📜 Verbum
Scripture and the Fathers, read aloud in the original

← All books · Greek Fathers › Homilies on Hebrews

Chrysostom

Homilies on Hebrews 3

Greek original · 328 verses · some words can be tapped for a gloss

← ch. 2ch. 4 →
3:1
Ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει·
But when again He brings the Firstborn into the world, He says:
再者,神使長子到世上來的時候,就說:
3:2
Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ·
'And let all the angels of God worship Him.'
「神的眾使者都要拜祂。」
3:3
Καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέγει·
And to the angels He says:
論到使者,祂說:
3:4
ποιῶν τοὺς ἀγγέλους αὑτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὑτοῦ πυρὸς φλόγα·
'Who makes His angels spirits, and His ministers a flame of fire.'
「神以風為使者,以火焰為僕役。」
3:5
θρόνος σου Θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος
'Thy throne, O God, is forever and ever.'
「神啊,你的寶座是永永遠遠的。」
3:6
μὲν Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὴν παρουσίαν αὑτοῦ τὴν ἔνσαρκον ἔξοδον καλεῖ·
Now our Lord Jesus Christ calls His coming in the flesh a 'going forth':
我們的主耶穌基督,稱祂在肉身中的降臨為「出來」:
3:7
Ἐξῆλθεν σπείρων τοῦ σπεῖραι·
'The sower went forth to sow';
「撒種的出去撒種」;
3:8
καὶ πάλιν, Ἐγὼ ἐκ τοῦ Πατρός μου ἐξῆλθον, καὶ ἥκω·
and again, 'I came forth from My Father, and am come';
又說:「我從我父出來,到了世上」;
3:9
καὶ πολλαχοῦ τοῦτο ἴδοι τις ἄν
and one may see this in many places.
人在許多處都可看見這說法。
3:10
δὲ Παῦλος εἴσοδον αὐτὴν καλεῖ λέγων·
But Paul calls the very same thing an 'entering in,' saying:
但保羅卻稱這同一件事為「領進來」,說:
3:11
Ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην·
'But when again He brings the Firstborn into the world';
「再者,神使長子到世上來的時候」;
3:12
εἰσαγωγὴν ταύτην λέγων τὴν τῆς σαρκὸς ἀνάληψιν
calling by this 'introduction' the assumption of the flesh.
他用這「領進來」,是指祂取了肉身。
3:13
Τί δήποτε δὲ περὶ αὐτοῦ διαφόρως τῷ λόγῳ κέχρηνται, καὶ κατὰ τί οὕτως εἴρηται; Δῆλόν ἐστι καὶ ἀπ' αὐτῶν τῶν σημαινομένων
But why have they used different terms concerning Him, and on what account is it thus expressed? It is plain even from the very things signified.
但他們論到祂為何用了不同的說法,又是按著什麼緣故這樣說呢?從所表明的事本身就顯明了。
3:14
μὲν γὰρ Χριστὸς ἔξοδον τὴν ἑαυτοῦ παρουσίαν εἰκότως καλεῖ·
For Christ fittingly calls His own coming a 'going forth';
因為基督恰當地稱祂自己的降臨為「出來」;
3:15
Καὶ καθάπερ ἐν τοῖς βασιλείοις οἱ δεσμῶται καὶ προσκεκρουκότες τῷ βασιλεῖ, ἔξω ἑστήκασιν·
and just as in a royal palace, prisoners and those who have offended the king stand outside;
正如在王宮裡,囚犯和那些得罪了君王的人,都站在外面;
3:16
δὲ βουλόμενος αὐτοὺς καταλλάξαι, οὐκ ἔνδον τούτους εἰσάγων, ἀλλ' αὐτὸς ἐξιὼν ἔξω τούτοις διαλέγεται, ἕως ἂν αὐτοὺς καταστήσας ἀξίους τῆς ὄψεως τοῦ βασιλέως εἰσαγάγῃ·
and he who wishes to reconcile them does not bring them inside, but himself going out speaks with them outside, until, having made them worthy of the sight of the king, he brings them in;
而那想要使他們與王和好的,並不領他們進到裡面,倒是自己出到外面與他們談論,直到使他們配得見王的面,才將他們領進去;
3:17
οὕτω καὶ Χριστὸς ἐποίησεν
so also did Christ do.
