📜 Verbum
Scripture and the Fathers, read aloud in the original

← All books · Greek Fathers › Homilies on Hebrews

Chrysostom

Homilies on Hebrews 24

Greek original · 157 verses · some words can be tapped for a gloss

← ch. 23ch. 25 →
24:1
Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες, μὴ λαβόν τες τὰς ἐπαγγελίας, ἀλλὰ πόῤῥωθεν αὐτὰς ἰδόντες καὶ ἀσπασάμενοι, καὶ ὁμολογήσαντες ὅτι ξένοι καὶ παρεπίδημοί εἰσιν ἐπὶ τῆς γῆς
These all died in faith, not having received the promises, but having seen them afar off and greeted them, and having confessed that they are strangers and sojourners upon the earth.
這些人都是存著信心死的,並沒有得著所應許的,卻從遠處望見了,就歡喜迎接,又承認自己在地上是客旅,是寄居的。
24:2
Οἱ γὰρ τοιαῦτα λέγοντες ἐμφανίζουσιν ὅτι πατρίδα ἐπιζητοῦσι
For they that say such things make it manifest that they are seeking a homeland.
因為說這樣話的人,是顯明自己在尋找一個家鄉。
24:3
Καὶ εἰ μὲν ἐκείνης ἐμνη μόνευον, ἀφ' ἧς ἐξῆλθον, εἶχον ἂν καιρὸν ἀνακάμψαι·
And if indeed they had been mindful of that country from which they came out, they would have had opportunity to return;
他們若記念所離開的那本鄉,還有可以回去的機會;
24:4
νῦν δὲ κρείττονος ὀρέγονται, τουτέστιν, ἐπουρανίου
but now they long for a better country, that is, a heavenly one.
他們卻羨慕一個更美的家鄉,就是在天上的。
24:5
Διὰ τοῦτο οὐκ ἐπαι σχύνεται αὐτοὺς Θεὸς, Θεὸς ἐπικαλεῖσθαι αὐτῶν·
Therefore God is not ashamed of them, to be called their God;
所以神被稱為他們的神,並不以為恥;
24:6
ἡτοίμασε γὰρ αὐτοῖς πόλιν
for He has prepared for them a city.
因為祂已經給他們預備了一座城。
24:7
πρώτη ἀρετὴ, καὶ πᾶσα ἀρετὴ τὸ ξένον εἶναι τοῦ κόσμου τούτου καὶ παρεπίδημον, καὶ μηδὲν κοινὸν ἔχειν πρὸς τὰ ἐνταῦθα πράγματα, ἀλλὰ ἀπηρτῆσθαι αὐτῶν ὥσπερ ξένων, καθάπερ οἱ μακάριοι. μαθηταὶ ἐκεῖνοι, περὶ ὧν φησι·
The first virtue, and the whole of virtue, is to be a stranger and a sojourner to this world, and to have nothing in common with the things here, but to be detached from them as from things alien, even as those blessed disciples of whom He says:
首要的美德,也是美德的全部,就是作這世界的客旅、寄居者,與此地的事物毫無相干,反倒像與外物無涉的人一般,遠離這些事物,正如那些有福的門徒,論到他們,經上說:
24:8
Περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος κόσμος
They wandered about in sheepskins and in goatskins, being destitute, afflicted, ill-treated—of whom the world was not worthy.
他們披著綿羊山羊的皮各處奔跑,受窮乏、患難、苦害——這世界原不配有他們。
24:9
Ἐκεῖνοι μὲν οὖν ξένους ἔλεγον εἶναι ἑαυτούς·
They, then, called themselves strangers;
如此,他們稱自己為客旅;
24:10
δὲ Παῦλος καὶ πολλῷ τι πλέον εἶπεν
but Paul said something even far greater.
但保羅所說的,還遠超過這話。
24:11
Οὐ γὰρ ξένον ἑαυτὸν ἁπλῶς εἶπεν, ἀλλὰ νεκρὸν εἶπε τῷ κόσμῳ, καὶ τὸν κόσμον αὐτῷ νεκρόν
For he did not simply call himself a stranger, but he said that he was dead to the world, and the world dead to him.
因為他不只是單單稱自己為客旅,乃是說自己向世界是死的,世界向他也是死的。
24:12
Ἐμοὶ γὰρ, φησὶν, κόσμος ἐσταύρωται, κἀγὼ τῷ κόσμῳ
'For to me,' he says, 'the world has been crucified, and I to the world.'
他說:「就我而論,世界已經釘在十字架上;就世界而論,我已經釘在十字架上。」
24:13
Ἀλλ' ἡμεῖς ὡς καὶ πολῖται, καὶ σφόδρα ζῶντες ὡς πολῖται, οὕτω πάντα ἐνταῦθα πραγματευόμεθα·
But we, as though we were citizens here and very much alive as citizens, so do we transact all our affairs here.
但我們卻彷彿是這裏的公民,並且像公民一樣極其活躍,就這樣在此地經營一切事務。
24:14
καὶ ὅπερ ἦσαν τῷ κόσμῳ οἱ δίκαιοι, ξένοι καὶ νεκροὶ, τοῦτο ἡμεῖς ἐσμεν τῷ οὐρανῷ·
And what the righteous were to the world—strangers and dead—that we are to heaven.
義人向世界是甚麼—是客旅、是死的—我們向著天也就是這樣。
24:15
ὅπερ δὲ ἦσαν ἐκεῖνοι τῷ οὐρανῷ, ζῶντες καὶ πολιτευόμενοι, τοῦτο ἡμεῖς ἐσμεν τῷ κόσμῳ
But what they were to heaven—living and conducting their citizenship there—that we are to the world.
而他們向著天是甚麼—是活著、在那裏度公民生活—我們向著世界也就是這樣。
24:16
Διὰ τοῦτο τεθνήκαμεν, ὅτι τὴν. ὄντως ζωὴν ἠρνησάμεθα, καὶ τὴν πρόσκαιρον ταύτην εἱλόμεθα·
For this reason we have died, because we denied the life that is truly life and chose this transitory one.
為此我們就死了,因為我們棄絕了那真正的生命,卻揀選了這短暫的生命。
24:17
διὰ τοῦτο παροξύνομεν τὸν Θεὸν, ὅτι προκειμένης ἡμῖν τῆς ἐν τοῖς οὐρανοῖς ἀπολαύσεως, οὐδὲ οὕτω τῶν ἐπὶ τῆς γῆς ἀποστῆναι βουλόμεθα, ἀλλὰ, καθάπερ τινὲς σκώληκες, ἀπὸ τῆς γῆς εἰς τὴν γῆν, καὶ πάλιν ἀπὸ ταύτης εἰς ταύτην περιστρεφόμεθα, καὶ ὅλως οὐδὲ μικρὸν ἀνακύψαι βουλόμεθα, οὐδὲ ἀποστῆσαι ἑαυτοὺς τῶν ἀνθρωπίνων πραγμάτων, ἀλλ' ὥσπερ ὑπό τινος κάρου καὶ ὕπνου καὶ μέθης καταβαπτισθέντες, καταπεπλήγμεθα φανταζόμενοι
For this reason we provoke God, because although the enjoyment that is in the heavens lies set before us, not even so are we willing to withdraw from the things upon the earth; but, like certain worms, we keep turning about from earth to earth and again from this to this, and are utterly unwilling even a little to lift up our heads, nor to draw ourselves away from human affairs, but as though sunk beneath some torpor and sleep and drunkenness, we are stupefied by phantoms.
為此我們就惹神發怒,因為天上的享受既擺在我們面前,我們竟連這樣也不肯離開地上的事,反倒像蟲子一般,從地到地,又從此地轉到此地,反覆盤旋,全然不肯稍微抬頭,也不肯把自己從人間的事務中抽離,反倒好像被某種昏沉、睡眠與醉酒所淹沒,被幻象所迷惑而發呆。
24:18
Καὶ καθάπερ οἱ γλυκεῖ κατεχόμενοι ὕπνῳ, οὐ μόνον ἐν νυκτὶ, ἀλλὰ καὶ αὐτοῦ τοῦ ὄρθρου καταλαβόντος, καὶ λαμπρᾶς γενομένης ἡμέρας κεῖνται ἐπὶ κλίνης, καὶ οὐκ αἰσχύνονται τῇ ἡδονῇ χαριζόμενοι, καὶ τὸν καιρὸν τῆς ἐργασίας καὶ τῆς σπουδῆς, τοῦτον καιρὸν ποιούμενοι ὕπνου καὶ νωθείας·
And just as those held fast by sweet sleep lie upon their bed not only in the night, but even when dawn has broken and bright day has come, and are not ashamed to indulge their pleasure, making the very time for work and diligence a time for sleep and sloth—
又好像那些被甜美睡眠所纏住的人,不僅在夜間,就是連黎明已到、明亮的白晝已臨,仍躺臥在床上,並不以縱情享樂為恥,反把本該作工與勤勞的時候,當作睡眠與怠惰的時候—
24:19
οὕτω δὴ καὶ ἡμεῖς, τῆς ἡμέρας ἐγγιζούσης, τῆς νυκτὸς προκοπτούσης, μᾶλλον δὲ τῆς ἡμέρας·
so indeed do we also, though the day draws near and the night is far advanced—or rather the day—
我們實在也是如此,雖然白晝將近、黑夜已深,或說白晝已臨—
24:20
Ἐργάζεσθε γὰρ, φησὶν, ἕως ἐστὶν ἡμέρα·
'For work,' he says, 'while it is day.'
