罰。
14:20
ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται τὸ ἐπὶ τὸν χαλινὸν τοῦ ἵππου ἅγιον τῷ κυρίῳ παντοκράτορι καὶ ἔσονται οἱ λέβητες οἱ ἐν τῷ οἴκῳ κυρίου ὡς φιάλαι πρὸ προσώπου τοῦ θυσιαστηρίου
In that day there will be inscribed on the bells of the horses, “HOLY TO YAHWEH”; and the pots in Yahweh’s house will be like the bowls before the altar.
當那日,馬的鈴鐺上必有「歸耶和華為聖」的這句話。耶和華殿內的鍋必如祭壇前的碗一樣。
14:21
καὶ ἔσται πᾶς λέβης ἐν Ιερουσαλημ καὶ ἐν τῷ Ιουδα ἅγιον τῷ κυρίῳ παντοκράτορι καὶ ἥξουσιν πάντες οἱ θυσιάζοντες καὶ λήμψονται ἐξ αὐτῶν καὶ ἑψήσουσιν ἐν αὐτοῖς καὶ οὐκ ἔσται Χαναναῖος οὐκέτι ἐν τῷ οἴκῳ κυρίου παντοκράτορος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ
Yes, every pot in Jerusalem and in Judah will be holy to Yahweh of Armies; and all those who sacrifice will come and take of them, and cook in them. In that day there will no longer be a Canaanite in the house of Yahweh of Armies.
凡耶路撒冷和猶大的鍋都必歸萬軍之耶和華為聖。凡獻祭的都必來取這鍋,煮肉在其中。當那日,在萬軍之耶和華的殿中必不再有迦南人。
← ch. 13
1234567891011121314