基督所行的也是如此。
3:18
Ἐξελθὼν γὰρ πρὸς ἡμᾶς, τουτέστι, σάρκα ἀναλαβὼν, καὶ διαλεχθεὶς τὰ παρὰ τοῦ βασιλέως, οὕτως ἡμᾶς εἰσήγαγε, καὶ καθαρίσας τῶν ἁμαρτημάτων, καὶ καταλλάξας
For having come forth to us, that is, having taken on flesh and declared to us the things from the King, He thus brought us in, having cleansed us from our sins and reconciled us.
因為祂出來到我們這裡,就是說,取了肉體,向我們述說那從君王而來的事,於是把我們領進去,潔淨了我們的罪,又使我們與神和好。
3:19
Διὰ τοῦτο ἔξοδον αὐτὴν καλεῖ
For this reason he calls it a going-out.
為此緣故,他稱之為出去。
3:20
δὲ Παῦλος εἴσοδον αὐτὴν ὀνομάζει, ἀπὸ μεταφορᾶς τῶν κληρονομούντων, καὶ νομὴν παραλαμβανόντων καὶ κτῆσίν τινα·
But Paul names it an entering-in, drawing the metaphor from those who receive an inheritance, and take possession, and acquire some property.
但保羅稱之為進入,這是取自那些承受產業、接管領地、獲得某項產業之人的比喻。
3:21
τὸ γὰρ εἰπεῖν, Ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, τοῦτό ἐστι δηλοῦντος, ὅταν ἐγχειρίσῃ αὐτῷ τὴν οἰκουμένην·
For to say, 'And when again He brings the Firstborn into the inhabited world,' this is to declare, when He entrusts to Him the inhabited world;
因為他說「再者,神使長子進入世界的時候」,這話乃是表明,就是當神將世界交託在祂手中的時候;
3:22
τότε γὰρ αὐτὴν ἐκτήσατο πᾶσαν, ὅτε καὶ ἐγνώσθη
for then He acquired the whole of it, when He also became known.
因為當祂被人認識的時候,祂才得著了這全世界。
3:23
Οὐ περὶ τοῦ Θεοῦ δὲ Λόγου φησὶ ταῦτα, ἀλλὰ περὶ τοῦ κατὰ σάρκα Χριστοῦ·
But he says these things not concerning God the Word, but concerning Christ according to the flesh;
然而他說這些話,並非論到神的道,乃是論到按肉體的基督;
3:24
Εἰ γὰρ ἐν τῷ κόσμῳ ἦν, κατὰ τὸν Ἰωάννην, καὶ κόσμος δι' αὐτοῦ ἐγένετο, πῶς ἑτέρως ἂν εἰσήχθη, ἀλλ' ἐν σαρκί; Καὶ προσκυνησάτωσαν αὐτῷ, φησὶ, πάντες ἄγγελοι Θεοῦ
For if He was in the world, according to John, and the world was made through Him, how could He have been brought in otherwise than in the flesh? 'And let all the angels of God worship Him,' he says.
因為按照約翰所說,若祂本在世界,世界也是藉著祂造的,那麼除了在肉體裡,祂還能怎樣被領進來呢?他說:「神的眾使者都要拜祂。」
3:25
Ἐπειδὰν μέγα τι καὶ ὑψηλὸν λέγειν μέλλῃ, προκατασκευάζει αὐτὸ καὶ ποιεῖ εὐπαράδεκτον τῷ τὸν Πατέρα ποιῆσαι εἰσαγαγόντα τὸν Υἱόν
Whenever he is about to say something great and lofty, he prepares it beforehand and makes it easy to receive by having the Father be the one who brings in the Son.
每當他要說某件偉大而崇高的事時,就預先鋪陳,使其易於被接受,就是藉著讓那領進兒子的乃是父。
3:26
εἶπεν ἀνωτέρω, ὅτι οὐ διὰ προφητῶν ἐλάλησεν ἡμῖν, ἀλλὰ διὰ τοῦ Υἱοῦ·
He said above that He spoke to us not through the prophets, but through the Son;
他在前面說過,神不是藉著先知向我們說話,乃是藉著兒子;
3:27
ἔδειξεν. ὅτι κρείττων ἀγγέλων Υἱὸς, καὶ ἀπὸ τοῦ ὀνόματος δὲ τοῦτο κατασκευάσας, καὶ ἀπὸ τοῦ τὸν Πατέρα ποιῆσαι εἰσαγαγόντα τὸν Υἱόν
he showed that the Son is greater than the angels, having established this both from the name, and from the Father's being the one who brings in the Son.