他說:「趁著白日,當作工。」
24:21
ἡμέρας οὔσης, τὰ τῆς νυκτὸς πράττομεν ἅπαντα, καθεύδοντες, ὀνείρατα βλέποντες, φαντασίαις ἐντρυφῶντες·
While it is day, we do all the works of the night, sleeping, seeing dreams, reveling in fantasies.
在白晝之時,我們卻行盡黑夜之事,沉睡、作夢、耽溺於幻想。
24:22
καὶ μεμύκασιν ἡμῖν οἱ τῆς διανοίας ὀφθαλμοὶ καὶ οἱ τοῦ σώματος, παραφθεγγόμεθα, παραλαλοῦμεν·
And the eyes of our understanding are shut, as also those of the body; we mutter astray, we babble.
我們心思的眼睛閉著,身體的眼睛也閉著;我們胡言,我們亂語。
24:23
κἂν βαθεῖαν ἡμᾶς πλήξῃ τις πληγὴν, οὐδὲ αἰσθανόμεθα, κἂν πᾶσαν ἡμῶν διαρπάσῃ τὴν οὐσίαν, κἂν αὐτὴν ἐμπρήσῃ τὴν οἰκίαν·
And though someone strike us a deep blow, we do not even feel it; though he plunder all our substance, though he set fire to our very house—
縱使有人重重打我們一擊,我們也毫不覺察;縱使有人劫掠我們一切的財產,縱使有人焚燒我們的房屋—
24:24
μᾶλλον δὲ οὐδὲ ἀναμένομεν ἑτέρους τοῦτο ποιεῖν, ἀλλ' αὐτοὶ τοῦτο πράττομεν κεντοῦντες ἑαυτοὺς καθ' ἑκάστην ἡμέραν καὶ πλήττοντες, ἀσχημόνως κείμενοι, καὶ γεγυμνωμένοι πάσης εὐδοξίας, πάσης τιμῆς, καὶ τὰ αἰσχρὰ ἡμῶν ἔργα οὔτε αὐτοὶ συγκαλύπτοντες, οὔτε ἑτέροις ἐπιτρέποντες τοῦτο ποιεῖν, ἀλλ' εἰς μέσην ἀσχημοσύνην τοῖς ὁρῶσι καὶ
or rather, we do not even wait for others to do this, but we ourselves do it, goading and striking ourselves every day, lying in unseemly fashion, stripped bare of all good repute and all honor, neither covering over our shameful deeds ourselves, nor permitting others to do so, but lying exposed to the eyes of those who behold and
或者說,我們甚至不等別人來作這事,反倒是我們自己來作,天天刺傷並擊打自己,醜態畢露地躺臥著,赤裸露出,喪盡一切美名、一切尊榮,既不遮蓋自己可恥的行為,也不容別人為我們遮蓋,反倒赤裸暴露,任憑觀看的人與
24:25
παριοῦσι προκείμενοι εἰς γέλωτα, εἰς σκώμματα μυρία
the passers-by, set forth as a laughingstock and as an object of countless mockeries.
過路的人譏笑,成為無數嘲弄的把柄。
24:26
Οὐκ οἴεσθε καὶ αὐτοὺς τοὺς πονηροὺς καταγελᾷν τῶν ὁμοτρόπων, καὶ καταγινώσκειν αὐτῶν; Ἐπειδὴ γὰρ ἡμῖν ἐντέθεικεν Θεὸς δικαστήριον ἀδέκαστον, οὐδέποτε διαφθειρόμενον, κἂν εἰς αὐτὸν τῆς κακίας ἔλθωμεν τὸν πυθμένα·
Do you not think that even the wicked themselves laugh at those of like manners and condemn them? For since God has implanted in us an incorruptible tribunal, one never to be bribed, even should we come to the very depths of vice—
你們豈不曉得,就連惡人自己也譏笑那與他們同流合污的人,並且定他們的罪麼?因為神在我們裏面設立了一個不受賄、永不敗壞的審判台,縱使我們墮入惡的最深處—
24:27
τούτου χάριν καὶ αὐτοὶ οἱ πονηροὶ καταδικάζουσιν ἑαυτοὺς, κἂν αὐτοὺς καλέσῃ τις τοῦτο, ὅπερ εἰσὶν, αἰσχύνονται, ὀργίζονται, ὕβριν τὸ πρᾶγμά φασιν
on this account even the wicked themselves condemn themselves; and should anyone call them by that which they truly are, they are ashamed, they are angered, they say the matter is an insult.
正因如此,就連惡人自己也定自己的罪;若有人照他們真實的樣子稱呼他們,他們就覺羞恥、就發怒,說這事是一種侮辱。
24:28
Οὕτως εἰ καὶ μὴ δι' ἔργων, ἀλλὰ διὰ λόγων καταδικάζουσιν ἅπερ πράττουσι, διὰ τοῦ συνειδότος, μᾶλλον δὲ καὶ διὰ τῶν ἔργων
Thus, even if not by deeds, yet by words they condemn what they do—through their conscience, or rather even through their deeds.
這樣,他們即使不藉行為,也藉言語定罪自己所行的—藉著良心,甚至也藉著行為。
24:29
Ὅταν γὰρ λανθάνοντες καὶ κρυπτόμενοι πράττωσι, μέγιστον ἐκφέρουσι δεῖγμα γνώμης, ἣν περὶ τοῦ πράγματος ἔχουσιν
For whenever they act in secret and in hiding, they bring forth the greatest proof of the opinion they hold concerning the matter.
因為他們既是隱藏躲避地行事,就顯出他們對那件事所存看法的最大憑據。
24:30
Οὕτω γὰρ δήλη ἐστὶν κακία, ὡς πάντας αὐτῆς εἶναι κατηγόρους, καὶ τοὺς μετιόντας αὐτήν·
For vice is so manifest that all are its accusers, even those who pursue it.
因為惡是這樣的顯而易見,以致眾人都成了它的控告者,就連追隨它的人也是如此。
24:31
τοιοῦτον δέ ἐστιν ἀρετὴ, ὡς καὶ παρ' ἐκείνων θαυμάζεσθαι τῶν μὴ ζηλούντων αὐτήν
And such is virtue, that it is admired even by those who do not emulate it.
德行也是這樣,以致連那些不效法它的人也稱讚它。
24:32
Καὶ γὰρ καὶ πόρνος ἐπαινέσεται τὴν σωφροσύνην, καὶ πλεονέκτης καταγνώσεται τῆς ἀδικίας, καὶ ὀργίλος τὴν ἀνεξικακίαν θαυμάσεται, καὶ τὴν μικροψυχίαν μέμψεται, καὶ τὴν ἀσέλγειαν ἀσελγής
For indeed even the fornicator will praise chastity, and the covetous man will condemn injustice, and the wrathful man will admire forbearance and blame small-mindedness, and the licentious man will blame licentiousness.
的確,連淫亂的人也要稱讚貞潔,貪婪的人也要譴責不義,暴躁的人也要稱羨忍耐、責備氣量狹小,就連放蕩的人也要責備放蕩。
24:33
Πῶς οὖν αὐτὰ μέτεισι, φησίν; Ἀπὸ ῥᾳθυμίας πολλῆς, οὐ κρίνας εἶναι καλόν·
'How then,' someone says, 'does he pursue these things?' Out of much slothfulness, not having judged it to be good—
有人說:「那麼他為何還去追逐這些事呢?」乃是出於極大的怠惰,並非他判定這是美好的—
24:34
ἐπεὶ οὐδ' ἂν ᾐσχύνθη τῷ πράγματι, οὐδ' ἂν ἠρνήσατο κατηγοροῦντος ἑτέρου
since otherwise he would not have been ashamed of the deed, nor would he have denied it when another accused him.
否則他就不會以那行為為恥,也不會在別人控告時加以否認。
24:35
Πολλοὶ δὲ καὶ προληφθέντες, τὴν αἰσχύνην οὐ φέροντες, καὶ ἀπήγξαντο·
And many, being caught out, unable to bear the shame, have even hanged themselves;
許多人被人揭發,因受不了羞恥,甚至上吊自盡;
24:36
τοσαύτη τοῦ καλοῦ καὶ πρέποντος ἔνεστιν ἡμῖν μαρτυρία·
so great is the testimony within us to what is good and fitting;
在我們裏面對於良善與合宜之事的見證竟是這樣的大;
24:37
οὕτως ἡλίου λαμπρότερα τὰ καλὰ, καὶ πάντων δυσειδέστερα τὰ ἐναντία
thus are good things brighter than the sun, and their opposites more hideous than all else.
