📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 希臘教父 › 哥林多前書講道集

金口若望

哥林多前書講道集 第 40 章

希臘文原文.222 節.部分字詞可點開查義

← 第 39 章第 41 章 →
40:1
Ἐπεὶ τί ποιήσουσιν οἱ βαπτιζόμενοι ὑπὲρ τῶν νεκρῶν, εἰ ὅλως νεκροὶ οὐκ ἐγείρονται; τί καὶ βαπτίζονται ὑπὲρ τῶν νεκρῶν; αʹ
「不然,那些為死人受洗的,將來怎樣呢?若死人總不復活,因何為他們受洗呢?」(第一章)
"Else what shall they do who are baptized for the dead, if the dead rise not at all? Why are they then baptized for the dead?" (Chapter 1)
40:2
Ἑτέρῳ πάλιν ἐπιχειρεῖ κεφαλαίῳ, ποτὲ μὲν ἐξ ὧν Θεὸς ποιεῖ, ποτὲ δὲ ἐξ αὐτῶν ὧν πράττουσι, τὰ λεγόμενα κατασκευάζων
他又著手處理另一個要點,時而從神所行的事,時而從他們自己所行的事,來確立他所說的話。
He takes up yet another heading, establishing what he says now from the things which God does, now from the very things which they themselves do.
40:3
Οὐ μικρὸν δὲ καὶ τοῦτο εἰς συνηγορίαν δικαίωμα, ὅταν τοὺς ἀντιλέγοντας αὐτοὺς μάρτυρας παραγάγῃ, δι' ὧν ποιοῦσι, τῶν λεγομένων
這也是他為己申辯的一個不小的憑據,就是當他藉著那些反對他之人所行的事,把他們自己引為所論之事的見證。
And this too is no small ground for his defence, when he brings forward as witnesses the very ones who contradict him, through the things which they do, to confirm what is being said.
40:4
Τί οὖν ἐστιν φησιν; βούλεσθε πρῶτον εἴπω, πῶς παραποιοῦσι τὴν ῥῆσιν ταύτην οἱ τὰ Μαρκίωνος νο- σοῦντες; Καὶ οἶδα μὲν ὅτι πολὺν κινήσω γέλωτα, πλὴν ἀλλὰ καὶ διὰ τοῦτο μάλιστα ἐρῶ, ἵνα μειζόνως αὐτῶν φύγητε τὴν νόσον
那麼他所說的究竟是甚麼呢?還是你們願意我先講明那些染上馬吉安異端病症的人如何曲解這段話呢?我固然知道我要引起許多譏笑;然而正因如此,我才格外要說,好叫你們更加躲避他們的病症。
What then is it that he says? Or do you wish that I first tell how those infected with Marcion's disease corrupt this passage? And I know indeed that I shall stir up much laughter; yet on this very account most of all will I speak, that you may the more shun their sickness.
40:5
Ἐπειδὰν γάρ τις κατηχού- μενος ἀπέλθῃ παρ' αὐτοῖς, τὸν ζῶντα ὑπὸ τὴν κλίνην τοῦ τετελευτηκότος κρύψαντες, προσίασι τῷ νεκρῷ καὶ διαλέγονται καὶ πυνθάνονται, εἰ βούλοιτο λαβεῖν τὸ βάπτισμα·
原來他們中間若有一個尚未受洗的慕道者離世,他們就把一個活人藏在死者的臥榻底下,然後走近死屍與它交談,問它是否願意受洗;
For when any catechumen among them departs this life, they hide a living person under the couch of the deceased, and approach the corpse and converse with it and ask whether he would receive baptism;
40:6
εἶτα ἐκείνου μηδὲν ἀποκρινομένου, κεκρυμμένος κάτωθεν ἀντ' ἐκείνου φησὶν, ὅτι δὴ βούλοιτο βαπτισθῆναι·
接著,那死人既毫無回答,藏在底下的人就代它回答,說它的確願意受洗;
then, when the dead man answers nothing, the one hidden below answers in his stead that he indeed wishes to be baptized;
40:7
καὶ οὕτω βαπτίζουσιν αὐτὸν ἀντὶ τοῦ ἀπελθόντος, καθάπερ ἐπὶ τῆς σκηνῆς παί- ζοντες·
他們就這樣代替那已離世的人給他施洗,彷彿在戲台上演戲一般;
and so they baptize him in the stead of the departed, as though playing a part upon the stage;
40:8
τοσοῦτον ἴσχυσε ταῖς τῶν ῥᾳθύμων ψυχαῖς διάβολος
魔鬼在懶惰之人的靈魂上所得的權勢,竟是這樣大。
so great is the power the devil has gained over the souls of the slothful.
40:9
Εἶτα ἐγκαλούμενοι, τουτὶ παράγουσι τὸ ῥῆμα λέγοντες, ὅτι καὶ Ἀπόστολος εἴρηκεν·
隨後,他們被人責問時,便引出這句話來,聲稱使徒也曾說過:
Then, when they are called to account, they bring forward this saying, alleging that the Apostle also has said:
40:10
Οἱ βαπτιζόμενοι ὑπὲρ τῶν νεκρῶν
「那些為死人受洗的。」
"Those who are baptized for the dead."
40:11
Εἶδες τὸν καταγέ- λωτα τὸν πολύν; ἆρ' οὖν πρὸς ταῦτα ἀντειπεῖν ἄξιον; Οὐκ ἔγωγε οἶμαι·
你看見這極大的荒唐了嗎?那麼,對此值得答辯甚麼嗎?我個人以為不值得;
Do you see the great absurdity? Is it then worth while to say anything in reply to this? I for my part think not;
40:12
πλὴν εἰ μὴ καὶ τοῖς μαινομένοις, ὑπὲρ ὧν παραπαίοντες φθέγγονται, διαλέγεσθαι δεῖ
除非人也當與瘋狂的人辯論他們在錯亂中所說的胡言。
unless indeed one ought also to argue with madmen concerning the things they utter in their raving.
40:13
Ἵνα δὲ μηδεὶς τῶν σφόδρα ἀφελεστέρων ἁλῷ, ἀναγ- καῖον ὑπομεῖναι καὶ τὴν πρὸς τούτους ἀντίῤῥησιν
然而為叫那較為單純的人沒有一個被網羅,我們就必須忍耐著也向這些人作出反駁。
But that none of the more simple-minded may be ensnared, it is necessary to endure making a refutation against these men as well.
40:14
Εἰ γὰρ τοῦτο ἔλεγε Παῦλος, τίνος ἕνεκεν ἠπείλησεν Θεὸς τῷ μὴ βαπτιζομένῳ
因為保羅若是這個意思,神為何威嚇那不受洗的人呢?
For if Paul meant this, why did God threaten the one who is not baptized?
40:15
Οὐ γὰρ ἔστι τινὰ μὴ βαπτισθῆναι λοιπὸν ἐπινοηθέντος τούτου·
因為這法子一經發明,就再沒有一個人能夠不受洗了;
For once this device has been invented, it is no longer possible for anyone to remain unbaptized;
40:16
ἄλλως δὲ τὸ ἔγκλημα οὐκέτι παρὰ τὸν ἀπελθόντα γίνεται, ἀλλὰ παρὰ τὸν ζῶντα
再者,這罪責也不再歸於已離世的人,倒要歸於那活著的人。
and besides, the blame no longer falls upon the departed, but upon the living.
40:17
Τίσι δὲ ἔλεγεν, Ἐὰν μὴ φάγητέ μου τὴν σάρκα, καὶ πίητέ μου τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς; τοῖς ζῶσιν, τοῖς τετελευτηκόσιν, εἰπέ μοι, καὶ πάλιν, Ἂν μή τις ἀναγεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύναται ἰδεῖν τὴν βα- σιλείαν τοῦ Θεοῦ; Εἰ
還有,祂是向誰說「你們若不吃我的肉,不喝我的血,就沒有生命在你們裏面」的呢?請告訴我,是向活人還是向死人說的呢?又說「人若不是從水和聖靈重生的,就不能見神的國。」因為若
And to whom did He say, "Except ye eat my flesh and drink my blood, ye have no life in yourselves"? to the living, or to the dead, tell me? And again, "Except a man be born again of water and of the Spirit, he cannot see the kingdom of God." For if
40:18
γὰρ τοῦτο ἐφεῖται, καὶ οὐ χρεία γνώμης τῆς τοῦ λαμβάνοντος, οὐδὲ συγκατα- θέσεως τῆς ἐν τῷ ζῇν, τί κωλύει καὶ Ἕλληνας καὶ Ἰουδαίους οὕτω γενέσθαι πιστοὺς, ἑτέρων μετὰ τὴν τελευτὴν ἐκείνων ὑπὲρ ἐκείνων ταῦτα ποιούντων; Ἀλλ' ἵνα μὴ ἐπιπλέον τὰ ἀραχνίδια διακόπτοντες ματαιοπονῶμεν, φέρε τῆς ῥήσεως ταύτης τὴν δύ- ναμιν ὑμῖν ἀναπτύξωμεν
這樣的事是被允准的,並且不需要領受者的心意,也不需要他活著時的同意,那麼有甚麼能攔阻連外邦人與猶太人也照樣成為信徒呢——只要在那些人死後,別人替他們行這些事?但為叫我們不至白費力氣,再去撕扯這些蛛絲,來罷,讓我們向你們展開這句話的真意。
this were permitted, and there were no need of the intention of the one receiving, nor of his consent while alive, what is to hinder even Greeks and Jews from thus becoming believers, when others after those men's death do these things on their behalf? But that we may not labour in vain by cutting apart cobwebs further, come, let us unfold to you the force of this saying.
40:19
Τί οὖν φησιν Παῦλος; Πρῶτον δὲ ἀναμνῆσαι βούλομαι τοὺς μεμνη- μένους ὑμᾶς ῥήσεως, ἣν κατὰ τὴν ἑσπέραν ἐκείνην. οἱ μυσταγωγοῦντες ὑμᾶς λέγειν κελεύουσι, καὶ τότε ἐρῶ καὶ τὸ τοῦ Παύλου·
那麼保羅究竟說了甚麼呢?但我要先提醒你們中間記得那句話的人,就是在那個晚上,那些引你們進入奧秘的人吩咐你們所說的話;然後我也要講明保羅的意思;
What then does Paul say? But first I wish to remind those of you who remember the saying which, on that evening, those who initiate you into the mysteries bid you say; and then I will also declare Paul's meaning;
40:20
οὕτω γὰρ ὑμῖν καὶ τοῦτο ἔσται σαφέστερον
因為這樣,這一點在你們也就更加明白了。
for in this way this too will become clearer to you.
40:21
Μετὰ γὰρ τὰ ἄλλα πάντα τοῦτο προστίθεμεν, νῦν Παῦλος λέγει
因為在其餘一切之後,我們加上保羅如今所說的這句話。
For after all the rest we add this which Paul now says.
40:22
Καὶ βούλομαι μὲν σαφῶς αὐτὸ εἰπεῖν, οὐ τολμῶ δὲ διὰ τοὺς ἀμυή- τους·
我固然願意把它明說出來,卻因那些未受奧秘之人的緣故,不敢如此行;
And I do indeed wish to say it plainly, but I dare not, on account of the uninitiated;
40:23
οὗτοι γὰρ δυσκολωτέραν ἡμῖν ποιοῦσι τὴν ἐξ- ήγησιν, ἀναγκάζοντες μὴ λέγειν σαφῶς, εἰς αὐ- τοὺς ἐκφέρειν τὰ ἀπόῤῥητα
因為這些人使我們的講解更加為難,逼得我們或是不能明說,或是要把那不可言傳的奧秘向他們洩露出來。
for these make our exposition more difficult, compelling us either not to speak plainly, or to bring forth the unspeakable things unto them.