他顯明兒子比眾天使更美,這既從名分證實,也從父乃是那領進兒子的這一點證實。
3:28
Ἐνταῦθα δὲ λοιπὸν καὶ ἀφ' ἑτέρου κατασκευάζει
But here he goes on to establish it from yet another consideration as well.
而在這裡,他接著又從另一方面加以證實。
3:29
Ποίου δὴ τούτου; Ἀπὸ τῆς προσκυνήσεως·
From what, then, is this? From the worship;
那麼,是從哪一方面呢?是從敬拜這件事;
3:30
τοῦτο δὲ καὶ ὅσῳ κρείττων ἐστὶ δείκνυσιν·
and this also shows how much greater He is;
這也顯明祂是何等地更為超越;
3:31
Διὸ καὶ ὡς ἂν εἴ τις εἰσαγαγών τινα εἰς οἰκίαν βασιλέως, τοὺς προεστῶτας αὐτῆς εὐθέως κελεύει προσκυνεῖν αὐτῷ·
Wherefore, just as if someone, having brought a man into the house of a king, straightway commands those who are in charge of it to worship him;
所以,正如有人領某人進入王宮,隨即吩咐宮中的管理者都向他下拜一樣;
3:32
οὕτω καὶ αὐτὸς ποιεῖ, περὶ τοῦ κατὰ σάρκα λέγων τὴν ἐν κόσμῳ εἰσαγωγὴν, καὶ τὸ, Προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ, διὰ τοῦτο ἐπάγων
so he too does the same, speaking of the flesh's introduction into the world, and 'Let all the angels of God worship Him,' adding it for this reason.
他也照樣行,論到那按肉體者被領進世界,並說「神的眾使者都要拜祂」,為此緣故而加上這話。
3:33
Ἆρα οὖν ἄγγελοι μόνον, οὐχὶ δὲ καὶ ἄλλαι δυνάμεις; Ἄπαγε·
Is it then only angels, and not also the other powers? Away with the thought!
那麼難道只有天使,而沒有其他諸能力嗎?斷乎不然!
3:34
Καὶ πρὸς μὲν τοὺς ἀγγέλους αὐτοῦ φησιν, ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὑτοῦ πυρὸς φλόγα·
And to His angels indeed He says, 'Who makes His angels spirits, and His ministers a flame of fire;'
祂論到自己的使者,固然說:「神以風為使者,以火焰為僕役;」
3:35
πρὸς δὲ τὸν Υἱὸν, θρόνος σου Θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος
but to the Son, 'Thy throne, O God, is unto the age of the age.'
但論到兒子,卻說:「神啊,祢的寶座是直到永永遠遠的。」
3:36
ὅτι οἱ μὲν κτιστοὶ, δὲ ἄκτιστος
For the former are created, but He is uncreated.
因為前者是被造的,而祂乃是非受造的。
3:37
Καὶ διὰ τί πρὸς μὲν τοὺς ἀγγέλους αὐτοῦ φησιν, ποιῶν·
And why does he say to His angels, 'Who makes';
為什麼論到祂的使者,他說「以……為」呢;
3:38
πρὸς δὲ τὸν Υἱὸν διὰ τί οὐκ εἶπεν, ποιῶν; καίτοι ἐνῆν τὴν διαφορὰν οὕτως εἰπεῖν·
but concerning the Son, why did he not say, 'who makes'? And yet it was possible to state the difference in this way;
而論到兒子,為什麼他不說「造」呢?其實本可以這樣述說二者的分別;
3:39
πρὸς μὲν τοὺς ἀγγέλους αὐτοῦ λέγει, ποιῶν τοὺς ἀγγέλους αὑτοῦ πνεύματα·
to His angels indeed he says, 'Who makes His angels spirits;'
論到祂的使者,他固然說「神以風為使者」;
3:40
πρὸς δὲ τὸν Υἱὸν, Κύριος ἔκτισέ με·
but to the Son, 'The Lord created me;'
而論到兒子,卻可說「主造了我」;
3:41
καὶ πάλιν, Κύριον αὐτὸν καὶ Χριστὸν Θεὸς ἐποίησεν
and again, 'God has made Him both Lord and Christ.'