美善之事就是這樣比太陽更明亮,與之相反的則比萬物更醜陋。
24:38
Ξένοι καὶ παρεπίδημοι ἦσαν οἱ ἅγιοι
Strangers and sojourners were the saints.
眾聖徒原是客旅,是寄居的。
24:39
Πῶς καὶ τίνι. τρόπῳ; ποῦ δὲ ὁμολογεῖ Ἀβραὰμ ξένος εἶναι καὶ παρεπίδημος; Ἴσως μὲν καὶ αὐτὸς ὡμολόγησεν·
How and in what manner? And where does Abraham confess himself to be a stranger and a sojourner? Perhaps he too confessed it;
如何?以何等方式?亞伯拉罕又在何處承認自己是客旅、是寄居的呢?或許他也曾承認過;
24:40
δὲ Δαυῒδ ὅτι ὡμολόγησε, παντί που δῆλον·
but that David confessed it is somewhere plain to all;
至於大衛承認了這事,卻是人人都清楚明白的;
24:41
καὶ ἄκουε αὐτοῦ λέγοντος, ὅτι Ξένος εἰμὶ καὶ παρεπίδημος, καθὼς πάντες οἱ πατέρες μου
and hear him saying, 'I am a stranger and a sojourner, as were all my fathers.'
你且聽他說:「我在你面前是客旅,是寄居的,像我列祖一樣。」
24:42
Οἱ γὰρ ἐν σκηναῖς κατοικοῦντες, οἱ ἀργυρίου καὶ τάφους ὠνούμενοι δῆλον ὅτι ξένοι τινὲς οὕτως ἦσαν, ὥστε μηδὲ ὅπου θάψωσι τοὺς νεκροὺς ἑαυτῶν ἔχειν
For those who dwelt in tents, those who purchased even burial-places with silver, were plainly strangers to such a degree that they did not even have a place where they might bury their own dead.
因為那些住在帳棚裏的人,那些連墳地也要用銀子買來的人,顯然是這樣的客旅,以致連埋葬自己死人的地方都沒有。
24:43
Τί οὖν; ἆρα τῆς γῆς ἐκείνης μόνον ἔλεγον εἶναι ξένοι τῆς ἐν Παλαιστίνῃ; Οὐδαμῶς, ἀλλὰ τῆς οἰκουμένης πάσης, καὶ εἰκότως·
What then? Were they saying they were strangers only to that land in Palestine? By no means, but to the whole inhabited world, and rightly so;
那麼怎樣呢?難道他們只說自己是巴勒斯坦那地的客旅麼?絕不是,乃是全世界的客旅,這也是合理的;
24:44
οὐδὲν γὰρ ἐθεώρουν ἐν αὐτῇ τούτων ὧν ἐβούλοντο, ἀλλὰ πάντα ξένα καὶ ἀλλότρια
for they beheld in it none of those things which they desired, but all were strange and alien to them.
因為他們在其中看不見任何他們所渴慕的事物,反倒一切對他們都是陌生、都是外邦的。
24:45
Αὐτοὶ μὲν οὖν τὴν ἀρετὴν ἀσκεῖν ἠβούλοντο·
They themselves, then, wished to practice virtue;
他們自己原是願意操練德行的;
24:46
ἐνταῦθα δὲ, ἔνθα ἦν κακία πολλὴ, καὶ ἀπεξένωτο πρὸς αὐτοὺς τὰ πράγματα·
but here, where there was much wickedness, the state of things was estranged from them;
然而在此地,既有許多罪惡,各樣的事物都與他們格格不入;
24:47
οὐδένα φίλον, οὐδένα οἰκεῖον εἶχον, πλὴν ὀλίγων τινῶν
they had no friend, no kinsman, save a very few.
除了極少數的人以外,他們沒有一個朋友,沒有一個親人。
24:48
Πῶς δὲ ξένοι ἦσαν; Οὐκ ἐπιμελούμενοι τῶν ἐνταῦθα καὶ τοῦτο οὐ διὰ ῥημάτων, ἀλλὰ καὶ διὰ πραγμάτων αὐτῶν ἐδείκνυον
But how were they strangers? By not caring for the things here—and this they showed not by words, but by their very deeds.
他們到底怎樣作客旅呢?就是不掛慮此地的事—這事他們並非藉著言語,乃是藉著自己的行為顯明出來。
24:49
Πῶς καὶ τίνι τρόπῳ; Εἶπε τῷ Ἀβραάμ·
How and in what manner? He said to Abraham,
如何?以何等方式?他曾對亞伯拉罕說:
24:50
Ἄφες τὴν πατρίδα τὴν δοκοῦσαν, καὶ ἐλθὲ ἐπὶ τὴν ἀλλοτρίαν·
'Leave the fatherland that seems to be yours, and come into a foreign land';
「離開你所看為本鄉的地方,往一塊外邦之地去」;
24:51
καὶ οὐκ ἀντέσχετο τῶν οἰκείων, ἀλλ' ὡς ξένην μέλλων ἀφιέναι, οὕτως ἀπροσπαθῶς αὐτὴν εἴασεν
and he did not cling to his own possessions, but as one about to forsake a foreign land, so did he leave it without any attachment.
他就沒有戀慕自己的產業,反倒像人要離開一塊外邦之地那樣,毫無牽掛地撇下了它。
24:52
καὶ ὡς οὐκ ἔχων υἱὸν, οὕτως αὐτὸν ἀνήνεγκεν, ὡς οὐκ ἐνδεδυμένος τὴν φύσιν, οὕτως αὐτὸν ἀνήνεγκε Τὰ χρήματα κοινὰ ἐκέκτητο τοῖς παριοῦσιν ἅπασι, καὶ οὐδὲν τὸ πρᾶγμα ἡγεῖτο·
And as one who had no son, so did he offer him up; as one not clothed with his own nature, so did he offer him up. His goods he held in common with all the passers-by, and reckoned the matter as nothing;
他獻上以撒,就像人沒有兒子一樣;他獻上他,就像沒有披戴本性一樣。他把自己的財物與一切過路的人共用,並不看這事為甚麼;
24:53
τῶν πρωτείων ἑτέροις παρεχώρει, εἰς κινδύνους ἑαυτὸν ἐνέβαλλε, μυρία ἔπασχε δεινά·
he yielded the chief places to others, he cast himself into dangers, he suffered countless hardships;
他把首位讓給別人,把自己投入危險,忍受了無數的艱難;
24:54
οὐκ οἰκίας ᾠκοδόμει λαμπρὰς, οὐδὲ ἐτρύφα, οὐχ ἱματίων ἐπεμελεῖτο, οὐκ ἄλλου οὐδενὸς, τῶν ἐνταῦθά ἐστιν·
he built no splendid houses, nor did he live in luxury, he took no care for fine clothing, nor for anything else that belongs to the things here;
他不建造華麗的房屋,也不奢華度日,不留意衣著,也不留意此地任何別的事物;
24:55
ἀλλὰ πάντα τὰ τῆς ἐκεῖ πόλεως ἐπολιτεύετο, φιλοξενίαν ἐπεδείκνυτο, φιλαδελφίαν, ἐλεημοσύνην, ἀνεξικακίαν, ὑπεροψίαν χρημάτων καὶ τῆς παρούσης δόξης καὶ τῶν ἄλλων ἁπάντων
but he lived out all the ways of the city that is above, displaying hospitality, brotherly love, mercy, forbearance, contempt for riches and for present glory and for all else.
反倒度盡那在上之城的一切生活,顯出好客、弟兄相愛、憐憫、忍耐,並且輕看錢財、輕看眼前的榮耀以及其餘的一切。
24:56
Καὶ τούτου δὲ παῖς τοιοῦτος ἦν·
And his son too was such a man;
他的兒子也是這樣的人;
24:57
ἐλαυνόμενος, πολεμούμενος εἶκε καὶ παρεχώρει, ἅτε ἐν ξένῃ ὤν·
being driven out and warred against, he gave way and yielded, inasmuch as he was in a foreign land;
以撒被人驅逐、遭人攻擊,卻退讓、忍讓,因為他是身處外邦;
24:58
οἱ γὰρ ξένοι, ὅσα ἂν πάθωσι, φέρουσιν, ἅτε οὐκ ὄντες ἐν πατρίδι
for strangers, whatever they suffer, bear it, seeing that they are not in their own fatherland.