40:24
Πλὴν ἀλλ' ὡς ἂν οἷός τε , συνεσκιασμένως ἐρῶ
雖然如此,我要盡我所能,用隱晦的言語來說。
Nevertheless, as far as I am able, I will speak in veiled terms.
40:25
Μετὰ γὰρ τὴν ἀπαγγελίαν τῶν μυστικῶν ῥημάτων ἐκείνων καὶ φοβερῶν, καὶ τοὺς φρικτοὺς κανόνας τῶν ἐκ τοῦ οὐρανοῦ κατενεχ- θέντων δογμάτων, καὶ τοῦτο πρὸς τῷ τέλει προστί- θεμεν, ὅταν μέλλωμεν βαπτίζειν, κελεύοντες λέγειν, ὅτι Πιστεύω εἰς νεκρῶν ἀνάστασιν, καὶ ἐπὶ τῇ πίστει ταύτῃ βαπτιζόμεθα
因為在宣告了那些奧秘可畏的話語,並那從天上降下之教義的可畏準則之後,我們在末了還加上這一句:當我們將要施洗時,吩咐受洗者說「我信死人復活」,我們正是憑著這信而受洗。
For after the pronouncement of those mystical and awesome words, and the dread canons of the doctrines brought down from heaven, we add this also toward the end, when we are about to baptize, bidding him say: "I believe in the resurrection of the dead," and upon this faith we are baptized.
40:26
Μετὰ γὰρ τὸ ὁμολογῆσαι τοῦτο μετὰ τῶν ἄλλων, τότε καθιέμεθα εἰς τὴν πηγὴν τῶν ἱερῶν ναμάτων ἐκείνων
因為在與其餘各項一同承認了這信之後,我們才被放下,進入那些聖潔水流的泉源。
For after confessing this together with the rest, then we are let down into the fountain of those sacred streams.
40:27
Τοῦτο τοίνυν ἀναμιμνήσκων Παῦλος ἔλεγεν·
所以保羅正是提醒人記起這事,才說:
This then it was that Paul was recalling to mind when he said:
40:28
Εἰ μὴ ἔστιν ἀνάστασις, τί καὶ βαπτίζῃ ὑπὲρ τῶν νεκρῶν; τουτέστι, τῶν σωμάτων
「若沒有復活,你又為何為死人受洗呢?」——這就是說,為身體受洗。
"If there be no resurrection, why art thou then baptized for the dead?"—that is, for the bodies.
40:29
Καὶ γὰρ ἐπὶ τούτῳ βαπτίζῃ, τοῦ νεκροῦ σώματος ἀνάστασιν πιστεύων, ὅτι οὐκέτι μένει νεκρόν
因為你受洗正是為著這緣故,相信那死了之身體的復活,知道它不再存留為死的。
For it is on this account that you are baptized, believing in the resurrection of the dead body, that it no longer remains dead.
40:30
Καὶ σὺ μὲν διὰ τῶν ῥημάτων λέγεις νεκρῶν ἀνάστασιν·
你固然藉著言語述說死人的復活;
And you indeed by your words speak of the resurrection of the dead;
40:31
δὲ ἱερεὺς, ὥσπερ ἐν εἰκόνι τινὶ, ἅπερ ἐπίστευσας καὶ διὰ τῶν ῥημάτων ὡμολόγησας, δείκνυσί σοι καὶ διὰ τῶν πραγμάτων αὐτῶν
但那祭司,彷彿藉著某種圖像,也藉著實際的行動,把你所信、並藉言語所承認的那些事顯明給你看。
but the priest, as in a kind of image, shows you also through the very deeds those things which you believed and confessed by your words.
40:32
Ὅταν χωρὶς σημείου πιστεύῃς, τότε σοι καὶ τὸ σημεῖον παρέχει·
當你不藉任何憑據而相信時,祂就把憑據也賜給你;
When you believe apart from any sign, then He furnishes you the sign as well;
40:33
ὅταν τὰ σαυτοῦ ποιήσῃς, τότε καὶ Θεός σε πληροφορεῖ
當你盡了自己本分時,神也就使你得著十足的確信。
when you have done your own part, then God also gives you full assurance.
40:34
Πῶς καὶ τίνι τρόπῳ; Διὰ τοῦ ὕδατος
怎樣?用甚麼方法呢?就是藉著水。
How, and in what manner? Through the water.
40:35
Τὸ γὰρ βαπτί- ζεσθαι καὶ καταδύεσθαι, εἶτα ἀνανεύειν, τῆς εἰς ᾅδου καταβάσεώς ἐστι σύμβολον καὶ τῆς ἐκεῖθεν ἀνόδου
因為受洗、被浸入水中,然後再上來,乃是下到陰間並從那裏上來的表徵。
For to be baptized and to be plunged under, and then to rise up again, is a symbol of the descent into Hades and of the ascent thence.
40:36
Διὸ καὶ τάφον τὸ βάπτισμα Παῦλος καλεῖ λέγων·
因此保羅也稱洗禮為墳墓,說:
Wherefore Paul also calls baptism a tomb, saying:
40:37
Συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτί- σματος εἰς τὸν θάνατον
「我們藉著洗禮歸入死,和祂一同埋葬。」
"We were buried therefore with him by baptism into death."
40:38
Ἀπὸ τούτου καὶ τὸ μέλ- λον ἀξιόπιστον ποιεῖ, τῶν σωμάτων λέγω τὴν ἀνά- στασιν
他也從這事使將來之事成為可信的——我是說身體的復活。
From this he also makes the future thing worthy of belief—I mean the resurrection of the bodies.
40:39
Τοῦ γὰρ σῶμα ἀναστῆσαι πολλῷ μεῖζον τὸ ἁμαρτήματα ἀφανίσαι
因為塗抹罪孽,遠比叫身體復活更為浩大。
For to blot out sins is a far greater thing than to raise up a body.
40:40
Καὶ τοῦτο Χριστὸς ἀποφαι- νόμενος, ἔλεγεν·
基督宣告這事時,也曾說:
And Christ, declaring this, said:
40:41
Τί γάρ ἐστιν εὐκοπώτερον εἰπεῖν, Ἀφέωνταί σοι αἱ ἁμαρτίαι, εἰπεῖν, Ἆρον τὸν κράββατόν σου, καὶ περιπάτει; Τὸ μὲν δυσκο- λώτερον ἐκεῖνο, φησίν·
「或說『你的罪赦了』,或說『你起來拿你的褥子行走』,哪一樣容易呢?那前一樣乃是更難的,」祂說;
"For which is easier, to say, Thy sins are forgiven thee, or to say, Take up thy bed, and walk? That former thing is the more difficult," He says;
40:42
ἐπειδὴ δὲ ἀπιστεῖτε ἅτε ἀδήλῳ ὄντι, καὶ τὸ εὐκολώτερον ἀντὶ δυσκόλου ποιεῖ- σθε τῆς ἐμῆς δυνάμεως ἀπόδειξιν, οὐδὲ τοῦτο παρ- αιτήσομαι παρασχεῖν ὑμῖν τὸ δεῖγμα
「但你們既然不信,因為它是看不見的,並且把那較容易的,當作那較難的,作為我能力的證明,我連這憑據也不推辭賜給你們。」
"but since ye disbelieve, inasmuch as it is unseen, and take the easier thing instead of the difficult as the proof of my power, neither will I decline to furnish you this evidence."
40:43
Τότε λέγει τῷ παραλυτικῷ·
於是祂對那癱子說:
Then He says to the paralytic:
40:44
Ἐγερθεὶς ἆρον τὴν κλίνην σου, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου
「起來,拿你的褥子,回你家去罷。」
"Arise, take up thy bed, and go unto thy house."
40:45
Καὶ πῶς τοῦτο δύσκολον, φησὶν, ὅταν καὶ βασι- λεῦσι καὶ ἄρχουσι δυνατὸν ᾖ; καὶ γὰρ μοιχοὺς καὶ ἀνδροφόνους ἀφιᾶσιν ἐκεῖνοι
「這有甚麼難的呢?」他說,「連君王和官長也能行;因為他們也釋放姦夫與凶手。」
"And how is this difficult," he says, "when it is possible even for kings and rulers? For they too release adulterers and murderers."
40:46
Παίζεις, ἄνθρωπε,. ταῦτα λέγων·
人哪,你說這話乃是戲言;
You are jesting, O man, in saying these things;
40:47
ἁμαρτήματα μὲν γὰρ ἀφεῖναι μόνῳ Θεῷ δυνατόν·
因為赦免罪孽,惟有神才能行;
for to forgive sins is possible for God alone;
40:48
ἄρχοντες δὲ καὶ βασιλεῖς, κἂν μοι- χοὺς, κἂν ἀνδροφόνους ἀφῶσι, τῆς μὲν κολάσεως τῆς παρούσης ἀπαλλάττουσι, τὴν δὲ ἁμαρτίαν αὐτῶν οὐκ ἐκκαθαίρουσι·
至於官長和君王,縱使釋放姦夫或凶手,也不過使他們脫離現今的刑罰,卻並不能洗淨他們的罪;
but rulers and kings, even if they release adulterers or murderers, deliver them from the present punishment, yet do not cleanse away their sin;
40:49
κἂν εἰς ἀρχὰς ἀγάγωσι τοὺς ἀφεθέν- τας, κἂν αὐτὴν περιβάλωσι τὴν ἁλουργίδα, κἂν τὸ διάδημα ἐπιθῶσιν, ἀλλὰ βασιλέας μὲν ἐποίησαν ἂν οὕτω, τῆς δὲ ἁμαρτίας οὐκ ἂν ἠλευθέρωσαν·
他們縱使把所釋放的人擢升為官,縱使給他們披上那紫袍,縱使把冕旒戴在他們頭上,這樣或許使他們成了君王,卻不能使他們脫離罪;
and even if they raise those released to offices, even if they clothe them with the very purple, even if they set the diadem upon them, they may thus have made them kings, but from sin they could not have set them free;
40:50
Θεὸς γὰρ μόνος τοῦτο ποιεῖ
因為惟有神才行這事。
for God alone does this.
40:51
δὴ καὶ ἐν τῷ λουτρῷ τῆς παλιγγενεσίας ἐργάζεται·
祂也正是在重生的洗中成就這事;
And this indeed He works in the laver of regeneration;
40:52
αὐτῆς γὰρ ἅπτεται τῆς ψυχῆς χάρις, κἀκεῖθεν πρόῤῥιζον ἀνασπᾷ τὴν ἁμαρτίαν
因為那恩典抓住靈魂本身,從那裏將罪連根拔起。
for the grace lays hold of the very soul, and thence tears up sin by the roots.
40:53
Διὰ δὴ τοῦτο τοῦ μὲν ὑπὸ βασιλέως ἀφ- εθέντος ῥυπῶσαν τὴν ψυχὴν ἔστιν ἰδεῖν, τὴν δὲ τοῦ βαπτισθέντος οὐκέτι, ἀλλ' αὐτῶν τῶν ἡλιακῶν ἀκτί- νων καθαρωτέραν, καὶ οἵα ἐξ ἀρχῆς γεννηθεῖσα ἦν, μᾶλλον δὲ καὶ ἐκείνης ἀμείνω πολλῷ·
為此緣故,那被君王釋放之人的靈魂,仍可見是污穢的;但那受洗之人的靈魂卻不再如此,倒比日光的光線更為潔淨,如同起初被生下來時的樣子,不,甚至遠比那時更美好;
For this reason, in the case of the one released by a king, one may see his soul still filthy, but that of the baptized no longer so, but purer than the very rays of the sun, and such as it was when first begotten, nay rather far better even than that;
40:54
Πνεύματος γὰρ ἀπολαύει τοῦ πανταχόθεν αὐτὴν πυροῦντος καὶ τὴν ἁγιωσύνην ἐπιτείνοντος
因為它享有那聖靈,聖靈從四面點燃它,並加強它的聖潔。
for it enjoys the Spirit, who kindles it on every side and heightens its holiness.