又如「神已經立祂為主為基督」。
3:42
Ἀλλ' οὔτε ἐκεῖνο περὶ τοῦ Χριστοῦ Κυρίου Υἱοῦ εἴρηται, οὔτε τοῦτο περὶ τοῦ Θεοῦ Λόγου, ἀλλὰ περὶ τοῦ κατὰ σάρκα
But neither is that said concerning Christ the Lord the Son, nor is this said concerning God the Word, but concerning Him according to the flesh.
然而那話並非論到那位為主為子的基督而說,這話也非論到神的道而說,乃是論到那按肉體者。
3:43
Ἔνθα γὰρ τὴν ἀληθῆ διαφορὰν ἠβούλετο δηλοῦν, οὐκέτι ἀγγέλους περιέλαβε μόνον, ἀλλὰ καὶ πᾶσαν τὴν ἄνω δύναμιν τὴν λειτουργικήν
For where he wished to declare the true difference, he no longer included the angels only, but also every ministering power on high.
因為在他要表明真正分別之處,他不再只包括天使,也包括天上一切服役的能力。
3:44
Ὁρᾷς πῶς διαιρεῖ καὶ μεθ' ὅσης τῆς σαφηνείας κτίσματα καὶ κτιστὴν, λειτουργοὺς καὶ δεσπότην, καὶ κληρονόμον καὶ γνήσιον Υἱὸν καὶ δούλους; Πρὸς δὲ τὸν Υἱόν φησιν·
Do you see how he distinguishes, and with how much clarity, creatures and the Creator, ministers and the Master, both the heir and the genuine Son and servants? But to the Son he says:
你看他如何區分,且是何等清楚地區分:受造之物與造物主、僕役與主宰、承受產業者與親生之子,並眾僕人?但論到兒子,他卻說:
3:45
θρόνος σου Θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος
Thy throne, O God, is unto the age of the age.
神啊,祢的寶座是直到永永遠遠的。
3:46
Ῥάβδος εὐθύτητος ῥάβδος τῆς βασιλείας σου
A rod of uprightness is the rod of Thy kingdom.
祢國的權杖是正直的權杖。
3:47
Ἰδοὺ πάλιν καὶ ἄλλο βασιλείας σύμβολον
Behold again yet another symbol of kingship.
看哪,這又是另一個國度的表號。
3:48
Εἶτα πάλιν εἰς τὸ κατὰ σάρκα·
Then again to that which is according to the flesh:
然後又轉到那按肉體者:
3:49
Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν·
Thou hast loved righteousness, and hated lawlessness;
祢喜愛公義,恨惡不法;
3:50
διὰ τοῦτο ἔχρισέ σε Θεὸς, Θεός σου
therefore God, Thy God, has anointed Thee.
所以神,就是祢的神,用……膏了祢。
3:51
Τί ἐστι, Θεός σου; Ἐπειδὴ γὰρ μέγα ἐφθέγξατο, πάλιν αὐτὸ παραμυθεῖται
What is 'Thy God'? Since he uttered something great, he again softens it.
「祢的神」是甚麼意思呢?因為他說了一件偉大的事,便再次加以緩和。
3:52
Ἐνταῦθα καὶ Ἰουδαίους, καὶ τοὺς Παύλου τοῦ Σαμοσατέως, καὶ Ἀρειανοὺς, καὶ Μάρκελλον καὶ Σαβέλλιον ἔβαλε καὶ Μαρκίωνα
Here he struck at once the Jews, and the followers of Paul of Samosata, and the Arians, and Marcellus and Sabellius, and Marcion.
在此他一併擊打了猶太人、撒摩撒他的保羅之徒、亞流派、馬吉羅與撒伯流,以及馬吉安。
3:53
Πῶς; Ἰουδαίους. μὲν, δύο τὸν αὐτὸν δεικνὺς
How? The Jews, by showing that the same One is two;
怎樣擊打呢?擊打猶太人,是藉著顯明那同一位乃是兩者;
3:54
τοὺς δὲ ἄλλους, τοὺς Παύλου λέγω τοῦ Σαμοσατέως, τῷ περὶ τῆς αἰωνίου ὑπάρξεως ταῦτα διαλέγεσθαι, καὶ τῆς ἀκτίστου οὐσίας·
and the others, I mean the followers of Paul of Samosata, by discoursing these things concerning the eternal existence and the uncreated substance;
而擊打其餘的人,我是說撒摩撒他的保羅之徒,是藉著論到祂永恆的存在與非受造的本質;
3:55
πρὸς γὰρ ἀντιδιαστολὴν τοῦ, Ἐποίησε, τὸ, θρόνος σου Θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, τέθεικε
for in contrast to the word 'He made,' he has set down, 'Thy throne, O God, is unto the age of the age.'
