📜 Verbum
Scripture and the Fathers, read aloud in the original

← All books · Greek Fathers › Church History IV

Eusebius

Church History IV 5

Greek original · 5 verses · some words can be tapped for a gloss

← ch. 4ch. 6 →
5:1
Τῶν γε μὴν ἐν Ἱεροσολύμοις ἐπισκόπων τοὺς χρόνους γραφῆ̣ σωζομένους οὐδαμῶς ηὑρον· κομιδῆ γὰρ οὐν βραχυβίους αὐτοὺς λόγος κατέχει γενέσθαι.
As for the dates of the bishops in Jerusalem, I have nowhere found them preserved in writing; for tradition holds that they were exceedingly short-lived.
至於耶路撒冷諸主教的年代,我在任何書面記載中都未曾尋得,因為相傳他們在位的時日極其短促。
5:2
τοσοῦτον δ ἐξ ἐγγράφων παρείληφα , ὡς μέχρι τῆς κατὰ Ἀδριανὸν Ἰουδαίων πολιορκίας πεντεκαιδεκα τὸν ἀριθμὸν αὐτόθι γεγόνασιν ἐπισκόπων διαδοχαὶ, οὓς πάντας Ἑβραίους φασὶν ὄντας ἀνέκαθεν τὴν γνῶσιν τοῦ Χριστοῦ γνησίως καταδέξασθαι, ὥστ ἤδη πρὸς τῶν τὰ τοιάδε ἐπικρίνειν δυνατῶν καὶ τῆς τῶν ἐπισκόπων λειτουργίας ἀξίους δοκιμασθῆναι· συνεστάναι γὰρ αὐτοῖς τότε τὴν πᾶσαν ἐκκλησίαν ἐξ Ἑβραίων πιστῶν , ἀπὸ τῶν ἀποστόλων καὶ εἰς τὴν τότε διαρκεσάντων πολιορκίαν , καθ ἣν Ἰουδαῖοι Ρωμαίων αὖθις ἀποστάντες οὐ μικροῖς πολέμοις ἥλωσαν.
But this much I have gathered from documents: that down to the siege of the Jews under Hadrian there had been fifteen successions of bishops there. All of these, they say, were Hebrews by origin who had genuinely received the knowledge of Christ from the first, so that they were judged worthy of the bishops’ ministry by those competent to decide such matters. For their whole church at that time consisted of faithful Hebrews who had continued from the apostles down to the siege of that time, in which the Jews, having again revolted from the Romans, were defeated in no small wars.
我只從文獻中得知這許多:直到哈德良治下圍攻猶太人之時,那裡共有十五代主教的承繼。據說他們全都原是希伯來人,自始便真誠地領受了基督的知識,以致那些能裁斷此類事的人也判定他們配得主教的職事。因為他們當時的全教會都是由忠信的希伯來人所組成,從使徒以來一直延續到那時的圍攻;在那次圍攻中,猶太人再度背叛羅馬人,在不小的戰爭中被擊敗。
5:3
διαλελοιπότων δ οὐν τηνικαῦτα τῶν ἐκ περιτομῆς ἐπισκόπων τοὺς ἀπὸ πρώτου νῦν αναγκαῖον ἂν εἴη καταλέξαι. πρῶτος τοιγαροῦν Ἰάκωβος τοῦ κυρίου λεγόμενος ἀδελφὸς ἦν, μεθ ὃν δεύτερος Συμεὼν, τρίτος Ἰοῦστος, Ζακχαῖος τέταρτος, πέμπτος Τωβίας, ἕκτος Βενιαμὶν , Ἰωάννης ἕβδομος, ὄγδοος Ματθίας, ἔνατος Φίλιππος, δέκατος Σενέκας, ἑνδέκατος Ἰοῦστος, Λευὶς δωδέκατος, Ἐφρῆς τρισκαιδέκατος, τεσσαρεσκαιδέκατος Ἰωσὴφ, ἐπὶ πᾶσι πεντεκαιδέκατος Ἰούδας.
Since, then, the bishops of the circumcision ceased at that time, it would now be necessary to list them from the first. The first, accordingly, was James who is called the Lord’s brother; after him Simeon was the second, Justus the third, Zacchaeus the fourth, the fifth Tobias, the sixth Benjamin, John the seventh, the eighth Matthias, the ninth Philip, the tenth Seneca, the eleventh Justus, Levi the twelfth, Ephres the thirteenth, the fourteenth Joseph, and last of all, the fifteenth, Judas.
既然受割禮的主教在那時止息了,現今就有必要從第一位起把他們列舉出來。第一位便是那稱為主之兄弟的雅各;其後第二位是西面,第三位猶斯圖,第四位撒該,第五位多比亞,第六位便雅憫,第七位約翰,第八位馬提亞,第九位腓利,第十位西尼加,第十一位猶斯圖,第十二位利未,第十三位以弗利,第十四位約瑟,最末了第十五位是猶大。
5:4
τοσοῦτοι καὶ οἱ ἐπὶ τῆς Ἱεροσολύμων πόλεως ἐπίσκοποι ἀπὸ τῶν ἀποστόλων εἰς τὸν δηλούμενον διαγενόμενοι χρόνον, οἱ πάντες ἐκ περιτομῆς.
So many were the bishops of the city of Jerusalem who succeeded one another from the apostles down to the time mentioned, all of them of the circumcision.
從使徒以來直到所提及的那時候,耶路撒冷城的主教就有這麼多代相繼接續,他們全都是受割禮的。
5:5
ἤδη δὲ δωδέκατον ἐχούσης ἔτος τῆς ἡγεμονίας Ἀδριανοῦ , Ξυστὸν δεκαέτη χρόνον ἀποπλήσαντα ἐπὶ τῆς Ῥωμαίων ἐπισκοπῆς ἕβδομος ἀπὸ τῶν ἀποστόλων διαδέχεται Τελεσφόρος, ἐνιαυτοῦ δὲ μεταξὺ καὶ μηνῶν διαγενομένου τῆς Ἀλεξανδρέων παροικίας τὴν προστασίαν Εὐμένης ἕκτῳ κλήρῳ διαδέχεται, τοῦ πρὸ αὐτοῦ ἔτεσιν ἕνδεκα διαρκέσαντος.
Now when the reign of Hadrian was already in its twelfth year, Telesphorus, the seventh from the apostles, succeeded Xystus, who had completed ten years in the bishopric of the Romans; and after the interval of a year and some months, Eumenes succeeded to the presidency of the diocese of the Alexandrians as the sixth in the succession, his predecessor having continued for eleven years.
當哈德良在位已屆第十二年時,續斯圖滿了羅馬主教之位的十年,使徒以後第七位的德肋斯弗承繼了他;隔了一年又數月之後,由歐默內承接亞歷山大教會的治理,為第六代繼承人,其前任在位達十一年之久。
← ch. 4ch. 6 →
123456789101112131415161718192021222324252627282930