40:55
Καὶ ὥσπερ σίδηρον χρυσὸν ἀναχωνεύων, καθαρὸν καὶ καινὸν ἄνωθεν ποιεῖς·
又正如你熔煉鐵或金時,使它通體潔淨如新;
And just as, when smelting iron or gold, you make it clean and new throughout;
40:56
οὕτω δὴ καὶ τὸ Πνεῦμα τὸ ἅγιον ὥσπερ ἐν χωνευτηρίῳ τῷ βαπτίσματι ἀναχωνεῦον αὐτὴν, καὶ δαπανῶν τὰ
照樣,那聖靈也在洗禮中,彷彿在熔爐裏熔煉靈魂,燒盡罪孽,
so indeed the Holy Spirit also, smelting the soul as it were in a furnace in baptism, and consuming the sins,
40:57
ἁμαρτήματα, χρυσίου παντὸς καθαροῦ καθαρώτερον ἀποστίλβειν παρασκευάζει
使它發光,比一切精金更為潔淨。
causes it to shine forth purer than all pure gold.
40:58
Καὶ τὴν τῶν σωμάτων δὲ ἀνάστασιν ἀξιόπιστον κἀντεῦθέν σοι πάλιν δείκνυσιν οὖσαν
祂也從這事再一次向你顯明,身體的復活是可信的。
And from this again He shows you that the resurrection of the bodies is worthy of belief.
40:59
Ἐπειδὴ γὰρ ἁμαρτία τὸν θάνατον εἰσήγαγε, τῆς ῥίζης ξηρανθείσης, οὐδὲν δεῖ λοιπὸν ἀμφιβάλλειν ὑπὲρ τῆς τοῦ καρποῦ ἀπ- ωλείας
因為罪既引進了死亡,那根既已枯乾,就再無須疑惑那果子的消滅了。
For since sin brought in death, once the root has been dried up, there is no longer any need to doubt concerning the destruction of the fruit.
40:60
Διὰ τοῦτο πρότερον εἰπὼν ἁμαρτιῶν ἄφεσιν, τότε ὁμολογεῖς καὶ νεκρῶν ἀνάστασιν, ἐντεῦθεν καὶ εἰς ἐκεῖνο χειραγωγούμενος
為此緣故,你既先承認了罪的赦免,就接著也承認死人的復活,這樣從前者被引領到後者。
For this reason, having first spoken of the forgiveness of sins, you then confess also the resurrection of the dead, being led by the hand from the former unto the latter.
40:61
Εἶτα ἐπειδὴ οὐκ ἀρκεῖ τὸ ὄνομα τῆς ἀναστάσεως δεῖξαι τὸ πᾶν (πολλοὶ γὰρ ἀναστάντες πάλιν ἀπῆλθον, ὡς οἱ ἐν τῇ Παλαιᾷ, ὡς Λάζαρος, ὡς οἱ ἐν τῷ καιρῷ τοῦ σταυροῦ), κελεύει λέγειν, Καὶ εἰς ζωὴν αἰώνιον, ἵνα μηκέτι θάνατον ὑποπτεύσῃ τις μετὰ τὴν ἀνάστασιν ἐκείνην
其次,既然單單「復活」一詞不足以顯明全部的事(因為許多人復活後又再次離世,如舊約中的人,如拉撒路,如十字架之時復活的人),主便吩咐我們說:「並得永生」,好叫人在那復活之後不再疑慮死亡。
Then, since the mere word 'resurrection' does not suffice to show the whole matter (for many rose again yet departed once more, as those in the Old Testament, as Lazarus, as those raised at the time of the Cross), He bids us say, 'And unto life everlasting,' so that no one may any longer suspect death after that resurrection.
40:62
Τούτων τοίνυν τῶν ῥημάτων ἀναμιμνήσκων Παῦλός φησι·
因此,保羅正是提醒人記起這些話而說:
It is these very words, then, that Paul brings to mind when he says:
40:63
Τί ποιήσουσιν οἱ βαπτιζόμενοι ὑπὲρ τῶν νεκρῶν; Εἰ γὰρ μὴ ἔστιν ἀνάστασις, φησὶ, σκηνὴ τὰ ῥήματα ταῦτα·
「那些為死人受洗的,將要怎樣行呢?」他說,因為若沒有復活,這些話便不過是空洞的戲台之言;
'What shall they do who are baptized for the dead?' For if there is no resurrection, he says, these words are but an empty stage-play;
40:64
εἰ μὴ ἔστιν ἀνάστασις, πῶς αὐτοὺς πείθομεν πιστεύειν, ἅπερ οὐ διδόαμεν; ὥσπερ ἂν εἴ τις κελεύων γραμματεῖον ἐκθέσθαι ὅτι τὸ καὶ τὸ ἔλαβε, μηκέτι δῴη τὰ ἐγγραφέντα, εἶτα μετὰ τὴν ὑπογρα- φὴν ἀπαιτοίη τὰ ἐγγεγραμμένα
若沒有復活,我們怎能勸他們去信我們並不交付的事呢?這就好比有人吩咐另一人立下字據,承認自己已收到某物某物,卻不再交付那所記載之物,然後在簽署之後,反倒索回那所記之物。
if there is no resurrection, how do we persuade them to believe the very things we do not deliver? It would be as if someone bade a man draw up a bond acknowledging that he had received this and that, yet no longer handed over what was recorded, and then, after the signing, demanded back the things written down.
40:65
Τί γὰρ ποιήσει λοιπὸν ὑπογράψας, ὑπεύθυνον μὲν ἑαυτὸν ποιήσας, οὐ λαβὼν δὲ ἅπερ ὡμολόγησεν εἰληφέναι; Τοῦτο γὰρ καὶ ἐνταῦθα λέγει περὶ τῶν βαπτιζομένων
因為那簽署的人此後將要怎麼辦呢?他既使自己負了責任,卻沒有領受他所承認已領受的東西。這正是他在此論到受洗之人所說的。
For what shall he do thereafter who signed it, having made himself liable, yet not having received the things he confessed to have received? For this too is what he says here concerning those who are baptized.
40:66
Τί ποιή- σουσιν οἱ βαπτιζόμενοι, φησὶν, ὑπογράψαντες μὲν ἀνάστασιν σωμάτων νεκρῶν, οὐ λαμβάνοντες δὲ, ἀλλ' ἀπατώμενοι; τί δὲ ὅλως καὶ τῆς ὁμολογίας ταύ- της ἔδει, εἰ τὸ ἔργον μὴ εἵπετο; Τί καὶ ἡμεῖς κινδυ- νεύομεν πᾶσαν ὥραν; Καθ' ἡμέραν ἀποθνήσκω, νὴ τὴν ὑμετέραν καύχησιν, ἣν ἔχω ἐν Χριστῷ Ἰησοῦ
他說:「那些受洗的將要怎樣行呢?」他們既已認同死人身體的復活,卻沒有領受,反倒受了欺哄?倘若那事並不隨之而來,這樣的認信到底有何必要?「我們又為何時刻冒險呢?弟兄們,我在我們主基督耶穌裏,指著你們所誇的口極力地說,我是天天冒死。」
'What shall they do who are baptized,' he says, having subscribed to the resurrection of dead bodies, yet not receiving it, but being deceived? And what need was there at all of this confession, if the deed did not follow? 'And why do we too stand in peril every hour? I die daily; yea, by your boasting which I have in Christ Jesus.'
40:67
Ὅρα πάλιν πόθεν ἐπιχειρεῖ κατασκευάσαι τὸ δόγμα, ἀπὸ τῆς οἰκείας ψήφου, μᾶλλον δὲ οὐ τῆς αὐτοῦ μόνον, ἀλλὰ καὶ τῆς τῶν λοιπῶν ἀποστόλων
再看他從何處著手確立這道理:乃是從他自己的定見——不,不單是他自己的,也是從其餘使徒的定見。
See again from whence he undertakes to establish the doctrine: from his own vote—nay, not from his alone, but from that of the rest of the apostles as well.
40:68
Οὐ μικρὸν δὲ καὶ τοῦτο τὸ τοὺς διδασκάλους εἰσάγειν σφόδρα πεπληροφορημένους, καὶ τοῦτο δεικνύντας οὐ διὰ λόγων μόνον, ἀλλὰ καὶ δι' αὐτῶν τῶν πρα- γμάτων
這也不是小事——把那些心中滿有確信的教師引出來,並且他們顯明此事,不單藉著言語,也藉著實際的行為。
And it is no small thing, this—to bring forward teachers fully persuaded, and showing this not by words only, but by the very deeds.
40:69
Διὰ δὴ τοῦτο οὐ λέγει ἁπλῶς, ὅτι Καὶ ἡμεῖς. πεπείσμεθα·
正因如此,他不單單說:「我們也深信」;
For this reason he does not say simply, 'We too are persuaded';
40:70
οὐδὲ γὰρ ἤρκει τοῦτο πεῖσαι μόνον·
因為單憑這一點還不足以說服人;
for it would not have sufficed to persuade by this alone;
40:71
ἀλλὰ καὶ τὴν διὰ τῶν πραγμάτων ἀπόδειξιν παρέχεται·
他更提出那藉著行為而來的證明;
but he furnishes also the demonstration that comes through deeds;
40:72
ὡς ἂν εἰ ἔλεγε, Ῥήμασι ταῦτα ὁμολογεῖν οὐδὲν ἴσως ὑμῖν δοκεῖ θαυμαστὸν εἶναι·
他彷彿是說:僅以言語承認這些事,或許在你們看來並無甚麼可稀奇的;
as though he were saying: To confess these things in words may perhaps seem to you nothing wonderful;
40:73
εἰ δὲ καὶ τὴν ἀπὸ τῶν ἔργων ὑμῖν παράσχοιμεν φωνὴν, τί πρὸς τοῦτο ἔχοιτε ἀντειπεῖν; Ἀκούσατε τοίνυν, πῶς καὶ διὰ τῶν κινδύνων ταῦτα καθ' ἑκάστην ὁμολογοῦμεν τὴν ἡμέραν
但我們若也將那從行為而來的見證供給你們,你們對此還能有甚麼可反駁的呢?那麼,且聽我們如何藉著這些危難天天承認這些事。
but if we furnish you also with the testimony that comes from works, what could you say against this? Hear then how, through our very perils, we confess these things each and every day.
40:74
Καὶ οὐκ εἶπεν, Ἐγὼ, ἀλλ', Ἡμεῖς, πα- ραλαμβάνων πάντας ὁμοῦ τοὺς ἀποστόλους, καὶ ταύτῃ μετριάζων τε καὶ ἀξιόπιστον ποιῶν τὸν λόγον
他沒有說「我」,而是說「我們」,把眾使徒一同帶上,藉此既顯出謙和,又使他的話語值得人信。
And he did not say 'I,' but 'We,' taking along with him all the apostles together, and thereby both showing moderation and rendering his word worthy of belief.