因為他與「造了」一詞相對照,設立了「神啊,祢的寶座是直到永永遠遠的」這話。
3:56
Πρός τε Ἀρειανοὺς τοῦτό τε αὐτὸ πάλιν, καὶ ὅτι οὐ δοῦλος·
And against the Arians this very same point again, and that He is not a servant;
而擊打亞流派,也是這同一要點,並顯明祂不是僕役;
3:57
Πρὸς δὲ Μάρκελλον καὶ τοὺς ἄλλους, ὅτι δύο ἐστὶ ταῦτα πρόσωπα διῃρημένα κατὰ τὴν ὑπόστασιν·
and against Marcellus and the others, that these are two persons distinguished according to hypostasis;
擊打馬吉羅和其餘的人,是顯明這是照本體區分的兩個位格;
3:58
πρὸς δὲ Μαρκιωνιστὰς, ὅτι θεότης οὐ χρίεται, ἀλλ' ἀνθρωπότης
and against the Marcionites, that it is not the Godhead that is anointed, but the humanity.
擊打馬吉安派,則是顯明受膏的並非神性,乃是人性。
3:59
Εἶτα, Παρὰ τοὺς μετόχους σου, φησί
Then, 'Above Thy fellows,' he says.
接著他說:「勝過與祢同伴的。」
3:60
Τίνες δέ εἰσιν οἱ μέτοχοι, ἀλλ' οἱ ἄνθρωποι; Τουτέστι, τὸ Πνεῦμα οὐκ ἐκ μέτρου ἔλαβεν Χριστός
And who are the fellows, but men? That is, Christ did not receive the Spirit by measure.
同伴是誰呢,豈不是眾人嗎?也就是說,基督領受聖靈並不是按著量度的。
3:61
Ὁρᾷς πῶς συνάπτει ἀεὶ τῷ περὶ τῆς ἀκτίστου φύσεως καὶ τὸν περὶ τῆς οἰκονομίας λόγον; Τί τούτου σαφέστερον; Εἶδες πῶς οὐκ ἔστι τὸ αὐτὸ, κτίσμα καὶ γέννημα; οὐ γὰρ ἂν διεῖλε, καὶ πρὸς ἀντιδιαστολὴν τοῦ, Ἐποίησεν, ἐπήγαγε τὸ, Πρὸς δὲ τὸν Υἱὸν εἶπεν·
Do you see how he always joins the discourse concerning the dispensation to that concerning the uncreated nature? What is clearer than this? Did you see how it is not the same thing, a creature and an offspring? For otherwise he would not have made the distinction, and in contrast to the word 'He made,' added, 'But to the Son He said:'
你看他如何總是把論到經綸的話與論到非受造之性的話連在一起?有甚麼比這更清楚呢?你可看見,受造之物與所生之子並非同一件事?否則他就不會作出區分,也不會與「造了」一詞相對照而加上「但論到兒子,祂卻說」這話。
3:62
θρόνος σου Θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος·
Thy throne, O God, is unto the age of the age;
神啊,祢的寶座是直到永永遠遠的;
3:63
οὐδ' ἂν διαφορώτερον ὄνομα ἐκάλει τὸ Υἱὸς ὄνομα, εἰ τοῦ αὐτοῦ ἦν σημεῖον
nor would he have called the name 'Son' a more distinctive name, if it were a token of the same thing.
他也不會稱「兒子」這名為更具區別性的名,倘若這名不過是同一件事的記號。
3:64
Ποῖον γὰρ τὸ διάφορον; εἰ γὰρ τὸ κτίσμα καὶ γέννημα ταὐτὸν, ἐκεῖνοι δὲ ἐποιήθησαν, τί τὸ διαφορώτερον; Ἰδοὺ πάλιν τὸ, Θεὸς, μετὰ τοῦ ἄρθρου
For what would be the difference? For if the creature and the offspring are the same, and those were made, what would be the more distinctive thing? Behold again the word 'God' with the article.