因為客旅無論受甚麼苦都能忍受,既然他們不是在自己的本鄉。
24:59
Καὶ τῆς γυναικὸς ἀφαιρουμένης, καὶ τοῦτο ἔφερεν, ἅτε ξένος·
And when his wife was taken from him, this too he bore, inasmuch as he was a stranger;
當他的妻子被人奪去時,這事他也忍受了,因為他是客旅;
24:60
τὰ δὲ ἄνω πάντα ἐπολιτεύετο, σωφροσύνην, κοσμιότητα ἐπιδεικνύμενος πᾶσαν
and all the things above he lived out, displaying all self-control and orderliness.
他也度盡一切在上的生活,顯出十足的自制與端莊。
24:61
Καὶ γὰρ μετὰ τὸ παιδοποιῆσαι, οὐκέτι ὡμίλησε τῇ γυναικί·
For indeed, after begetting children, he no longer had relations with his wife;
的確,他生了兒女之後,就不再與妻子同房;
24:62
καὶ παρελθούσης δὲ τῆς ἀκμῆς τῆς νεότητος, τότε αὐτὴν ἠγάγετο, δεικνὺς ὅτι οὐ πάθους ἕνεκεν τοῦτο ἐποίει, ἀλλὰ ὑπηρετούμενος τῇ ἐπαγγελίᾳ τοῦ Θεοῦ
and when the prime of youth had passed, then he took her, showing that he did this not for passion's sake, but in service to the promise of God.
並且當青春的盛年已過,他才娶她,顯明他行這事並非為著情慾,乃是為要服事神的應許。
24:63
Τί δὲ Ἰακώβ; οὐχὶ ἄρτον ἐζήτει μόνον καὶ ἱμάτιον, ξένων ἐστὶν ὄντως αἰτήματα τῶν εἰς πενίαν ἐλθόντων πολλήν; οὐχὶ ἐλαυνόμενος ἀνεχώρει, καθάπερ ξένος; οὐχὶ ἐθήτευεν; οὐχὶ μυρία ἔπασχε δεινὰ, περιιὼν πανταχοῦ καθάπερ ξένος; Ταῦτα δὲ
And what of Jacob? Did he not seek only bread and clothing, which are truly the requests of strangers who have come into great poverty? Was he not driven out and forced to withdraw, like a stranger? Did he not serve as a hireling? Did he not suffer countless hardships, wandering about everywhere like a stranger? And these things
雅各又如何呢?他豈不是只求食物與衣裳麼?這些正是那些陷入極大貧窮之客旅的請求。他豈不是被人驅逐、被迫退避,像個客旅麼?他豈不是作雇工麼?他豈不是四處漂流,像個客旅一樣,忍受了無數的艱難麼?而這些事
24:64
πάσχοντες ἔφερον, δεικνύντες ὅτι πατρίδα ἐπιζητοῦσιν ἑτέραν·
they bore while suffering, showing that they were seeking another fatherland;
他們雖受苦卻能忍受,顯明他們是在尋求另一個本鄉;
24:65
ἐκεῖνοι μὲν ὤδινον καθ' ἑκάστην ἡμέραν, ἀπαλλαγῆναι βουλόμενοι ἐντεῦθεν, καὶ πρὸς τὴν αὑτῶν πατρίδα ἐπανελθεῖν·
they, indeed, were in travail every day, longing to depart from here and to return to their own fatherland;
他們的確天天忍受痛苦,切望從此地離去,回到自己的本鄉;
24:66
ἂν γὰρ πυρετὸς ἐμπέσῃ, πάντα ἀφέντες, καθάπερ τὰ παιδία τὰ μικρὰ, τὰ κλαυθμυριζόμενα, τὸν θάνατον δεδοίκαμεν·
for if a fever falls upon us, forsaking all things, like little children who are crying, we dread death;
至於我們,一旦發燒,就撇下一切,像啼哭的小孩子一般,懼怕死亡;
24:67
καὶ εἰκότως τοῦτο πάσχομεν
and with good reason do we suffer this.
我們遭受這事也是理所當然的。
24:68
Ἐπειδὴ γὰρ οὐχ ὡς ξένοι διάγομεν ἐνταῦθα, οὐδὲ ὡς ἐπὶ πατρίδα σπεύδομεν, ἀλλ' ὡς ἐπὶ κόλασιν ἀπιόντες ἐσμὲν, διὰ τοῦτο ἀλγοῦμεν, ὅτι τοῖς πράγμασιν οὐκ ἐχρησάμεθα εἰς. δέον, ἀλλὰ τὴν τάξιν ἀντεστρέψαμεν·
For since we do not pass our life here as strangers, nor hasten as toward a fatherland, but are as men departing to punishment, on this account we grieve, because we did not use things as we ought, but reversed the order;
因為我們既不像客旅那樣在此度日,也不像奔向本鄉那樣急切,反倒像將被押去受刑罰的人,因此我們就憂傷,因為我們沒有恰當地運用這些事物,反倒把次序顛倒了;
24:69
διὰ τοῦτο ὀδυρόμεθα, ὅτε χαίρειν ἐχρῆν, διὰ τοῦτο φρίττομεν, καθάπερ τινὲς ἀνδροφόνοι καὶ λῄσταρχοι, μέλλοντες δικαστηρίῳ παρίστασθαι, καὶ πάντα λογιζόμενοι ἅπερ ἔπραξαν, καὶ διὰ τοῦτο δεδοικότες καὶ τρέμοντες
on this account we lament when we ought to rejoice; on this account we shudder, like certain murderers and arch-robbers about to be brought before a tribunal, reckoning up all that they have done, and on this account fearing and trembling.
因此我們在當歡喜的時候反倒哀哭;因此我們戰慄,好像某些殺人犯與大盜將要被帶到審判台前,把自己所行的一切都算計一遍,因此就懼怕戰兢。
24:70
Ἀλλ' οὐκ ἐκεῖνοι τοιοῦτοι, ἀλλ' ἠπείγοντο·
But not such were those men; rather, they hastened onward;
但那些人卻不是這樣,反倒是急切奔前;
24:71
Καὶ ἄκουε αὐτοῦ λέγοντος, Καὶ αὐτοὶ οἱ ἐν τῷ σκήνει ὄντες, στενάζομεν βαρούμενοι
and hear him saying, 'And we ourselves who are in this tent groan, being burdened.'
你且聽他說:「我們在這帳棚裏的人也歎息勞苦,因為被重擔壓著。」
24:72
Τοιοῦτοι ἦσαν οἱ περὶ τὸν Ἀβραάμ·
Such were those about Abraham;
亞伯拉罕那一輩人就是這樣的;
24:73
ξένοι, φησὶν, ἦσαν τῆς οἰκουμένης ἁπάσης, καὶ πατρίδα ἐζήτουν
strangers, he says, they were to the whole inhabited world, and they were seeking a fatherland.
他說,他們向全世界都是客旅,並且在尋求一個本鄉。
24:74
Ποίαν δὴ ταύτην; ἆρα ἣν εἴασαν; Οὐδαμῶς·
Which one, then? Was it the one they had left? By no means;
究竟是哪一個呢?難道是他們所離棄的那個麼?絕不是;
24:75
τί γὰρ ἐκώλυεν αὐτοὺς, εἴ γε ἐβούλοντο, ὑποστρέψαι πάλιν, καὶ γενέσθαι πολῖται; ἀλλ' ἐκείνην ἐζήτουν τὴν ἐν τοῖς οὐρανοῖς
for what hindered them, if indeed they had wished, from returning again and becoming citizens? But they were seeking that fatherland which is in the heavens.
因為若他們真願意,有甚麼能攔阻他們回去,重新作那地的公民呢?然而他們所尋求的,乃是那在諸天之上的本鄉。
24:76
Οὕτω πρὸς τὴν ἀποδημίαν τὴν ἐνθένδε ἔσπευδον, καὶ οὕτως ἤρεσκον Θεῷ·
Thus did they hasten toward the departure from hence, and thus were they pleasing to God;
他們就是這樣急切奔向從此地離去,也就這樣蒙神喜悅;
24:77
διὸ οὐκ ἐπαισχύνεται αὐτοὺς Θεὸς Θεὸς καλεῖσθαι αὐτῶν
wherefore God is not ashamed to be called their God.
所以神被稱為他們的神,並不以為恥。
24:78
Θεὸς καλεῖσθαι αὐτῶν κατεδέξατο
He deigned to be called their God.
祂甘願被稱為他們的神。
24:79
Τί λέγεις; Θεὸς τῆς γῆς καλεῖται, καὶ Θεὸς τοῦ οὐρανοῦ, καὶ ὡς μέγα τι τέθεικας τὸ οὐκ ἐπαισχύνεσθαι Θεὸς καλεῖσθαι αὐτῶν; Μέγα, καὶ ὄντως μέγα, καὶ πολλῆς μακαριότητος τοῦτο τεκμήριον
What do you say? He is called God of the earth, and God of heaven, and yet you have set it forth as some great thing that He is not ashamed to be called their God? It is great, truly great, and a token of much blessedness.