40:75
Τί γὰρ ἂν ἔχοιτε εἰπεῖν; ὅτι ἀπατῶμεν ὑμᾶς ταῦτα κηρύττοντες, καὶ κενοδοξίας ἕνεκεν δογματίζομεν; Ἀλλ' οὐκ ἐῶσι ταῦτα ψηφίζεσθαι οἱ κίνδυνοι·
因為你們能說甚麼呢?說我們傳講這些事是欺哄你們,是為虛榮而立此教訓麼?然而我們所受的危難,不容人如此論斷;
For what could you say? That we deceive you in proclaiming these things, and lay down our doctrine for vainglory's sake? But our perils do not allow such a suspicion to be voted;
40:76
τίς γὰρ ἂν ἕλοιτο κινδυνεύειν διηνεκῶς εἰκῆ καὶ μάτην; Διὸ καὶ ἔλεγε·
因為誰肯白白徒然地持續冒險呢?因此他又說:
for who would choose to be in continual peril for nothing and in vain? Wherefore also he said:
40:77
Τί καὶ ἡμεῖς κινδυνεύομεν πᾶσαν ὥραν; Εἰ γὰρ καὶ ἕλοιτό τις διὰ κενοδοξίαν, ἅπαξ καὶ δεύτερον τοῦτο αἱρήσεται, οὐχὶ πάντα τὸν βίον, καθάπερ ἡμεῖς·
「我們又為何時刻冒險呢?」因為即或有人為虛榮而選擇如此,他也不過選擇一兩次,不會終其一生,像我們這樣;
'Why do we too stand in peril every hour?' For even if someone should choose it for vainglory, he will choose it once or twice, not for his whole life, as we do;
40:78
ἡμεῖς γὰρ τὴν ζωὴν ἅπασαν εἰς τοῦτο κατεστησάμεθα
因為我們已將一生完全獻於此事。
for we have devoted our whole life to this.
40:79
Καθ' ἡμέραν ἀποθνήσκω, νὴ τὴν ὑμετέραν καύχησιν, ἢν ἔχω ἐν Χριστῷ Ἰησοῦ·
「我是天天冒死;弟兄們,我在基督耶穌裏,指著你們所誇的口極力地說」;
'I die daily; yea, by your boasting which I have in Christ Jesus';
40:80
καύχησιν ἐνταῦθα τὴν αὐτῶν προκοπὴν λέ- γων
他在此稱他們的長進為自己的「所誇的口」。
here calling their advancement his 'boasting.'
40:81
Ἐπειδὴ γὰρ πολλοὺς ἔδειξε τοὺς κινδύνους ὄντας, ἵνα μὴ δόξῃ ὡς ἀποδυρόμενος ταῦτα λέγειν, Οὐ μόνον οὐκ ἀλγῶ, φησὶν, ἀλλὰ καὶ καυχῶμαι τῷ ταῦτα πάσχειν ὑπὲρ ὑμῶν
因為他既已顯明危難是眾多的,唯恐他說這些話好像在哀歎,他便說:「我不但不憂傷,反倒因為你們的緣故受這些苦而誇口。」
For since he had shown the perils to be many, lest he should seem to say these things as one lamenting, 'Not only do I not grieve,' he says, 'but I even boast in suffering these things for your sake.'
40:82
Διπλῆ δὲ ἐναβρύνεσθαί φησι, καὶ τῷ δι' αὐτοὺς κινδυνεύειν, καὶ τῷ ὁρᾷν αὐτοὺς ἐπιδιδόντας
他說他有雙重的歡欣:一則因為他為他們的緣故冒險,二則因為看見他們有長進。
And he says he exults with a twofold joy: both in being in peril for their sake, and in seeing them making progress.
40:83
Εἶτα τὸ αὐτῷ σύνηθες ποιῶν, ἐπειδὴ μεγάλα ἐφθέγξατο, ἀμφότερα ἀνατίθησι τῷ Χριστῷ
然後,他照著自己慣常的作法,既說了偉大的話,便把這兩者都歸於基督。
Then, doing what is customary with him, since he had uttered great things, he refers both to Christ.
40:84
Πῶς δὲ ἀποθνήσκει καθ' ἑκάστην ἡμέραν; Τῇ προθυμίᾳ καὶ τῷ παρεσκευάσθαι πρὸς τοῦτο
然而他怎樣天天死呢?乃是藉著他甘心樂意的心志,並且已為此作好了準備。
But how does he die each day? By his readiness of will and by being prepared for it.
40:85
Καὶ τίνος ἕνεκεν ταῦτα λέγει; Πάλιν τὸν περὶ τῆς ἀναστάσεως καὶ διὰ τούτων κατασκευάζων λόγον
他為甚麼說這些話呢?乃是要再次藉著這些話,確立那關於復活的論證。
And for what reason does he say these things? Again establishing, even by means of these, the argument concerning the resurrection.
40:86
Τίς γὰρ ἂν ἕλοιτο, φησὶ, τοσούτους ὑπομένειν θανάτους, ἀναστά- σεως οὐκ οὔσης οὐδὲ ζωῆς μετὰ ταῦτα; Εἰ γὰρ οἱ πιστεύοντες τῇ ἀναστάσει, μόλις ἂν ὑπὲρ αὐτῆς κιν- δυνεύσαιεν, εἰ μὴ σφόδρα εἶεν γενναῖοι·
他說,因為若沒有復活,此後也沒有生命,誰肯忍受這麼多次的死呢?因為那些信復活的人,若非心志極其剛勇,也難得為復活的緣故冒險,
For who, he says, would choose to endure so many deaths, if there were no resurrection, nor life thereafter? For if those who believe in the resurrection would scarcely risk peril for its sake, unless they were exceedingly noble of soul,
40:87
πολλῷ μᾶλ- λον μὴ πιστεύων, φησὶν, οὐκ ἂν ἕλοιτο τοσούτους ὑπομένειν θανάτους, καὶ οὕτω χαλεπούς
他說,何況那不信的人,就更不肯忍受這麼多次、又這麼慘烈的死了。
much more, he says, would the one who does not believe not choose to endure so many deaths, and those so grievous.
40:88
Καὶ γὰρ κατὰ μικρὸν ὅρα πόσην ποιεῖται τὴν αὔξησιν
看哪,他甚至逐步地作出何等的加強。
For see, even little by little, how great an intensification he makes.
40:89
Εἶπεν, ὅτι Κινδυνεύομεν, προσέθηκεν, ὅτι Πᾶσαν ὥραν, εἶτα, ὅτι Καθ'
他說:「我們冒險」;又加上:「時刻」;然後說:「天
He said, 'We stand in peril'; he added, 'Every hour'; then, 'Every
40:90
ἡμέραν, εἶτα, ὅτι οὐ, Κινδυνεύω, μόνον, φησὶν, ἀλλὰ καὶ, Ἀποθνήσκω
天」;然後他說:「我不但冒險,而且是天天冒死。」
day'; then, 'Not only do I stand in peril,' he says, 'but I even die.'
40:91
Δείκνυσι δὴ λοιπὸν καὶ ποταποὺς θανάτους, οὕτω λέγων·
接著他更顯明這些是何等樣的死,這樣說:
He then shows further what manner of deaths these are, speaking thus:
40:92
Εἰ κατὰ ἄνθρωπον ἐθηριομάχησα ἐν Ἐφέσῳ, τί μοι τὸ ὄφελος; γʹ
「我若當日像尋常人,在以弗所同野獸戰鬥,那於我有甚麼益處呢?」(第三段)
'If after the manner of men I fought with beasts at Ephesus, what does it profit me?' (Section 3)
40:93
Τί ἐστιν, Εἰ κατὰ ἄνθρωπον; Ὅσον τὸ εἰς ἀνθρώπους ἧκον, ἐθηριομάχησα
「像尋常人」是甚麼意思呢?就是說,就人所加於我的而論,我曾與野獸戰鬥。
What is the meaning of 'after the manner of men'? So far as regards what came from men, I fought with beasts.
40:94
Τί γὰρ, εἰ Θεὸς ἐξήρπασέ με τῶν κινδύνων; Ὥστε μάλιστα ὑπὲρ τούτων ὀφείλων μεριμνᾷν, ἐγώ εἰμι τοσούτους κινδύνους ὑπομένων, καὶ μηδεμίαν μηδέπω λαβὼν ἀμοιβήν
因為即便神從危難中把我搭救出來,那又如何呢?以致我——這最當為這些事憂慮的人——正是那忍受這許多危難、卻至今尚未得著任何報償的人。
For what of it, if God snatched me out of the perils? So that I, who ought above all to be anxious concerning these matters, am the very one who endures so many perils and has as yet received no recompense.
40:95
Εἰ γὰρ μὴ παραγίνεται τῆς ἀντιδόσεως καιρὸς, ἀλλὰ μέχρι τοῦ παρόντος τὰ ἡμέτερα συγκέ- κλεισται, ἡμεῖς ἐν μείζονι ζημίᾳ ἐσμέν
因為報償的時候若不來到,我們的事若只封閉在今生之內,我們反倒陷在更大的虧損中。
For if the time of recompense does not arrive, but our affairs are shut up within the present life, we are in the greater loss.
40:96
Ὑμεῖς μὲν γὰρ ἀκινδύνως ἐπιστεύσατε, ἡμεῖς δὲ καθ' ἑκάστην σφαττόμεθα τὴν ἡμέραν
因為你們是毫無危險地信了,我們卻是天天被殺。
For you indeed believed without peril, but we are slaughtered each day.
40:97
Ταῦτα δὲ ἅπαντα ἔλεγεν, οὐκ ἐπειδὴ οὐκ εἶχεν ὄφελος καὶ ἐν αὐτῷ τῷ πάσχειν, ἀλλὰ διὰ τὴν τῶν πολλῶν ἀσθένειαν, καὶ ὥστε αὐτοὺς εἰς τὸν περὶ τῆς ἀναστάσεως στηρίξαι λόγον·
然而他說這一切,並非因為受苦本身沒有益處,乃是為著眾人的軟弱,並要在關於復活的論證上堅固他們;
But all these things he said, not because there was no profit even in the very suffering, but on account of the weakness of the many, and in order to establish them in the argument concerning the resurrection;
40:98
οὐκ ἐπειδὴ αὐτὸς ἐπὶ μισθῷ ἔτρεχεν·
並非因為他自己是為著工價而奔跑;
not because he himself ran for the sake of a wage;
40:99
ἀρκοῦσα γὰρ ἦν. αὐτῷ ἀντίδοσις τὸ ποιῆσαι τὸ δοκοῦν τῷ Θεῷ
因為對他而言,能行神所看為美善的事,就已是足夠的報償了。
for a sufficient recompense to him was to do what seemed good to God.
40:100
Ὥστε καὶ ὅταν λέγῃ, Εἰ ἐν τῇ ζωῇ ταύτῃ ἠλπικότες ἐσμὲν ἐν Χριστῷ μόνον, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν·
所以,即使他說:「我們若靠基督只在今生有指望,就算比眾人更可憐」,
So that even when he says, 'If in this life only we have hoped in Christ, we are of all men most to be pitied,'
40:101
κἀκεῖ πάλιν δι' ἐκείνους, ὥστε τῷ φόβῳ τῆς ἀθλιότητος ταύτης κατασεῖσαι αὐτῶν τὴν ἀπιστίαν τὴν περὶ τῆς ἀναστάσεως, καὶ πρὸς τὴν ἀσθένειαν αὐτῶν συγκαταβαίνων, οὕτω φησί
在那裏他仍是為著他們的緣故,好叫他們因懼怕這樣的可悲光景,而動搖他們對復活的不信;他俯就他們的軟弱,才這樣說。
there again it is for their sakes, so that by the fear of this wretchedness he might shake down their unbelief concerning the resurrection; and condescending to their weakness, he speaks thus.
40:102
Καὶ γὰρ μέγας μισθὸς, τὸ ἀρέσκειν διαπαντὸς τῷ Χρι- στῷ·
因為那大的賞賜,就是常常討基督的喜悅;
For indeed the great reward is to please Christ continually;
40:103
καὶ χωρὶς τῆς ἀντιδόσεως, μεγίστη ἀμοιβὴ τὸ δι' αὐτὸν κινδυνεύειν
並且除了報償之外,能為祂的緣故冒險,本身就是極大的酬報。
and apart from the recompense, it is a very great requital to be in peril for His sake.