因為分別會在哪裡呢?因為若受造之物與所生之子相同,而那些又是被造的,那更具區別性的又是甚麼呢?看哪,這裡「神」一詞又是帶著冠詞的。
3:65
Κατ' ἀρχὰς σὺ, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί
In the beginning Thou, Lord, hast laid the foundation of the earth, and the heavens are the works of Thy hands.
主啊,祢起初立了地的根基,天也是祢手所造的。
3:66
Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις·
They shall perish, but Thou remainest;
天地都要滅沒,祢卻長存;
3:67
καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς, καὶ ἀλλαγήσονται·
and they all shall grow old as a garment, and as a mantle Thou shalt roll them up, and they shall be changed;
它們都要像衣服漸漸舊了,祢要將它們像外袍捲起來,它們也要被更換;
3:68
σὺ δὲ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν
but Thou art the same, and Thy years shall not fail.
惟有祢永不改變,祢的年數也沒有窮盡。
3:69
Ὅταν δὲ εἰσαγάγῃ τὸν Πρωτότοκον εἰς τὴν οἰκουμένην, ὡς δῶρον νομίσῃς εἶναι ὕστερον αὐτῷ προσδοθὲν, τοῦτο καὶ ἄνω προδιωρθώσατο, καὶ πάλιν ἐπιδιορθοῦται λέγων·
But when He brings the Firstborn into the inhabited world, lest you should suppose it to be a gift bestowed on Him later, this he both corrected beforehand above, and again corrects, saying:
但當神使長子進入世界的時候,恐怕你以為這是後來賜給祂的禮物,這一點他既在前面預先更正過,如今又再加更正,說:
3:70
Ἰδοὺ πάλιν καὶ τὸν Σαμοσατέα Παῦλον καιρίᾳ πλήττει πληγῇ καὶ Ἄρειον, περὶ τοῦ Πατρός ἐστι, ταῦτα ἁρμόσας τῷ Υἱῷ
Behold, again he strikes Paul of Samosata a mortal blow, and Arius too, by fitting to the Son those things which pertain to the Father.
看哪,他又給撒摩撒他的保羅以致命的一擊,也給亞流一擊,就是把那些屬於父的事應用在兒子身上。
3:71
Μετὰ δὲ τούτου καί τι ἄλλο πάρεργον ᾐνίξατο, καὶ μεῖζον τούτου·
And along with this he hinted at yet another thing besides, and one greater than this;
與此同時,他還暗示了另一件附帶的事,且是比這更大的事;
3:72
καὶ γὰρ τὴν μετασχημάτισιν τοῦ κόσμου παρεδήλωσε λέγων·
for he also indicated the transformation of the world, saying:
因為他也表明了世界的變化,說:
3:73
Ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς, καὶ ἀλλαγήσονται
They shall grow old as a garment, and as a mantle Thou shalt roll them up, and they shall be changed.
它們要像衣服漸漸舊了,祢要將它們像外袍捲起來,它們也要被更換。
3:74
καὶ ἐν τῇ πρὸς Ῥωμαίους φησὶν, ὅτι μετασχηματίσει τὸν κόσμον
Which he says also in the Epistle to the Romans, that He will transform the world.
這話他在寫給羅馬人的書信中也說過,就是神要更換這世界。
3:75
Καὶ τὸ εὔκολον δηλῶν, ἐπήγαγεν·
And to declare the ease of it, he added:
為要表明這事的容易,他又加上:
3:76
Ὥσπερ γὰρ ἂν εἴ τις περιβόλαιον ἑλίξῃ, οὕτως αὐτὸς τὸν κόσμον καὶ ἑλίξει καὶ ἀλλάξει
For just as if someone should roll up a mantle, so He Himself will both roll up the world and change it.