你說甚麼?祂被稱為地的神,又被稱為天的神,你竟把祂不以被稱為他們的神為恥,說成是何等大的事麼?這是大事,實在是大事,也是極大福分的憑據。
24:80
Πῶς; Ὅτι γῆς μὲν καὶ οὐρανοῦ οὕτω καλεῖται Θεὸς, ὡς καὶ Ἑλλήνων, καὶ οὐρανοῦ μὲν καὶ γῆς Θεὸς, ἔκτισε καὶ ἐδημιούργησεν αὐτά·
How so? Because He is called God of earth and of heaven in such a way as He is also God of the Greeks; He is God of heaven and earth as He created and fashioned them;
怎麼說呢?因為祂被稱為天地的神,乃是與祂被稱為希臘人的神一樣;祂作天地的神,是因祂創造並造成了天地;
24:81
τῶν δὲ ἁγίων ἐκείνων οὐχ οὕτως, ἀλλ' ὡς φίλος τις γνήσιος
But with those holy ones it was not so; rather it was as with some genuine friend.
但對那些聖徒卻不是這樣,倒像是對一位真正的朋友。
24:82
Ἐπὶ δὲ ὑποδείγματος ὑμῖν αὐτὸ ποιήσω φανερόν
I will make this plain to you by an example.
我要藉一個例子,把這事向你們說明白。
24:83
Οἷον ἐπὶ τῶν ἐν ταῖς μεγάλαις οἰκίαις, ὅταν τινὲς εὐδοκιμῶσι τῶν προεστηκότων τῆς οἰκίας, καὶ σφόδρα εὐδοκιμῶσι, καὶ πάντα αὐτοὶ διέπωσι, καὶ πρὸς τοὺς δεσπότας πολλὴν τὴν παῤῥησίαν ἔχωσιν, ἀπ' αὐτῶν δεσπότης καλεῖται·
For instance, in great households, when certain of those who manage the house are held in high esteem—and held in very high esteem—and themselves administer everything, and have great freedom of speech toward the masters, the master comes to be named after them.
譬如在大戶人家裡,當那些管理家務的僕人中有些人備受敬重,且極受敬重,凡事都由他們料理,並且對主人有很大的坦然無懼,主人便因他們得了稱呼。
24:84
καὶ πολλοὺς ἄν τις εὕροι οὕτω καλουμένους
And one might find many who are so named.
人可以找到許多這樣被稱呼的例子。
24:85
Τί δὲ λέγω; ὥσπερ ἦν εἰπεῖν, Θεὸς, οὐχ τῶν ἐθνῶν, ἀλλ' τῆς οἰκουμένης·
But what am I saying? It was as though one were to say, 'God'—not of the nations, but of the whole inhabited world;
但我在說甚麼呢?這就好比說「神」──不是列國的神,而是全地的神;
24:86
οὕτως ἦν εἰπεῖν Θεὸς Ἀβραάμ
even so it was to say, 'The God of Abraham.'
同樣,這也好比說「亞伯拉罕的神」。
24:87
Ἀλλ' οὐκ ἴστε ὅσον ἐστὶ τὸἀξίωμα τοῦτο, ἐπεὶ μηδὲ τυγχάνομεν αὐτοῦ
But you do not know how great this dignity is, since we do not even attain to it.
然而你們不知道這是何等大的尊榮,因為我們連得著它都不能。
24:88
Ὥσπερ γὰρ νῦν Κύριος τῶν Χριστιανῶν ἁπάντων λέγεται Θεὸς, καὶ ὅμως ὑπερβαίνει τὸ ὄνομα τὴν ἡμετέραν ἀξίαν·
For just as now the Lord is called the God of all Christians, and yet the name surpasses our worthiness,
因為正如今日主被稱為一切基督徒的神,這名卻遠超我們的配得,
24:89
εἰ δὲ ἑνὸς κληθείη Θεὸς, ἐννόησον ὅσον τὸ μέγεθος
if He should be called the God of a single man, consider how great the magnitude of it.
那麼若祂被稱為某一個人的神,你且想想這是何等的偉大。
24:90
τῆς οἰκουμένης Θεὸς οὐκ ἐπαισχύνεται τριῶν καλεῖσθαι Θεὸς, εἰκότως·
The God of the whole inhabited world is not ashamed to be called the God of three men—and with good reason;
全地的神不以被稱為三個人的神為恥,這也是理所當然的;
24:91
οὐ γὰρ τῆς οἰκουμένης, ἀλλὰ μυρίων τοιούτων εἰσὶν ἀντίῤῥοποι οἱ ἅγιοι
for the saints are a counterweight, not merely to the inhabited world, but to countless such worlds.
因為這些聖徒所抵得上的,豈止是這一個世界,乃是無數這樣的世界。
24:92
Κρείττω γὰρ εἷς ποιῶν τὸ θέλημα Κυρίου, μυρίοι παράνομοι
For one man doing the will of the Lord is better than countless transgressors.
因為一個遵行主旨意的人,勝過無數違法犯紀的人。
24:93
Ὅτι δὲ οὕτως ἑαυτοὺς ξένους ἐκάλουν, δῆλον
That they called themselves strangers in this way is clear.
他們如此稱自己為客旅,這是顯而易見的。
24:94
Ἔστω δὲ, οὗτοι διὰ τὴν ξένην ἔλεγον εἶναι ξένοι·
But grant that these called themselves strangers because of the foreign land;
就算如此,這些人是因寄居異地而說自己是客旅;
24:95
τί δαὶ καὶ Δαυΐδ; οὐχὶ βασιλεὺς ἦν; οὐχὶ προφήτης; οὐχὶ ἐν τῇ οἰκείᾳ πατρίδι διέτριβε; τίνος οὖν ἕνεκέν φησι, Ξένος καὶ παρεπίδημός εἰμι; Πῶς εἶ ξένος; Καθὼς, φησὶ, πάντες οἱ πατέρες μου
but what of David? Was he not a king? Was he not a prophet? Did he not dwell in his own homeland? Why then does he say, 'I am a stranger and a sojourner'? How are you a stranger? 'Even as,' he says, 'all my fathers were.'
那大衛又如何呢?他豈不是君王麼?豈不是先知麼?他豈不是住在自己的本國麼?那麼他為何說「我是客旅,是寄居的」?你怎麼是客旅呢?他說:「像我列祖一樣。」
24:96
Ὁρᾷς ὅτι κἀκεῖνοι ξένοι ἦσαν; Ἔχομεν πατρίδα, φησὶν, ἀλλ' οὐ τὴν ὄντως πατρίδα
Do you see that they too were strangers? 'We have a homeland,' he says, 'but not the true homeland.'
你看見連他們也是客旅麼?他說:「我們有一個家鄉,卻不是那真正的家鄉。」
24:97
καθὼς γὰρ ἐκεῖνοι, οὕτω καὶ οὗτος, καὶ καθὼς οὗτος, οὕτω κἀκεῖνοι
For as they were, so also is he; and as he is, so also were they.
因為他們怎樣,這人也怎樣;這人怎樣,他們也怎樣。
24:98
Γενώμεθα τοίνυν ξένοι κἂν νῦν καὶ ἡμεῖς, ἵνα μὴ ἐπαισχυνθῇ ἡμᾶς Θεὸς, Θεὸς ἐπικαλεῖσθαι ἡμῶν
Let us then become strangers too, at least now, so that God may not be ashamed of us, to be called our God.
所以至少從如今起,讓我們也作客旅,好叫神不以我們為恥,不恥於被稱為我們的神。
24:99
Αἰσχύνη γὰρ αὐτῷ, ὅταν ἀνδρῶν πονηρῶν καλῆται Θεὸς, καὶ ἐπαισχύνεται αὐτοὺς καὶ αὐτὸς, ὡσπεροῦν δοξάζεται, ὅταν ἀγαθῶν καὶ χρηστῶν καὶ ἀσκούντων ἀρετήν
For it is a shame to Him when He is called the God of wicked men, and He is Himself ashamed of them; just as, on the contrary, He is glorified when He is the God of good and kindly men who practice virtue.