40:104
Εἰ νεκροὶ οὐκ ἐγείρονται, φάγωμεν καὶ πίωμεν·
「死人若不復活,我們就吃吃喝喝吧」;
'If the dead are not raised, let us eat and drink';
40:105
Τοῦτο λοιπὸν τὸ ῥῆμα καὶ κωμῳδοῦντός ἐστι
至於這句話,乃是出於一個以喜劇嘲諷之人的口吻。
This saying, for the rest, belongs to one who mocks in comedy.
40:106
Διὸ οὐδὲ οἴκοθεν αὐτὸ παρήγαγεν, ἀλλὰ τὸν προφήτην ἐπέστησε τὸν μεγαλοφωνότατον Ἡσαΐαν, ὃς περί τινων ἀπηλγηκότων διαλεγόμενος καὶ ἀπεγνωσμέ- νων, ἔλεγε ταυτὶ τὰ ῥήματα·
因此他甚至不是憑自己引出這話,乃是立那聲音最為洪亮的先知以賽亞在此為據;以賽亞論到某些麻木不仁、絕望自棄的人,說了這樣的話:
Wherefore he did not even bring it forward from himself, but set over it the most great-voiced prophet Isaiah, who, discoursing concerning certain men grown past feeling and given over to despair, spoke these very words:
40:107
Οἱ σφάζοντες μόσχους, καὶ θύοντες πρόβατα, ὥστε φαγεῖν κρέα καὶ πιεῖν οἶνον·
「他們宰牛、殺羊,好吃肉喝酒」;
'Those who slay calves and sacrifice sheep, so as to eat flesh and drink wine';
40:108
Ἀνακεκαλυμμένα ταῦτά ἐστιν εἰς τὰ ὦτα Κυρίου Σαβαώθ·
「這些事已顯露在萬軍之耶和華的耳中」;
'These things are revealed in the ears of the Lord of Hosts';
40:109
καὶ οὐκ ἀφεθήσεται ὑμῖν ἁμαρτία αὕτη, ἕως ἂν ἀποθάνητε
「這罪必不得赦免,直到你們死亡。」
'and this sin shall not be forgiven you, until you die.'
40:110
Εἰ δὲ τότε συγγνώμης ἦσαν ἀπεστερη- μένοι οἱ ταῦτα λέγοντες, πολλῷ μᾶλλον ἐπὶ τῆς χάρι- τος
但那時說這樣話的人若被剝奪了寬恕,那麼在恩典之下就更是如此了。
But if those who spoke thus were then deprived of pardon, much more so under grace.
40:111
Εἶτα ἵνα μὴ τραχύτερον ποιήσῃ τὸν λόγον, οὐκ ἐπὶ πολὺ τῇ εἰς ἄτοπον ἀπαγωγῇ ἐπιμένει, ἀλλὰ πά- λιν ἐπὶ παραίνεσιν τρέπει τὸν λόγον, λέγων·
然後,唯恐他的話說得過於嚴厲,他便不久留於這歸謬的推論,反倒再次把話轉向勸勉,說:
Then, lest he make his discourse too harsh, he does not dwell long on the reduction to absurdity, but again turns his discourse to exhortation, saying:
40:112
Μὴ πλανᾶσθε, φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί
「你們不要自欺;濫交是敗壞善行。」
'Be not deceived: evil communications corrupt good manners.'
40:113
Ταῦτα δὲ ἔλεγεν, ὁμοῦ μὲν αὐτῶν καθαπτόμενος ὡς ἀνοήτων·
他說這些話,一面是把他們當作無知的人加以責備;
And these things he said, at once laying hold of them as senseless;
40:114
χρηστὰ γὰρ ἐνταῦθα εὐφήμως τὰ εὐεξαπά- τητα ἐκάλεσεν·
因為他在此以委婉的說法,把那容易受欺哄的稱作「善良」;
for here he euphemistically called those easily deceived 'good.'
40:115
ὁμοῦ δὲ ὡς οἷόν τέ ἐστι καὶ συγγνώ- μης ὑπὲρ τῶν ἔμπροσθεν αὐτοῖς μεταδιδοὺς, καὶ τὸ πλέον τῶν ἐγκλημάτων ἀποσκευαζόμενος ἀπ' ἐκεί- νων καὶ εἰς ἑτέρους μετατιθεὶς, ὥστε καὶ ταύτῃ εἰς μετάνοιαν αὐτοὺς ἐφελκύσασθαι
一面又儘可能地為他們從前的行為分給他們寬恕,並把大部分的罪責從他們身上卸下、轉移到別人身上,好藉此也把他們引向悔改。
and at once, so far as was possible, imparting to them also pardon for their former ways, and removing the greater part of the charges from them and transferring it to others, so that by this means also he might draw them on to repentance.
40:116
καὶ ἐν τῇ πρὸς Γαλάτας Ἐπιστολῇ ποιεῖ λέγων·
這也是他在給加拉太人的書信中所行的,說:
Which he does also in the Epistle to the Galatians, saying:
40:117
δὲ ταράσσωνὑμᾶς βαστάσει τὸ κρῖμα, ὅστις ἂν
「但那攪擾你們的,無論是誰,必擔當他的罪。」
'But he that troubles you shall bear his judgment, whoever he may be.'
40:118
Ἐκνήψατε δικαίως, καὶ μὴ ἁμαρτάνετε·
「你們要醒悟為善,不要犯罪」;
'Awake to righteousness, and sin not';
40:119
ὡς πρὸς μεθύοντας καὶ μαινομένους
他彷彿是向那些醉酒發狂的人說話。
as though addressing men drunk and out of their senses.
40:120
Τὸ γὰρ ἀθρόον πάντα ἀπὸ τῶν χειρῶν ῥῖψαι, μεθυόντων καὶ μαινομένων ἦν, τῷ μηκέτι ὁρᾷν ἑώρων, μηδὲ πιστεύειν οἷς ἔμπροσθεν ὡμολόγησαν
因為一下子把一切從手中拋棄,正是醉酒發狂之人的表徵——不再看見他們先前所看見的,也不再相信他們從前所承認的。
For to cast away all things at once from their hands was the mark of men drunk and out of their senses—no longer seeing the things they had seen, nor believing the things they had before confessed.
40:121
Τί δέ ἐστι, Δικαίως; Ἐπὶ συμφέροντι καὶ χρησίμῳ
「為善」是甚麼意思呢?就是為著那有益處、有用處的。
And what is the meaning of 'to righteousness'? For that which is profitable and useful.
40:122
Ἔστι γὰρ ἀδίκως νήφειν, ὅταν ἐπὶ βλάβῃ τῆς ἑαυτοῦ ψυχῆς διεγηγερμένος τις
因為人也可能不義地儆醒,就是當人為著損害自己的靈魂而被激動起來的時候。
For it is possible to be sober unrighteously, when a man is roused up to the harm of his own soul.
40:123
Καλῶς δὲ καὶ τὸ, Μὴ ἁμαρτάνετε, προσέθηκε, δεικνὺς ὅτι ἐντεῦθεν αὐτοῖς τὰ σπέρματα τῆς ἀπιστίας
他加上「不要犯罪」是恰當的,藉此顯明那不信的種子正是由此而來到他們身上。
And well did he add 'sin not,' showing that from this source came to them the seeds of unbelief.
40:124
Καὶ πολλαχοῦ τοῦτο αἰνίττεται, ὅτι βίος διεφθαρμένος πονηρὰ τίκτει δόγματα·
他在許多處都暗示這事,就是敗壞的生活會生出邪惡的道理;
And in many places he hints at this, that a corrupt life gives birth to wicked doctrines;
40:125
ὡς ὅταν λέγῃ, Ῥίζα πάντων τῶν κακῶν φιλαργυρία, ἧς τινες ὀρεγόμενοι, ἀπεπλανήθησαν τῆς πίστεως
正如他說:「貪財是萬惡之根;有人貪戀錢財,就被引誘離了真道。」
as when he says, 'The love of money is the root of all evils, which while some coveted after, they have erred from the faith.'
40:126
Καὶ γὰρ πολλοὶ τῶν πονηρὰ συνειδότων ἑαυτοῖς, καὶ οὐ βουλομένων δοῦναι δίκην, ἀπὸ τοῦ φόβου τούτου καὶ εἰς τὴν περὶ τῆς ἀναστάσεως παραβλάπτονται πίστιν·
因為許多自知行了惡事、又不肯受刑罰的人,正是出於這種懼怕,連在關於復活的信心上也受了損害;
For indeed many of those who are conscious of wicked deeds in themselves, and are unwilling to pay the penalty, are, out of this fear, injured also in their faith concerning the resurrection;
40:127
ὥσπερ οὖν οἱ μεγάλα κατορθοῦντες καὶ καθ' ἑκάστην αὐτὴν ἐπιθυμοῦσι τὴν ἡμέραν ἰδεῖν
正如反之,那些成就大事的人,反倒天天渴望能看見那日子的來到。
just as, on the contrary, those who achieve great things even long to see that very day each day.
40:128
Ἀγνωσίαν γὰρ Θεοῦ τινες ἔχουσι·
「因為有人不認識神」;
'For some have no knowledge of God';
40:129
Ὅρα πῶς πάλιν μετατίθησι τὰ ἐγκλήματα εἰς ἑτέρους
看哪,他又怎樣把罪責轉移到別人身上。
See how again he transfers the charges to others.
40:130
Οὐ γὰρ εἶπεν, ὅτι Ἀγνωσίαν ἔχετε, ἀλλ', Ἀγνωσίαν τινὲς ἔχουσι
因為他沒有說:「你們不認識」,乃是說:「有人不認識」。
For he did not say, 'You have no knowledge,' but, 'Some have no knowledge.'
40:131
διαπιστεῖν, οὐ σφόδρα εἰδότος ἐστὶ τὴν τοῦ Θεοῦ δύ- ναμιν τὴν ἄμαχον καὶ πρὸς πάντα ἀρκοῦσαν
會懷疑,正顯出人並未真正認識神的大能,那不可抵擋、又足以成就萬事的大能。
To doubt is the mark of one who does not clearly know the power of God, that power which is irresistible and sufficient for all things.
40:132
Εἰ γὰρ ἐξ οὐκ ὄντων τὰ ὄντα ἐποίησε, πολλῷ μᾶλλον τὰ
祂既能從無變有,造出萬物,就更能使那些已經朽壞消散的復起了。
For if He made the things that are out of things that were not, much more shall He be able to raise up again the things that have been dissolved.
40:133
διαλυθέντα δυνήσεται ἀναστῆσαι
祂必能使那已經消散朽壞的再度復起。
He shall be able to raise up again the things that have been dissolved.
40:134
Καὶ ἐπειδὴ σφόδρα αὐτῶν καθήψατο, καὶ μεθ' ὑπερβολῆς ἐκωμῴδησεν, εἰς γαστριμαργίαν, εἰς ἄνοιαν, εἰς παραπληξίαν διαβάλλων, παραμυθούμενος τὰ εἰρημένα, φησί·
他既已嚴厲責備他們,又極力譏刺他們,指責他們貪食、無知、癲狂,如今便緩和先前所說的話,說:
And since he had reproved them sharply and derided them beyond measure, charging them with gluttony, with senselessness, with madness, he now softens what he had said, saying:
40:135
Πρὸς ἐντροπὴν ὑμῖν λέγω, τουτέστιν, ὥστε διορ- θῶσαι, ὥστε ἐπαναγαγεῖν, ὥστε αἰσχυνθέντας ὑμᾶς γενέσθαι βελτίους
「我說這話是要叫你們羞愧」,意思就是要糾正你們、挽回你們,使你們因羞愧而變得更好。
'I speak this to your shame' - that is, so as to correct you, to bring you back, and that being made ashamed you might become better.
40:136
Δέδοικε γὰρ μὴ πέρα τοῦ δέοντος τεμὼν, ἀποσκιρτῆσαι ποιήσῃ
因為他惟恐割得比所當割的更深,反倒使他們完全掙脫跳開。
For he is afraid lest, by cutting more deeply than was needful, he should make them start away entirely.