因為正如有人捲起一件外袍,祂也照樣要將這世界捲起來並加以更換。
3:77
Εἰ δὲ τὴν ἐπὶ τὸ βέλτιον καὶ τὸ κρεῖττον μετασχημάτισιν καὶ δημιουργίαν οὕτως εὐκόλως ἐργάζεται, ἐπὶ τῆς ἐλάττονος δημιουργίας ἑτέρου ἐδεῖτο; Μέχρι τίνος οὐκ αἰσχύνεσθε; Ἅμα δὲ καὶ παραμυθία μεγίστη τοῦτό ἐστι, τὸ γνῶναι ὅτι οὐκ ἔσται οὕτω τὰ πράγματα, ἀλλὰ τὰ πάντα μεταβολὴν λήψεται, καὶ πάντα ἐναλλαγήσεται, αὐτὸς δὲ μένει διαπαντὸς ζῶν, καὶ ἀπείρως ζῶν·
But if He works the transformation and creation into something better and superior so easily, did He, in the lesser creation, have need of another? How long will you not be ashamed? And at the same time this too is a very great consolation, to know that things will not remain thus, but all things will undergo change, and all things will be altered, while He Himself abides ever living, and living without end;
但祂若如此輕易地成就那向著更美更善的變化與創造,難道在那較小的創造上,祂還需要另一位嗎?你們要羞愧到幾時呢?同時這也是極大的安慰,就是曉得萬事必不長此不變,乃是萬物都要經歷變遷,一切都要被更換,而祂自己卻永遠活著,並無窮無盡地活著;
3:78
Καὶ τὰ ἔτη σου, φησὶν, οὐκ ἐκλείψουσι
And Thy years, he says, shall not fail.
他說,祢的年數也沒有窮盡。
3:79
Τίνι δὲ τῶν ἀγγέλων εἴρηκέ ποτε·
But to which of the angels has He ever said:
神曾對哪一個天使說過:
3:80
Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου; Ἰδοὺ πάλιν αὐτοὺς παραθαῤῥύνει, εἴ γε μέλλοιεν οἱ ἐχθροὶ αὐτῶν ἡττηθήσεσθαι, καὶ ἐχθροὶ αὐτῶν οἱ αὐτοί εἰσιν, οἳ καὶ τοῦ Χριστοῦ
Sit at My right hand, until I make Thine enemies a footstool for Thy feet? Behold again he encourages them, seeing that their enemies are destined to be conquered, and their enemies are the very same who are also Christ's.
祢坐在我的右邊,等我使祢的仇敵作祢的腳凳?看哪,他又鼓勵他們,既然他們的仇敵註定要被征服,而他們的仇敵正是那些也與基督為敵的人。
3:81
Τοῦτο πάλιν βασιλείας, τοῦτο ὁμοτιμίας, τοῦτο τιμῆς, οὐκ ἀδυναμίας, τὸ τὸν Πατέρα ὀργίζεσθαι ὑπὲρ τῶν εἰς τὸν Υἱὸν γεγενημένων·
This again is a mark of kingship, this of equal honour, this of honour, not of weakness, that the Father is angry on behalf of the things done against the Son;
這又是國度的標記,是同等尊榮的標記,是尊貴而非軟弱的標記,就是父為那些干犯兒子的事而發怒;
3:82
τοῦτο πολλῆς ἀγάπης δεῖγμα καὶ γνησιό. τητος τῆς ὡς ἀπὸ πατρὸς πρὸς υἱόν
this is a proof of great love and of genuineness, such as that from a father toward a son.
這是極大慈愛與真實親情的憑據,正如父親對兒子所懷的那樣。
3:83
γὰρ ὀργιζόμενος ὑπὲρ αὐτοῦ, πῶς ἀλλότριος αὐτοῦ ἐστιν; Ἕως ἂν θῶ τοὺς ἐχθρούς σου
For he who is angry on His behalf, how is he a stranger to Him? Until I make Thine enemies.
因為那為祂發怒的,怎能與祂毫不相干呢?「等我使祢的仇敵……」
3:84
Ὅπερ καὶ ἐν τῷ δευτέρῳ ψαλμῷ φησιν·
Which also in the second Psalm he says:
這話他在第二篇詩篇中也說:
3:85
κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτοὺς, καὶ Κύριος ἐκμυκτηριεῖ αὐτούς
He that dwells in the heavens shall laugh them to scorn, and the Lord shall mock them.
那坐在天上的必發笑譏誚他們,主必嗤笑他們。
3:86
Τότε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ, καὶ ἐν τῷ θυμῷ αὐτοῦ ταράξει αὐτούς
Then shall He speak to them in His wrath, and in His fury shall He trouble them.
那時祂要在怒中對他們說話,在烈怒中驚擾他們。
3:87
Τοὺς μὴ θελήσαντάς με βασιλεῦσαι ἐπ' αὐτοὺς, ἀγάγετε ὧδε ἐνώπιόν μου, καὶ κατασφάξατε αὐτούς
Those who did not wish me to reign over them, bring here before me, and slay them.