因為當祂被稱為惡人的神時,這對祂乃是羞辱,祂也以他們為恥;正如反過來,當祂是良善、仁慈、操練德行之人的神時,祂就得著榮耀。
24:100
Εἰ γὰρ ἡμεῖς παραιτούμεθα καλεῖσθαι δεσπόται πονηρῶν ἡμῶν δούλων, καὶ ἀφίεμεν αὐτούς·
For if we decline to be called the masters of our wicked slaves, and let them go free,
因為我們尚且推辭被稱為那些惡僕的主人,甚至打發他們走;
24:101
κἂν εἴπῃ τις προσελθὼν, δεῖνα μυρία ἐργάζεται κακὰ, ἆρα σὸς δοῦλός ἐστιν; εὐθέως φαμὲν, ὅτι οὐδαμῶς, ἀποτριβόμενοι τὸ ὄνειδος·
and if someone comes and says, 'So-and-so does countless evil deeds—is he your slave?' we at once reply, 'By no means,' shaking off the reproach;
並且若有人前來說:「某某人行了無數惡事,他是你的奴僕麼?」我們立刻說:「絕不是」,藉此撇清那羞辱;
24:102
σχέσις γάρ ἐστι τῷ δούλῳ πρὸς τὸν δεσπότην, καὶ διαβαίνει ἀδοξία καὶ εἰς τοῦτον ἀπ' ἐκείνου·
for there is a bond between the slave and the master, and the ill repute passes over even to the latter from the former;
因為奴僕與主人之間有一種關係,那惡名也就從奴僕轉到主人身上;
24:103
Ἀλλ' ἐκεῖνοι οὕτως ἦσαν λαμπροὶ, οὕτω παῤῥησίας μεστοὶ, ὡς μὴ μόνον αὐτὸν μὴ ἐπαισχύνεσθαι παρ' ἐκείνων καλούμενον, ἀλλὰ καὶ ἑαυτὸν λέγειν, ὅτι Ἐγὼ Θεὸς Ἀβραὰμ, καὶ
but those men were so illustrious, so full of freedom of speech, that not only was He not ashamed to be called their God, but He even called Himself so, saying, 'I am the God of Abraham, and the
但那些人是何等的光明,何等充滿坦然無懼,以致神不但不以被他們稱呼為恥,反而自稱說:「我是亞伯拉罕的神,
24:104
Θεὸς Ἰσαὰκ, καὶ Θεὸς Ἰακώβ
God of Isaac, and the God of Jacob.'
以撒的神,雅各的神。」
24:105
Γενώμεθα καὶ ἡμεῖς, ἀγαπητοὶ, ξένοι, ἵνα μὴ ἐπαισχυνθῇ ἡμᾶς Θεὸς, ἵνα μὴ ἐπαισχυνθῇ, καὶ τῇ γεέννῃ παραδῷ
Let us too, beloved, become strangers, so that God may not be ashamed of us—so that He may not be ashamed and deliver us over to hell.
親愛的,讓我們也作客旅,好叫神不以我們為恥,免得祂以我們為恥,把我們交在地獄裡。
24:106
Τοιοῦτοι ἦσαν ἐκεῖνοι οἱ λέγοντες, Κύριε, οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν, καὶ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν; Ἀλλ' ὁρᾶτε τί φθέγγεται πρὸς αὐτοὺς Χριστός·
Such were those who said, 'Lord, did we not prophesy in Your name, and in Your name do many mighty works?' But see what Christ declares to them:
那些人正是這樣,他們說:「主啊,我們不是奉你的名說預言,並奉你的名行了許多異能麼?」但你們看基督向他們說甚麼:
24:107
ὅπερ ἂν ποιήσειαν δεσπόται οἰκετῶν πονηρῶν προστρεχόντων αὐτοῖς, βουλόμενοι τὸ ὄνειδος ἀποτρίψασθαι
the very thing that masters would do to wicked servants who come running to them, wishing to shake off the reproach.
正是那些主人對跑到他們跟前的惡僕所要做的,為要撇清那羞辱。
24:108
Πῶς οὖν κολάζεις, οὓς οὐκ οἶδας; Οὐκ οἶδα, ἑτέρως εἶπον, τουτέστι, Ἀρνοῦμαι ὑμᾶς καὶ παραιτοῦμαι
How then do you punish those whom you do not know? 'I do not know'—I have said it in another sense; that is, 'I disown you and refuse you.'
那麼你既然不認識他們,怎能刑罰他們呢?「我不認識」──我是從另一層意思說的,就是說:「我棄絕你們,也不承認你們。」
24:109
Ἀλλὰ μὴ γένοιτο ταύτην ἡμᾶς ἀκοῦσαι τὴν φωνὴν τὴν ὀλεθρίαν καὶ φρικώδη
But may it never be that we should hear this deadly and dreadful voice!
但願我們絕不至於聽見這使人滅亡、令人戰慄的聲音!
24:110
Εἰ γὰρ οἱ δαίμονας ἐκβαλόντες, καὶ προφητείας ἐργασάμενοι, ἐπειδὴ βίον οὐκ ἔσχον συμβαίνοντα τοῖς λόγοις, ἠρνήθησαν·
For if those who cast out demons and worked prophecies were disowned, because their life did not accord with their words,
因為那些趕出鬼、行過預言的人,既因他們的生活與所說的話不相符而被棄絕,
24:111
πόσῳ μᾶλλον ἡμεῖς; Καὶ πῶς, φησὶν, ἔνι προφητείας ἐπιδειξαμένους, καὶ σημεῖα πεποιηκότας, καὶ δαιμόνια ἐκβαλόντας, ἀρνηθῆναι; Εἰκὸς αὐτοὺς ὕστερον μεταβεβλῆσθαι, καὶ γεγενῆσθαι πονηρούς·
how much more shall we be? And how, someone asks, is it possible that those who displayed prophecies, and worked signs, and cast out demons should be disowned? It is likely that they afterwards changed and became wicked;
何況我們呢?有人問說:那些顯出預言、行過神蹟、趕出鬼的人,怎麼會被棄絕呢?很可能他們後來變了,成了惡人;
24:112
ὅθεν οὐδὲν ἀπώναντο οὐδὲ τῆς προτέρας ἀρετῆς
hence they gained no benefit even from their former virtue.
因此他們連從前的德行也毫無得益。
24:113
Οὐ γὰρ τὰ προοίμια δεῖ μόνον ἔχειν λαμπρὰ, ἀλλὰ καὶ τὸ τέλος λαμπρότερον
For one must have not only a brilliant beginning, but an even more brilliant end.
因為人不但要有光輝的開端,更要有更光輝的結局。
24:114
Εἰπὲ γάρ μοι, ῥήτωρ οὐχὶ τὰ ἐν τῷ τέλει τοῦ λόγου σπουδάζει ποιεῖν λαμπρὰ, ὥστε μετὰ κρότων ἀναχωρεῖν; δὲ λειτουργῶν πόλει, οὐχὶ τὰ ἐπ' ἐξόδῳ τῆς λειτουργίας λαμπρότερα ἐπιδείκνυται; ἀθλητὴς ἐὰν μὴ ἐκεῖνα δείξῃ λαμπρότερα, καὶ μέχρι τέλους νικήσῃ, κἂν πάντας νικήσας νικηθῇ ὑπὸ τοῦ τελευταίου, οὐχὶ πάντα αὐτῷ ἀνόνητα; κυβερνήτης ἂν ἅπαν τὸ πέλαγος διαβαλὼν, πρὸς τῷ λιμένι καταῤῥάξῃ τὸ σκάφος, οὐχὶ πάντα ἀπώλεσε τὸν ἔμπροσθεν πόνον; Τί δὲ ἰατρός; Ἐὰν ἀπαλλάξας τῆς νόσου τὸν κάμνοντα, ὅταν μέλλῃ τέλεον ἀπαλλάττειν, τότε διαφθείρῃ, οὐχὶ τὸ πᾶν διέφθειρεν; Οὕτω καὶ ἐπὶ τῆς ἀρετῆς, ὅσοι μὴ τῇ ἀρχῇ ἀκόλουθον τὸ τέλος ἐπέθηκαν καὶ σύμφωνον καὶ συνῳδὸν, ἀπώλοντο καὶ διεφθάρησαν
For tell me: does not the orator strive to make the closing parts of his speech brilliant, so as to depart amid applause? And he who performs a public service for the city—does he not display the concluding parts of that service as the more splendid? The athlete, if he does not make those latter contests the more brilliant and win to the very end—even if, after conquering all, he is conquered by the last—is not everything rendered useless to him? The pilot, if after crossing the whole sea he wrecks his vessel right at the harbor, has he not lost all his former toil? And what of the physician? If, having freed the sick man from his disease, at the very moment he is about to set him wholly free he then destroys him, has he not destroyed the whole? So too with virtue: all those who did not set upon the beginning an end that follows it, harmonious and in concord, have perished and been ruined.