40:137
Ταῦτα δὲ μὴ πρὸς ἐκείνους εἰρῆσθαι νομίζωμεν μόνον, ἀλλὰ καὶ νῦν εἰρῆσθαι πρὸς ἅπαντας τοὺς τὰ αὐτὰ νοσοῦντας, καὶ τοὺς βίον διεφθαρμένον ἔχοντας
我們不要以為這些話只是對當日那些人說的,其實如今也是對一切患同樣病症、生活敗壞的人說的。
Let us not suppose that these things were spoken to those men only, but that they are also spoken now to all who are sick with the same disease, and who lead a corrupt life.
40:138
Καὶ γὰρ οὐχ οἱ τὰ πονηρὰ δόγματα ἔχοντες μόνον, ἀλλὰ καὶ οἱ ἁμαρτίαις κατεχόμενοι χαλεπαῖς, μεθύουσί τε καὶ παραπαίουσι
因為不單那持守邪惡教義的人,就是那被重罪轄制的人,也都是醉酒、神智昏亂的。
For not only those who hold wicked doctrines, but also those who are held fast by grievous sins, are drunken and beside themselves.
40:139
Διὸ καὶ πρὸς αὐτοὺς ἂν λεχθείη δικαίως τὸ, Ἐκνήψατε, καὶ μάλιστα πρὸς τοὺς τῷ κάρῳ τῆς πλεονεξίας βεβαρημένους, τοὺς κακῶς ἁρπάζοντας
所以「你們要醒悟過來」這話,也可以公正地對他們說,尤其是對那些被貪婪的昏睡所壓垮、惡意奪取他人之物的人說。
Wherefore also to them might justly be said, 'Awake to soberness,' and most of all to those weighed down by the stupor of covetousness, who wickedly seize what is not theirs.
40:140
Ἔστι γὰρ ἁρπαγὴ καλὴ τῶν οὐρανῶν ἁρπαγὴ, μηδὲν βλάπτουσα
因為有一種美好的奪取,就是奪取天國,那是不損害任何人的。
For there is a noble kind of seizing, the seizing of the kingdom of heaven, which harms no one.
40:141
Ἐν μὲν γὰρ τοῖς χρήμασιν οὐκ ἔστιν ἕτερον γενέσθαι πλούσιον, μὴ ἑτέρου πρότερον γενομένου πένητος·
在錢財的事上,若非先有另一人變窮,就不可能有人變富;
For in the matter of riches it is impossible for one to become rich unless another has first become poor;
40:142
ἐπὶ δὲ τῶν πνευματικῶν οὐκ ἔνι τοῦτο, ἀλλὰ τοὐναντίον ἅπαν, οὐκ ἔστι τινὰ γενέσθαι πλούσιον, μὴ ἕτερον ποιήσαντα εὔπορον·
但在屬靈的事上卻不是這樣,反倒完全相反:人若不先使別人富足,自己就不能變富;
but in spiritual things this is not so; rather, quite the contrary: no one can become rich unless he has first made another wealthy;
40:143
ἂν γὰρ μηδένα ὠφελήσῃς, οὐ δυνήσῃ γε- νέσθαι εὔπορος
因為你若使人得不著益處,自己就不能成為富足。
for if you profit no one, you will not be able to become wealthy yourself.
40:144
Ἐν μὲν γὰρ τοῖς σωματικοῖς με- τάδοσις μείωσιν ποιεῖ·
在屬肉身的事上,分給人便使自己減少;
For in bodily things the imparting produces diminution;
40:145
ἐν δὲ τοῖς πνευματικοῖς μετάδοσις πλεονασμὸν ἐργάζεται, καὶ τὸ μὴ μετα- δοῦναι, τοῦτο πολλὴν πενίαν κατασκευάζει, καὶ κό- λασιν ἐσχάτην ἐπάγει
但在屬靈的事上,分給人反倒帶來增添;而不肯分給人,這便造成極大的貧窮,並招來最嚴厲的刑罰。
but in spiritual things the imparting works increase, and the not imparting - this brings about great poverty and draws down the uttermost punishment.
40:146
Καὶ δείκνυσι τοῦτο τὸ τά- λαντον κατορύξας
那把銀子埋在地裡的人,正說明了這一點。
And this the man who buried his talent makes plain.
40:147
Καὶ γὰρ λόγον ἔχων σοφίας, με- ταδοὺς ἑτέρῳ, ηὔξησε τὴν περιουσίαν, πολλοὺς ποιήσας τοὺς σοφούς·
凡有智慧言語的人,將它分給別人,便增加了自己的豐盛,使許多人也有了智慧;
For he that had the word of wisdom, by imparting it to another, increased his abundance, making many men wise;
40:148
οἴκοι δὲ κατακρύψας, ἀπεστέ- ρησεν ἑαυτὸν τῆς περιουσίας, οὐ κτησάμενος τὴν τῶν πολλῶν ὠφέλειαν
但那把它藏在家中的人,卻使自己失去了豐盛,因為未曾得著眾人所帶來的益處。
but he that hid it at home deprived himself of the abundance, not having gained the benefit of the many.
40:149
Πάλιν χαρίσματα ἔχων ἕτε- ρα, πολλοὺς ἰασάμενος ἐξέτεινε τὴν δωρεάν·
再者,那有別種恩賜的人,藉著醫治許多人,便擴展了這恩賜;
Again, he that had other gifts, by healing many, extended the gift;
40:150
καὶ οὔτε αὐτὸς ἐξεκενώθη τῇ μεταδόσει, καὶ πολλοὺς ἑτέρους ἐνέπλησε τῆς πνευματικῆς δωρεᾶς
他自己既未因分給人而枯竭,又使許多別人得著屬靈的恩賜而滿溢。
and neither was he himself emptied by the imparting, and he filled many others with the spiritual gift.
40:151
Καὶ ἐπὶ πάντων τῶν πνευματικῶν ἀκίνητος οὗτος κανὼν διαμένει
在一切屬靈的事上,這條定則始終不變。
And in all spiritual things this rule abides unchanging.
40:152
Οὕτω καὶ ἐπὶ τῆς βασιλείας, μὲν κοινω- νοὺς πολλοὺς κατασκευάζων ἑαυτῷ τῆς βασιλείας, ταύτῃ μειζόνως αὐτῆς ἀπολαύσεται πάλιν·
在國度的事上也是如此:那使許多人與自己同享國度的,反倒因此更豐盛地享受這國度;
So also with the kingdom: he that makes for himself many partakers of the kingdom shall thereby again enjoy it the more;
40:153
δὲ μη- δένα σπουδάζων λαβεῖν κοινωνὸν, καὶ αὐτὸς ἐκπεσεῖ- ται τῶν πολλῶν ἀγαθῶν ἐκείνων
但那不肯接納任何人同享的,自己反倒要從那許多美善之物中失落。
but he that is eager to take no one as a partaker shall himself also fall away from those many good things.
40:154
Εἰ γὰρ σοφία αἰσθητὴ οὐ δαπανᾶται, μυρίων ἁρπαζόντων, οὔτε τεχνίτης πολλοὺς τοὺς τεχνίτας ποιῶν ἀπόλλυσι τὴν τέχνην, πολλῷ μᾶλλον τὴν βασιλείαν ἁρπάζων ἐλάτ- τονα οὐκ ἐργάζεται, ἀλλὰ τότε πλείων ἔσται πλοῦτος ἡμῖν, ὅταν πολλοὺς ἐπὶ τοῦτο καλῶμεν
感官所知的學問,即使有千萬人來奪取,也不會耗盡;工匠使許多人都成為工匠,也不會失去他的手藝;何況那奪取國度的人,更絲毫不使國度減少,反倒當我們呼召許多人同來得著它時,我們的財富就更加豐盛。
For if perceptible wisdom is not spent though ten thousand seize it, nor does the craftsman, by making many craftsmen, lose his craft, much more does he that seizes the kingdom make it no less, but then will our wealth be greater, when we call many to this same thing.
40:155
Ἁρ- πάσωμεν τοίνυν τὰ μὴ ἀναλισκόμενα, ἀλλὰ πλεονά- ζοντα ἐν τῷ ἁρπάζεσθαι·
所以,讓我們去奪取那些不會耗盡、反倒因被奪取而增多的東西;
Let us therefore seize those things which are not spent, but rather multiply in the seizing;
40:156
ἁρπάσωμεν τὰ μηδένα ἔχοντα συκοφάντην, μηδένα βάσκανον
讓我們去奪取那些沒有人誣告、沒有人嫉妒的東西。
let us seize the things that have no false accuser, no envier.
40:157
Καὶ γὰρ εἰ χρυσίου τόπος ἦν πηγὴν ἔχων ἀναβλύζουσαν ἀέν- ναον, καὶ τοσούτῳ πλέον ἐπέῤῥει, ὅσῳ πλέον ἐξην- τλεῖτο, ἕτερος δὲ τόπος ἦν θησαυρὸν ἔχων κατορω- ρυγμένον, πόθεν ἂν ἠθέλησας πλουτεῖν; οὐχὶ ἐκεῖ- θεν; Δῆλον
假如有一處金礦,裡面有一道永不止息、湧流不絕的泉源,越是汲取便流得越多;另有一處則埋藏著財寶——你會願意從哪一處致富呢?豈不是從前者嗎?這是顯而易見的。
For if there were a place of gold, having a spring that gushed forth unfailingly, and flowed the more abundantly the more it was drawn off, and there were another place having a treasure buried in it, from which would you have wished to grow rich? Would it not be from the former? Plainly.
40:158
Ἀλλ', ἵνα μὴ λόγῳ τοῦτο μόνον ἀνα- πλάσωμεν, λογίσασθε ἐπὶ τοῦ ἀέρος τὸ εἰρημένον καὶ. ἐπὶ τοῦ ἡλίου·
但為叫我們不只是憑言語虛構此事,且思想這話在空氣與太陽上的應驗吧;
But that we may not fashion this in word only, consider what has been said with regard to the air and to the sun;
40:159
ταῦτα γὰρ ἁρπάζεται παρὰ πάντων, καὶ πάντας πληροῖ·
因為這些是眾人都可取用的,又叫眾人得著滿足;
for these are seized by all, and fill all;
40:160
ἀλλὰ ταῦτα μὲν, καὶ ἀπολαυόν- των καὶ μὴ ἀπολαυόντων, ὅμοια μένει μὴ ἐλαττού- μενα
然而這些無論人享用與否,總是照舊如一,並不減少。
yet these, whether men enjoy them or do not enjoy them, remain the same, not diminished.
40:161
δὲ ἐγὼ εἶπον, πολλῷ μεῖζόν ἐστιν
但我所說的那樣東西,卻遠比這更大。
But that which I have spoken of is far greater.
40:162
Οὐ γὰρ ὁμοία μένει πνευματικὴ σοφία διαδιδομένη καὶ μὴ διαδιδομένη, ἀλλ' αὔξεται μᾶλλον διαδιδομένη
因為屬靈的智慧,分給人與不分給人,並不是保持一樣,反倒在分給人時更加增長。
For spiritual wisdom does not remain the same when imparted and when not imparted, but rather increases when imparted.
40:163
Εἰ δέ τις οὐκ ἀνέχεται τῶν εἰρημένων, ἀλλ' ἔτι τῇ τῶν βιωτικῶν προστέτηκε πενίᾳ ἁρπάζων τὰ ἐλαττούμε- να, κἀν τούτῳ πάλιν ἀναμιμνησκέσθω τῆς τροφῆς τοῦ μάννα, καὶ φοβείσθω τὸ παράδειγμα τῆς κολά- σεως
但若有人受不了這些話,仍舊執著於今生事物的貧乏,去奪取那些會減少的東西,那麼在這件事上,就讓他再想起嗎哪這食物,並懼怕那刑罰的鑑戒吧。
But if anyone does not endure the things that have been said, but is still cleaving to the poverty of worldly things, seizing the things that diminish, let him in this too again call to mind the food of the manna, and let him fear the example of the punishment.