你且告訴我:那演說家豈不是竭力使講辭的末尾說得精彩,好在掌聲中退場麼?那為城邦服公職的人,豈不是把任期將滿時的作為顯得更為輝煌麼?那運動員若不把後面的比賽顯得更精彩、且得勝到底,就算他勝過眾人,卻在最後一場被人勝過,豈不是一切都歸於徒然麼?那舵手若渡過了整片海洋,卻在港口跟前把船撞碎,豈不是把先前一切的勞苦都喪盡了麼?那醫生又如何呢?他若治好了病人的疾病,正當要使他完全康復之際,卻在那時把他害死了,豈不是把整件事都毀了麼?德行也是如此:凡不把與開端相稱、相符、相和的結局接續上去的人,都必滅亡、必歸於毀壞。
24:115
Τοιοῦτοί εἰσιν οἱ ἀπὸ μὲν τῶν βαλβίδων αὐτῶν λαμπροὶ καὶ γαῦροι προπηδήσαντες, μετὰ ταῦτα δὲ ἐκλυθέντες, καὶ χαῦνοι γενόμενοι·
Such are those who leap forth from the starting-line brilliant and proud, but afterwards grow slack and become feeble;
這樣的人,就是那些從起跑線衝出時光輝而昂揚,後來卻鬆懈下來、變得軟弱無力的人;
24:116
διὸ καὶ τοῦ βραβείου ἀπεστερήθησαν, καὶ παρὰ τοῦ Δεσπότου οὐκ ἐπεγνώσθησαν
wherefore they were deprived of the prize and were not acknowledged by the Master.
因此他們被奪去了獎賞,也不被那主人所承認。
24:117
Ἀκούσωμεν ταῦτα οἱ χρημάτων ἐρῶντες·
Let us who love money hear these things;
我們這些貪愛錢財的人,要聽這些話;
24:118
γὰρ μεγίστη ἀνομία αὕτη τυγχάνει·
for this happens to be the greatest lawlessness.
因為這正是最大的不法。
24:119
Ῥίζα γάρ ἐστι πάντων, φησὶ, τῶν κακῶν φιλαργυρία
For 'the love of money,' he says, 'is a root of all evils.'
因為經上說:「貪財是萬惡之根。」
24:120
Ἀκούσωμεν οἱ βουλόμενοι μείζονα τὴν ὑπάρχουσαν οὐσίαν ποιεῖν·
Let us hear, we who wish to make our existing substance greater;
我們這些想要把現有家業增大的人,要聽;
24:121
ἀκούσωμεν, καὶ παυσώμεθα τῆς πλεονεξίας ποτὲ, ἵνα μὴ ταῦτα ἀκούσωμεν ἅπερ κἀκεῖνοι
let us hear, and let us at last cease from covetousness, so that we may not hear the very things that they too heard.
要聽,並且終要止住貪婪,免得我們也聽見他們所聽見的那些話。
24:122
Νῦν αὐτὰ ἀκούσωμεν καὶ φυλαξώμεθα, ἵνα μὴ τότε ἀκούσωμεν·
Let us hear them now and keep ourselves on guard, so that we may not hear them then;
如今就讓我們聽這些話,並且謹守自己,免得到那時才聽見;
24:123
νῦν ἀκούσωμεν μετὰ φόβου, ἵνα μὴ τότε ἀκούσωμεν μετὰ τιμωρίας, Ἀπέλθετε ἀπ' ἐμοῦ, φησὶν, οὐδέποτε ἔγνων ὑμᾶς, οὐδὲ τότε, φησὶν, ὅτε τὰς προφητείας ἐπεδείκνυσθε, καὶ τοὺς δαίμονας ἐξεβάλλετε
let us hear now with fear, so that we may not then hear with punishment: 'Depart from Me,' He says, 'I never knew you'—not even then, He says, when you were displaying prophecies and casting out demons.
如今讓我們懷著畏懼來聽,免得到那時在刑罰中聽見:「你們離開我去罷,」祂說,「我從來不認識你們」──祂說,就連你們顯出預言、趕出鬼的那時候,我也不認識你們。
24:124
Εἰκὸς αὐτὸν ἐνταῦθα καὶ ἕτερόν τι αἰνίττεσθαι, ὅτι καὶ τότε βίου ἦσαν πονηροῦ·
It is likely that here He hints at something else as well: that even then they were of a wicked life;
很可能祂在這裡還暗示了另一件事:就連那時他們的生活也是邪惡的;
24:125
παρὰ δὲ τὴν ἀρχὴν καὶ δι' ἀναξίων ἐνήργει χάρις
but in the beginning grace wrought even through the unworthy.
只是起初,恩典竟藉著不配的人施行工作。
24:126
Εἰ γὰρ καὶ διὰ Βαλαὰμ ἐνήργησε, πολλῷ μᾶλλον δι' ἀναξίων, καὶ τοῦτο διὰ τοὺς μέλλοντας κερδαίνειν
For if it wrought even through Balaam, much more through the unworthy—and this for the sake of those who were to profit thereby.
因為恩典既然連藉著巴蘭也施行工作,何況藉著不配的人呢;而且這是為了那些將要得益處的人。
24:127
Εἰ δὲ καὶ σημεῖα καὶ τέρατα οὐκ ἴσχυσε κολάσεως ἀπαλλάξαι, πολλῷ μᾶλλον, κἂν ἐν ἀξιώματι ἱερατικῷ τις ὢν τυγχάνῃ, κἂν εἰς τὴν ἀνωτάτω τιμὴν φθάσῃ, κἂν εἰς τὴν χειροτονίαν ἐνεργήσῃ χάρις, κἂν εἰς τὰ ἄλλα πάντα διὰ τοὺς τῆς προστασίας δεομένους, ἀκούσεται καὶ αὐτὸς, Οὐδέποτέ σε ἔγνων, οὐδὲ τότε, ὅτε ἐνήργησεν ἐν σοὶ χάρις
And if even signs and wonders had no power to free from punishment, much more—though a man happen to be in the priestly dignity, though he attain to the highest honor, though grace wrought in his ordination, though it wrought in all else for the sake of those who need oversight—he too will hear: 'I never knew you; not even then, when grace wrought in you.'
神蹟奇事既無力使人脫離刑罰,那就更是如此了──縱然一個人身居祭司的尊位,縱然他登上最高的尊榮,縱然恩典在他的按立上施行工作,縱然為著那些需要牧養的人在其餘一切事上施行工作,他自己也要聽見:「我從來不認識你,就連恩典在你身上運行的那時候,我也不認識你。」
24:128
Βαβαὶ, πόση τῆς τοῦ βίου καθαρότητος ζήτησις ἐκεῖ!
Ah, how great is the demand for purity of life there!
唉,在那裡,對於生活純潔的追究是何等嚴格!
24:129
πῶς αὐτὴ καὶ καθ' ἑαυτὴν ἀρκεῖ εἰς τὴν βασιλείαν ἡμᾶς εἰσαγαγεῖν!
how it, even by itself, suffices to bring us into the kingdom!
它單憑自己,就足以把我們領進國度!
24:130
πῶς δὲ ἀποῦσα προδίδωσι τὸν ἄνδρα, κἂν μυρία ἔχῃ τέρατα καὶ σημεῖα ἐπιδείκνυσθαι!
and how, when it is absent, it betrays the man, even if he has countless wonders and signs to display!
而當它缺席時,又是何等地出賣了那人,縱然他有無數奇事神蹟可以顯明!
24:131
Οὐδὲν γὰρ οὕτως εὐφραίνει τὸν Θεὸν, ὡς πολιτεία ἀρίστη
For nothing so gladdens God as an excellent manner of life.
因為沒有甚麼比最美好的生活更叫神喜悅的了。
24:132
Ἐὰν ἀγαπᾶτέ με, φησὶν, οὐκ εἶπε, Σημεῖα ποιήσατε, ἀλλὰ τί; Τὰς ἐντολάς μου τηρήσατε
'If you love Me,' He says—He did not say, 'Work signs,' but what? 'Keep My commandments.'
祂說:「你們若愛我」──祂沒有說「就行神蹟」,而是說甚麼呢?「就要遵守我的誡命。」
24:133
Φίλους ὑμᾶς λέγω, οὐχ ὅταν δαιμόνια ἐκβάλητε, ἀλλ' Ἐὰν τηρήσητε τοὺς λόγους τοὺς ἐμούς
'I call you friends'—not when you cast out demons, but 'If you keep My words.'
「我稱你們為朋友」──不是在你們趕鬼的時候,而是「你們若遵守我的話」。
24:134
Ἐκεῖνα μὲν γὰρ τῆς τοῦ Θεοῦ δωρεᾶς ἐστι·
For those former things are of the gift of God;
因為前一類的事乃是出於神的恩賜;
24:135
ταῦτα δὲ μετὰ τὴν τοῦ Θεοῦ δωρεὰν καὶ τῆς ἡμετέρας σπουδῆς
but these latter things, after the gift of God, are also of our own diligence.
但後一類的事,在神的恩賜之外,也在乎我們自己的殷勤。
24:136
Σπουδάσωμεν γενέσθαι φίλοι τοῦ Θεοῦ, καὶ μὴ μένωμεν ἐχθροί
Let us be diligent to become friends of God, and let us not remain His enemies.
讓我們殷勤作神的朋友,不要仍作祂的仇敵。
24:137
Ἀεὶ ταῦτα λέγομεν, ἀεὶ ταῦτα παραινοῦμεν καὶ ἡμῖν αὐτοῖς καὶ ὑμῖν, πλέον δὲ οὐδὲν γίνεται·
We are always saying these things, always exhorting both ourselves and you to them, but nothing more comes of it;
我們常說這些話,常這樣勸勉我們自己和你們,卻毫無更多的果效;
24:138
Καὶ ἐβουλόμην μὲν σιγῆσαι, ὥστε μὴ τὸν κίνδυνον ὑμῖν αὐξῆσαι·
and I would indeed have wished to be silent, so as not to increase your danger;
我本來也願意緘默不言,免得加增你們的危險;
24:139
γὰρ πολλάκις ἀκούοντα μηδὲ οὕτω ποιεῖν, παροξῦναι τὸν Δεσπότην ἐστίν·
for to hear often and yet not act accordingly is to provoke the Master;
因為屢屢聽見卻仍不去行,這乃是激怒那主人;
24:140
ἀλλὰ δέδοικα καὶ αὐτὸς τὸν ἕτερον κίνδυνον τὸν τῆς σιγῆς, εἴ γε εἰς λόγου διακονίαν τεταγμένος, μέλλοιμι σιγᾷν
but I too fear that other danger, the danger of silence, seeing that, being appointed to the ministry of the word, I should be keeping silent.
但我自己也懼怕另一種危險,就是緘默的危險,因為我既被派擔任傳道的職事,卻竟緘默不言。
24:141
Τί οὖν ποιήσομεν, φησὶν, ἵνα σωθῶμεν; Ἀρξώμεθα τῆς ἀρετῆς, ἕως καιρὸν ἔχομεν·
'What then shall we do,' someone asks, 'that we may be saved?' Let us make a beginning of virtue while we still have time;
有人問說:「那麼我們該作甚麼才能得救呢?」讓我們趁著還有時候,就著手於德行;
24:142
διανείμωμεν ἑαυτοῖς τὰς ἀρετὰς, καθάπερ τὴν γεωργίαν οἱ γηπόνοι·
let us apportion the virtues among ourselves, just as farmers apportion the work of husbandry;
讓我們把各樣德行分派給自己,正如農夫分派耕作的工夫一樣;
24:143
ἐν τῷ μηνὶ τούτῳ κρατήσωμεν λοιδορίας, ὕβρεως, ὀργῆς ἀδίκου, καὶ θῶμεν ἑαυτοῖς. νόμον, καὶ εἴπωμεν, Σήμερον τόδε κατορθώσωμεν·
in this month let us master reviling, insolence, and unjust anger, and let us lay down for ourselves a law, and say, 'Today let us succeed in this';
在這個月,讓我們制伏辱罵、凌辱和不義的怒氣,並為自己立下一條律法,說:「今天我們要在這件事上成功」;
24:144
καὶ ἐν τῷ μηνὶ τῷ ἄλλῳ τὴν ἀνεξικακίαν ἑαυτοὺς παιδεύσωμεν, καὶ ἐν ἑτέρῳ ἄλλην ἀρετήν·
and in the next month let us train ourselves in long-suffering, and in another another virtue;
到下個月,讓我們操練自己有忍耐寬容,再到別的月份操練別的德行;
24:145
καὶ ὅταν ἐν ἕξει ταύτης γενώμεθα τῆς ἀρετῆς, ἐφ' ἑτέραν ἔλθωμεν, καθάπερ ἐπὶ τῶν μαθημάτων, τά τε ἤδη κτηθέντα φυλάττοντες, καὶ ἕτερα προσλαμβάνοντες
and when we have come into the settled habit of this virtue, let us pass on to another—just as with lessons—guarding what we have already acquired and taking on others besides.
當我們養成了這一樣德行的習慣,就進到另一樣,好像學功課一樣,一面守住已經得著的,一面又加添別的。
24:146
Μετ' ἐκείνην ἔλθωμεν ἐπὶ τὴν τῶν χρημάτων ὑπεροψίαν·
After that let us come to the contempt of riches;
此後,讓我們進到輕看錢財這一步;
24:147
πρῶτον κατάσχωμεν τὰς χεῖρας ἀπὸ πλεονεξίας, καὶ τότε ποιήσωμεν ἐλεημοσύνην·
first let us restrain our hands from covetousness, and then let us practice almsgiving;
首先要約束我們的手,脫離貪婪,然後才施行賙濟;
24:148
μὴ πάντα ἁπλῶς συγχέωμεν, ταῖς αὐταῖς χερσὶ καὶ ἁρπάζοντες, καὶ ἐλεοῦντες δῆθεν·
let us not confound everything indiscriminately, both plundering with the same hands and supposedly showing mercy;
不要不加分辨地把一切混雜起來,用同一雙手一面搶奪,一面又假意憐憫;
24:149
μετὰ τοῦτο ἐπ' ἄλλην ἀρετὴν, καὶ μετ' ἐκείνην ἐπ' ἄλλην
after this to another virtue, and after that to yet another.
此後進到另一樣德行,再進到又一樣。
24:150
Αἰσχρότης, φησὶ, καὶ μωρολογία καὶ εὐτραπελία μηδὲ ὀνομαζέσθω παρ' ὑμῖν
'Filthiness,' he says, 'and foolish talking and jesting—let it not even be named among you.'
經上說:「淫穢、愚妄的話和戲笑的話,在你們中間連提都不可提。」
24:151
Οὐκ ἔστι χρεία δαπάνης, οὐκ ἔστι πόνων, οὐκ ἔστιν ἱδρώτων·
There is no need of expenditure, no need of toils, no need of sweat.
這不需要花費,不需要勞苦,不需要流汗。
24:152
ἀρκεῖ θελῆσαι μόνον, καὶ πάντα ἤνυσται
It is enough merely to will, and everything is accomplished.
只要願意就夠了,一切便都成就了。
24:153
Οὐ δεῖ μακρὰν ὁδὸν βαδίσαι, οὐδὲ πέλαγος διαβαλεῖν ἄπειρον, ἀλλὰ σπουδάσαι καὶ προθυμηθῆναι, καὶ χαλινὸν ἐπιθεῖναι τῇ γλώττῃ πρὸς τὰς ὕβρεις τὰς ἀκαίρους
There is no need to travel a long road, nor to cross a boundless sea, but only to be earnest and eager, and to put a bridle upon the tongue to restrain untimely revilings.
無需走遠路,也無需橫渡無邊的大海,只要殷勤而熱切,並且給舌頭套上嚼環,以制止那不合時宜的辱罵。
24:154
Τὰς ὀργὰς, τὰς ἐπιθυμίας τὰς ἀτόπους, τὴν τρυφὴν, τὴν πολυτέλειαν ἐκβάλωμεν, τὴν ἐπιθυμίαν τῶν χρημάτων, ἀπὸ τῆς ψυχῆς τῆς ἡμετέρας, τὰς ἐπιορκίας, τοὺς ὅρκους τοὺς συνεχεῖς
Let us cast out from our soul wrath, unseemly desires, luxury and extravagance, the craving for riches, false oaths, and habitual swearing.
讓我們從我們的靈魂中除去忿怒、荒謬的慾念、奢華、揮霍、對錢財的貪戀、假誓,以及那不斷的起誓。
24:155
Ἂν οὕτως ἑαυτοὺς γεωργῶμεν, τὰς πρότερον ἀκάνθας ἐκτίλλοντες, καὶ τὸν οὐράνιον σπόρον ἐμβάλλοντες, δυνησόμεθα τυχεῖν τῶν ἐπηγγελμένων ἀγαθῶν
If we thus cultivate ourselves, plucking up the former thorns and casting in the heavenly seed, we shall be able to attain the good things that have been promised.
我們若這樣耕種自己,拔除從前的荊棘,撒下屬天的種子,就能得著那所應許的美物。
24:156
Ἥξει γὰρ γεωργὸς, καὶ ἀποθήσεται ἡμᾶς εἰς τὴν ἀποθήκην, καὶ ἐπιτευξόμεθα πάντων τῶν ἀγαθῶν·
For the Husbandman will come, and will lay us up in His storehouse, and we shall obtain all good things.
因為那農夫必要來到,把我們收進祂的倉裡,我們也必得著一切的美物;
24:157
ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ καὶ προσκύνησις, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων
which may it be granted us all to attain, by the grace and lovingkindness of our Lord Jesus Christ, with whom to the Father, together with the Holy Spirit, be glory, might, honor, and adoration, now and ever, and unto the ages of ages. Amen.
願我們眾人都能藉著我們主耶穌基督的恩典與慈愛得著這些美物;願榮耀、權能、尊貴、敬拜歸與祂,並歸與父,同著聖靈,從今直到永遠,直到世世代代。阿們。
← ch. 23ch. 25 →
012345678910111213141516171819202122232425262728293031323334