40:164
Ὅπερ γὰρ ἐπ' ἐκείνης συνέβαινε, τοῦτο καὶ ἐπὶ τῶν πλεονεκτούντων νῦν ἐκβαῖνον ἔστιν ἰδεῖν
因為在那事上所發生的,如今也可見同樣臨到那些貪婪之人身上。
For what happened in that case may now be seen to come to pass also in the case of the covetous.
40:165
Τί δὲ τότε συνέβαινε; Σκώληκες ἔβρυον ἀπὸ τῆς πλεονεξίας
那時發生了甚麼呢?就是從貪婪之中生出蟲子來爬滿了。
And what happened then? Worms swarmed up out of the covetousness.
40:166
Τοῦτο καὶ νῦν γίνεται ἐπὶ τούτων
如今在這些人身上,也照樣發生這事。
This too happens now in the case of these men.
40:167
Τὸ μὲν γὰρ μέτρον τῆς τροφῆς τὸ αὐτὸ ἅπασι·
因為飲食的分量,對眾人原是一樣的;
For the measure of nourishment is the same for all;
40:168
μίαν γὰρ πλη- ροῦμεν γαστέρα·
因為我們所填飽的,不過是一個肚腹;
for we fill but one belly;
40:169
δὲ κόπρος παρὰ σοὶ πλείων τῷ τρυφῶντι
只是你這奢華放縱的人,所排出的穢物卻更多。
but the dung is more abundant in you who live in luxury.
40:170
Καὶ καθάπερ ἐκεῖ ἐν ταῖς οἰκίαις οἱ τὸ πλέον τοῦ νενομισμένου συλλέγοντες, οὐ μάννα συν- ῆγον, ἀλλὰ σκώληκας πλείους καὶ σηπεδόνα·
正如當日在各家中,那些收取超過所定分量的人,所聚集的不是嗎哪,乃是更多的蟲子與腐爛;
And just as there, in the households, those who gathered more than what was appointed gathered not manna but more worms and rottenness;
40:171
οὕτω δὴ καὶ ἐν τῇ τρυφῇ καὶ ἐν τῇ πλεονεξίᾳ, οὐ τροφὴν πλείονα, ἀλλὰ φθορὰν πλείονα συνάγουσιν οἱ γαστρι- ζόμενοι καὶ μεθύοντες
照樣,在奢華與貪婪之中,那些暴食醉酒的人,所聚集的也不是更多的養分,乃是更多的敗壞。
so indeed also in luxury and in covetousness, those who gorge themselves and are drunken gather not more nourishment but more corruption.
40:172
Ἀλλ' ὅμως τοσούτῳ χείρους ἐκείνων
然而如今的人比當日那些人更壞得多,
But nevertheless the men of the present time are so much worse than those,
40:173
οἱ νῦν, ὅσῳ ἐκεῖνοι μὲν ἅπαξ παθόντες τοῦτο, ἐσωφρονίσθησαν·
因為那些人只受過這一次的苦,便學了謹慎;
inasmuch as those, having suffered this but once, were brought to their senses;
40:174
οὗτοι δὲ καθ' ἑκάστην ἡμέραν τὸν σκώληκα τοῦτον ἐκείνου πολλῷ χαλεπώτερον εἰς τὰς οἰκίας τὰς ἑαυτῶν εἰσάγοντες, οὔτε αἰσθάνονται, οὔτε κορέννυνται
但這些人卻天天把這比那蟲更為可怕的蟲子引進自己家中,既不覺察,也不知足。
but these, day by day bringing into their own houses this worm which is far more grievous than that one, neither perceive it nor are satisfied.
40:175
Ὅτι γὰρ ταῦτα ἐκείνοις ἔοικε κατὰ τὸν τῆς ματαιοπονίας λόγον ( τῇ γὰρ τιμωρίᾳ πολλῷ ταῦτα χαλεπώτερα), ἐντεῦθεν σκόπει
至於這些事就其徒勞無益而言,何等像那些事——就刑罰而論,這些甚至遠為可怕——你可從此看出來。
For that these things resemble those, as regards the argument of vain labor - and indeed in respect of the punishment these are far more grievous - consider from this.
40:176
Τίνι γὰρ δια- φέρει πλούσιος τοῦ πένητος; οὐχ ἓν σῶμα περι- βάλλει; οὐ μίαν τρέφει γαστέρα; τίνι οὖν πλεον- εκτεῖ; Ταῖς φροντίσι, τῷ δαπανᾶσθαι, τῷ παρ- ακούειν Θεοῦ, τῷ διαφθείρειν τὴν σάρκα, τῷ λυμαί- νεσθαι τὴν ψυχήν
富人與窮人究竟有甚麼分別呢?他豈不也是穿在一個身子上麼?豈不也是餵養一個肚腹麼?那麼他勝過窮人的又在哪裡呢?就在憂慮上、在耗費上、在悖逆神上、在敗壞肉體上、在殘害靈魂上。
For in what does the rich man differ from the poor man? Does he not put on one body? Does he not feed one belly? In what then has he the advantage? In cares, in expenditure, in disobeying God, in corrupting the flesh, in maiming the soul.
40:177
Ταῦτα γάρ ἐστιν, οἷς πλεονεκτεῖ τὸν πένητα·
因為就是在這些事上,他勝過了窮人;
For these are the things in which he has the advantage over the poor man;
40:178
ὡς εἴ γε πολλοὺς ἐπλήρου γαστέρας, τάχα τι καὶ λέγειν εἶχεν, οἷον ὅτι πλείων χρεία, καὶ μείζων τῆς δαπάνης ἀνάγκη
倘若他真是餵飽了許多肚腹,或許還有些話可說,好比說他的需用更多、支出的必要更大。
whereas if he were filling many bellies, he might perhaps have something even to say, as that his need is greater and the necessity of expenditure is larger.
40:179
Ἀλλὰ καὶ νῦν ἔχουσι, φησὶν, εἰπεῖν, ὅτι πολλὰς πληροῦσι, τὰς τῶν οἰκετῶν, τὰς τῶν θεραπαινίδων
有人卻說,就是如今他們也能說,他們填飽了許多肚腹——就是家中僕人的、婢女的肚腹。
But even now, one says, they can say that they fill many - those of their household servants, those of their handmaidens.
40:180
Ἀλλ' οὐ χρείας ἕνε- κεν, οὐδὲ φιλανθρωπίας τοῦτο γίνεται, ἀλλὰ τύφου μόνον
但這樣做並非為著需用,也非出於愛人的心,乃單單為著虛榮;
But this is done not for need's sake, nor out of love toward men, but only out of vainglory;
40:181
ὅθεν οὐδ' ἂν ἀνάσχοιτό τις τῆς ἀπολογίας αὐτῶν
所以沒有人會容忍他們這樣的辯解。
wherefore no one would tolerate their defense.
40:182
Διὰ τί γὰρ πολλοὺς ἔχει οἰκέτας; Ὥσπερ γὰρ ἐν ἱματίοις τὴν χρείαν διώκειν δεῖ μόνον, καὶ ἐν τραπέ- ζῃ, οὕτω καὶ ἐν οἰκέταις
他為甚麼要有許多僕人呢?正如在衣著上、在飲食上,人只該追求所需用的,照樣在僕人的事上也是如此。
For why does he have many household servants? For just as in clothing and at table one ought to pursue need only, so also in the matter of servants.
40:183
Τίς οὖν χρεία; Οὐκ ἔσ- τιν οὐδεμία
那麼所需用的是甚麼呢?根本沒有甚麼需用。
What then is the need? There is none at all.
40:184
Καὶ γὰρ ἑνὶ τὸν ἕνα χρῆσθαι δεσπότην οἰκέτῃ μόνον ἐχρῆν·
其實一位主人只該使用一個僕人就夠了;
For indeed one master ought to use but one servant only;
40:185
μᾶλλον δὲ καὶ δύο καὶ τρεῖς δε- σπότας ἑνὶ οἰκέτῃ
甚至可說,兩三位主人共用一個僕人才對。
or rather, even two or three masters ought to use one servant.
40:186
Εἰ δὲ βαρὺ τοῦτο, ἐννόησον τοὺς οὐδὲ ἕνα ἔχοντας, καὶ εὐκολωτέρας ἀπολαύοντας θε- ραπείας·
但若這顯得為難,就想想那些連一個僕人都沒有、卻享受更輕省服事的人吧;
But if this seems burdensome, consider those who have not even one, and who enjoy an easier service;
40:187
καὶ γὰρ αὐτάρκεις τῇ διακονίᾳ τῇ ἑαυτῶν ἐποίησεν Θεὸς, μᾶλλον δὲ καὶ τῇ τοῦ πλησίον
因為神已使我們足能服事自己,甚至也足能服事鄰舍。
for God has made us self-sufficient for our own ministering, or rather even for that of our neighbor.
40:188
Εἰ δὲ ἀπιστεῖς, ἄκουε Παύλου λέγοντος·
你若不信,且聽保羅所說的:
But if you disbelieve, hear Paul saying:
40:189
Ταῖς χρείαις μου, καὶ τοῖς οὖσι μετ' ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται
「我這兩隻手常供給我和同人的需用。」
'These hands ministered to my necessities, and to them that were with me.'
40:190
Εἶτα μὲν τῆς οἰκουμένης διδά- σκαλος καὶ τῶν οὐρανῶν ἄξιος οὐκ ᾐσχύνετο μυρίοις ὑπηρετῶν·
如此看來,普世的教師、配得諸天的那位,尚且不以服事無數人為恥;
Then, while the teacher of the whole world, worthy of the heavens, was not ashamed to minister to countless others,
40:191
σὺ δὲ, εἰ μὴ πολλὰς περιφέρεις ἀνδρα- πόδων ἀγέλας, αἰσχρὸν εἶναι νομίζεις, οὐκ εἰδὼς ὅτι τοῦτο μὲν οὖν μάλιστά ἐστι τὸ καταισχῦνόν σε; Καὶ γὰρ διὰ τοῦτο καὶ χεῖρας ἡμῖν ἔδωκεν Θεὸς καὶ. πόδας, ἵνα μὴ δεώμεθα οἰκετῶν
你若沒有帶著成群結隊的奴僕,倒以為是可恥的事,卻不知道正是這事最叫你蒙羞麼?神賜給我們手和腳,正是為叫我們無須倚賴僕人。
you, if you do not carry about many droves of slaves, count it a shameful thing, not knowing that this very thing is above all what puts you to shame? For it was for this reason that God gave us both hands and feet, that we might not stand in need of servants.
40:192
Οὐδὲ γὰρ χρείας ἕνεκεν τὸ τῶν δούλων ἐπεισήχθη γένος, ἐπεὶ μετὰ τοῦ Ἀδὰμ ἐπλάσθη ἂν καὶ δοῦλος·
奴僕這一類人,原不是為著需用而被引進的,否則亞當受造時,就當一併有奴僕被造了;
For neither was the race of slaves introduced for need's sake, since a slave too would have been formed together with Adam;
40:193
ἀλλ' ἁμαρτίας ἐστὶ τὸ ἐπιτίμιον, καὶ τῆς παρακοῆς κόλασις
其實這乃是罪的懲罰,是悖逆的刑罰。
but it is the penalty of sin, and the punishment of disobedience.
40:194
δὲ Χριστὸς παραγενόμενος, καὶ τοῦτο ἔλυσεν·
然而基督來到,也把這事解除了;
But Christ, when He came, undid this also;
40:195
Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὐκ ἔστι δοῦλος οὐδὲ ἐλεύθε- ρος
因為「在基督耶穌裡,並沒有為奴的、自主的。」
for 'in Christ Jesus there is neither slave nor free.'
40:196
Ὥστε οὐκ ἀναγκαῖον τὸ δοῦλον ἔχειν·
可見有奴僕並不是必需的;
So that it is not necessary to have a slave;
40:197
εἰ δὲ καὶ ἀναγκαῖον, ἕνα που μόνον, τὸ πολὺ δεύτερον
就算是必需的,也不過一個罷了,至多兩個。
and even if it be necessary, then only one somewhere, or at the most a second.
40:198
Τί βούλεται τὰ σμήνη τῶν οἰκετῶν; Καθάπερ γὰρ οἱ προβατοπῶλαι καὶ οἱ σωματοκάπηλοι, οὕτως ἐν βα- λανείῳ, οὕτως ἐν ἀγορᾷ περιίασιν οἱ πλουτοῦντες
這一大群僕人是為著甚麼呢?富人正像販羊的和販賣人口的一般,成群結隊地出入澡堂,出入市場。
What mean these swarms of servants? For just like sheep-dealers and slave-traffickers, so do the wealthy go about in the bath, so in the marketplace.
40:199
Πλὴν ἀλλ' οὐδὲν ἀκριβολογοῦμαι·
不過,我並不在此吹毛求疵、斤斤計較;
Nevertheless, I am not being over-exact;
40:200
ἔστω σοι καὶ δεύ- τερος οἰκέτης·
就讓你有第二個僕人吧。
let there be for you even a second servant.
40:201
εἰ δὲ πολλοὺς συνάγεις, οὐ φιλανθρω- πίας ἕνεκεν τοῦτο ποιεῖς, ἀλλὰ θρυπτόμενος·
但你若聚集眾多的隨從,這樣做並非出於愛人之心,而是出於你耽於奢華放縱。
But if you gather a large retinue, you do not do this out of love for mankind, but because you are given over to soft and luxurious living.
40:202
ἐπεὶ, εἰ κηδόμενος, μηδένα εἰς διακονίαν ἀπασχολήσῃς τὴν σὴν, ἀλλ' ἀγοράσας, καὶ τέχνας διδάξας ὥστε ἀρκεῖν ἑαυτοῖς, ἄφες ἐλευθέρους
因為你若真是關懷他們,就不會叫任何人為你所役使,反而在買下他們、又教他們手藝、使他們能自給之後,便當釋放他們為自由之人。
For if you truly cared for them, you would not keep anyone occupied in your service, but rather, having purchased them and taught them trades so that they might provide for themselves, you would set them free as free men.
40:203
Ὅταν δὲ μαστίζῃς, ὅταν δεσμεύῃς, οὐκέτι φιλανθρωπίας τὸ ἔργον
然而當你鞭打他們、當你用鎖鏈捆綁他們時,這就不再是愛人之工了。
But when you scourge them, when you bind them in chains, this is no longer a work of love for mankind.
40:204
Καὶ οἶδα μὲν ὅτι φορτικός εἰμι τοῖς ἀκούουσιν·
我確知,我對那些聽我講論的人是叫人厭煩的;
And I know indeed that I am burdensome to those who hear me;
40:205
ἀλλὰ τί πάθω; Εἰς τοῦτο κεῖμαι, καὶ οὐ παύσομαι ταῦτα λέγων, ἄν τε γένηταί τι πλέον, ἄν τε μηδέν
但我又能怎樣呢?我正是為此而設立的,我必不停止講說這些話,無論是有些果效,還是毫無果效。
but what am I to do? For this very purpose I am appointed, and I will not cease to say these things, whether it profits anything or nothing at all.
40:206
Τί γάρ σοι βούλεται τὸ σοβεῖν ἐπὶ τῆς ἀγορᾶς; μὴ γὰρ μεταξὺ θηρίων περιπατεῖς, ὅτι ἀπελαύνεις τοὺς ἐντυγχάνοντας; Μὴ φοβηθῇς·
你在市場上這般昂首闊步,究竟是何意思?難道你是行走在野獸之間,以致要驅趕那些迎面而來的人麼?不要懼怕;
For what does this strutting about in the marketplace mean to you? Are you then walking among wild beasts, that you drive away those who come to meet you? Do not be afraid;
40:207
οὐδεὶς δάκνει τῶν προσιόντων, καὶ πλησίον σοι βαδιζόντων
那些走近你、在你旁邊行走的人,沒有一個會咬你。
none of those who approach and walk near you will bite.
40:208
Ἀλλ' ὕβριν ἡγῇ τὸ μετὰ πάντων συμβαδίζειν; Καὶ πόσης ταῦτα μανίας, πόσης τερα- τωδείας, τὸν μὲν ἵππον πλησίον ἑπόμενον μὴ νομί- ζειν φέρειν ὕβριν, ἄνθρωπον δὲ, εἰ μὴ ἀπὸ μυρίων ἐλαύνοιτο σταδίων, καταισχύνειν ἡγεῖσθαι; Τί δὲ καὶ παῖδας ῥαβδούχους ἔχεις, ὡς δούλοις κεχρημένος τοῖς ἐλευθέροις, μᾶλλον δὲ αὐτὸς παντὸς ἀτιμότερον οἰκέ- του ζῶν; καὶ γὰρ παντὸς εὐτελέστερος οἰκέτου τοσ- οῦτον περιφέρων τῦφον
但你竟以為與眾人同行是一種凌辱麼?這是何等的瘋狂、何等的怪誕:一匹馬緊隨在你身後,你並不以為是凌辱;然而一個人若不被趕出千里之外,你便以為是羞辱麼?你又為何有持杖的僕役,把自由之人當作奴隸使喚,或者說你自己活得比任何家僕更卑賤呢?因為懷著這樣浮誇之心的人,比任何家僕都更加低賤。
But do you deem it an insult to walk together with everyone? And of how great a madness, of how great a monstrousness is this, that you do not think it an affront for a horse to follow close behind you, yet you consider it a disgrace if a man be not driven off a myriad furlongs away? And why do you keep rod-bearing attendants, treating free men as slaves, or rather yourself living more dishonorably than any household servant? For he who carries about such vanity is meaner than any servant.
40:209
Διὰ τοῦτο οὐδὲ ὄψονται τὴν ὄντως ἐλευθερίαν οἱ τῷ χαλεπῷ τούτῳ καταδουλώ- σαντες ἑαυτοὺς πάθει
正因如此,那些將自己奴役於這可惡情慾之下的人,甚至永遠不能看見真正的自由。
For this reason those who have enslaved themselves to this grievous passion will never even behold true freedom.
40:210
Εἰ γὰρ ἀπελαύνειν βούλει καὶ σοβεῖν, μὴ τοὺς προσιόντας, ἀλλὰ τὸν τῦφον ἀπέλα- σον·
你若想驅趕、想逐退,就當驅逐的不是那些走近你的人,而是你的浮誇;
For if you wish to drive away and to chase off, drive off not those who approach, but your vanity;
40:211
μὴ διὰ τοῦ παιδὸς, ἀλλὰ διὰ σεαυτοῦ·
不是藉著僕人,而是藉著你自己;
not by means of your servant, but by means of yourself;
40:212
μὴ τῇ μάστιγι ταύτῃ, ἀλλὰ τῇ πνευματικῇ
不是用這外面的鞭子,而是用屬靈的鞭子。
not with this whip, but with the spiritual one.
40:213
Νῦν μὲν γάρ σου παῖς ἀπελαύνει τοὺς συμβαδίζοντας, σὲ δὲ ἄνωθεν ἀπόνοια αἰσχρότερον, οἰκέτης τὸν πλη- σίον
如今你的僕人驅趕那些與你同行的人,而那從上而來的驕傲,卻比家僕羞辱鄰舍更加可恥地羞辱你。
For now your servant drives away those who walk with you, but pride from above disgraces you more shamefully than a household servant does his neighbor.
40:214
Ἂν δὲ ἀπὸ τοῦ ἵππου καταβὰς, ἐλάσῃς αὐτὴν διὰ τῆς ταπεινοφροσύνης, ὑψηλότερον καθεδῇ καὶ ἐν μείζονι σαυτὸν
但你若從馬上下來,藉著謙卑驅逐那驕傲,你就要坐得更高,並要把自己安置於更大的尊榮之中,
But if, dismounting from your horse, you drive out that pride through humility, you will be seated more loftily and will establish yourself in greater honor,
40:215
καταστήσεις τιμῇ, οὐδὲν τοῦ παιδὸς εἰς τοῦτο δεόμενος
在這事上絲毫不需要你的僕人。
having no need of your servant for this.
40:216
Ὅταν γὰρ μέτριος γενόμενος χα- μαὶ βαδίζῃς, ἐπὶ τοῦ ὀχήματος καθεδῇ τῆς ταπεινο- φροσύνης τοῦ μέχρι τῶν οὐρανῶν σε ἀνάγοντος, τοῦ πτηνοὺς ἔχοντος ἵππους·
因為當你變得謙和、行走在地上時,你便要坐在謙卑的車輦之上,這車輦要把你高舉直到諸天,且駕著有翅膀的駿馬;
For when, having become moderate, you walk upon the ground, you shall be seated upon the chariot of humility, which raises you up to the very heavens, and which possesses winged steeds;
40:217
ἂν δὲ ἀποπεσὼν ἐκείνου, εἰς τὸ τῆς ἀλαζονείας μεταβῇς, τῶν χαμαὶ συ- ρομένων ἑρπετῶν οὐδὲν ἄμεινον διάκεισαι, ἀλλὰ καὶ ἀθλιώτερον πολλῷ καὶ ἐλεεινότερον
但你若從那車輦上墜落,轉入狂傲,你的光景便絲毫不勝於在地上爬行的爬蟲,反倒更加悲慘、更加可憐得多。
but if, having fallen from that chariot, you pass over into arrogance, you are in no better a state than the reptiles that crawl upon the ground, but rather far more wretched and pitiable.
40:218
Τοὺς μὲν γὰρ τοῦ σώματος πήρωσις οὕτω καταναγκάζει σύρεσθαι, σὲ δὲ τῆς ἀλαζονείας νόσος
因為那些爬蟲是身體的殘缺這樣逼使牠們爬行,而你卻是被狂傲的病症所逼。
For them the maiming of their body thus compels to crawl, but you the disease of arrogance.
40:219
Καὶ γὰρ Πᾶς ὑψῶν ἑαυτὸν, φησὶ, ταπεινωθήσεται
因為經上說:「凡自高的,必降為卑。」
For 'everyone who exalts himself,' He says, 'shall be humbled.'
40:220
Ἵν' οὖν μὴ ταπει- νωθῶμεν, ἀλλὰ ὑψωθῶμεν, ἐπὶ τὸ ὕψος ἔλθωμεν ἐκεῖ- νο
所以,為叫我們不至降卑,反倒得以升高,讓我們登上那高處。
In order, therefore, that we may not be humbled, but exalted, let us come to that height.
40:221
Οὕτω γὰρ καὶ ἀνάπαυσιν εὑρήσομεν ταῖς ψυχαῖς ἡμῶν κατὰ τὸν θεῖον χρησμὸν, καὶ τῆς ἀληθοῦς καὶ ὑψηλοτάτης ἐπιτευξόμεθα τιμῆς·
因為這樣,我們既要照著那神聖的話語,為我們的靈魂尋得安息,又要得著那真實而至高的尊榮;
For in this way we shall both find rest for our souls, according to the divine oracle, and shall attain to the true and most exalted honor;
40:222
ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς
願我們眾人都得以達到這尊榮,靠著恩典與愛人之心,以及其後所言的一切。
which may it be granted to us all to attain, by the grace and love for mankind, and so forth.
← 第 39 章第 41 章 →
01234567891011121314151617181920212223242526272829303132333435363738394041424344