至於那些不要我作王管轄他們的人,把他們拉到我這裡來,在我面前殺了吧。
3:88
Ὅτι γὰρ αὐτοῦ ἐστι τὰ ῥήματα, ἄκουσον τί φησι καὶ ἑτέρωθι·
For that these words are His own, hear what He says also in another place:
這些話原是祂自己所說的;請聽祂在別處又怎樣說:
3:89
Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, καὶ οὐκ ἠθελήσατε; Ἰδοὺ ἀφίεται ὑμῖν οἶκος ὑμῶν ἔρημος
'How often would I have gathered thy children together, and ye would not? Behold, your house is left unto you desolate.'
「我多少次願意聚集你的兒女,你們卻不願意。看哪,你們的家要成為荒場,留給你們。」
3:90
Καὶ πάλιν, Ἀρθήσεται ἀφ' ὑμῶν βασιλεία, καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς·
And again: 'The kingdom shall be taken from you, and shall be given to a nation bringing forth the fruits thereof.'
又說:「神的國必從你們奪去,賜給那能結果子的百姓。」
3:91
καὶ πάλιν, πεσὼν ἐπὶ τὸν λίθον τοῦτον, συνθλασθήσεται·
And again: 'Whosoever shall fall on this stone shall be broken;'
又說:「凡跌在這石頭上的,必要跌碎;
3:92
ἐφ' ὃν δ' ἂν πέσῃ, λικμήσει αὐτόν
'but on whomsoever it shall fall, it will grind him to powder.'
這石頭掉在誰的身上,就要把誰砸得粉碎。」
3:93
Ἄλλως δὲ, μέλλων ἐκεῖ κρίνειν αὐτοὺς, πολλῷ μᾶλλον αὐτοὺς δίκην ἐνταῦθα τῆς εἰς αὐτὸν παροινίας ἀπῄτησεν
And in another sense too: He who is to judge them there has all the more here exacted from them the penalty for their insolence against Himself.
再從另一面說:那將要在那裡審判他們的主,在此地更是向他們追討了他們對祂放肆無禮之罪的刑罰。
3:94
Ὥστε τιμῆς μόνης ἐστὶ τῆς εἰς τὸν Υἱὸν, τὸ, Ἕως ἂν
So that it belongs solely to the honour paid to the Son, this word: 'Till I
因此「等到」這句話,單單是屬於歸給子的尊榮:
3:95
θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου
make thine enemies thy footstool.'
「使你的仇敵作你的腳凳。」
3:96
Οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα, εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν; Τί θαυμαστὸν, φησὶν, εἰ τῷ Υἱῷ λειτουργοῦσιν, ὅταν καὶ πρὸς τὴν ἡμετέραν σωτηρίαν λειτουργῶσιν; Ὅρα πῶς ἐπαίρει αὐτῶν τὰ φρονήματα, καὶ πολλὴν δείκνυσι τοῦ Θεοῦ τὴν εἰς ἡμᾶς τιμὴν, εἴπερ ἀγγέλους τοὺς ὑπὲρ ἡμᾶς ταύτην ἔταξεν ἔχειν διακονίαν, τὴν ὑπὲρ ἡμῶν
'Are they not all ministering spirits, sent forth to minister for them who shall be heirs of salvation?' What wonder is it, he says, if they minister to the Son, when they minister even unto our salvation? See how he exalts their minds, and shows the great honour of God toward us, seeing that He has appointed the angels—who are above us—to hold this ministry, the ministry on our behalf.
「天使豈不都是服役的靈,奉差遣為那將要承受救恩的人效力嗎?」他說,若天使服事子,這有何足奇?因為他們甚至也為我們的救恩效力。你看他怎樣提升他們的心志,並顯明神向我們何等的尊重──既然祂派定那在我們之上的天使,擔負這服役之工,就是為我們的緣故所作的工。
3:97
Ὡς ἂν εἴποι τις, Εἰς τοῦτο κέχρηται αὐτοῖς, φησὶ, τοῦτο ἀγγέλων λειτουργία, τὸ διακονεῖν τῷ Θεῷ εἰς σωτηρίαν ἡμετέραν
As one might say: For this end He uses them, he says; this is the ministry of angels, to serve God for our salvation.
彷彿有人這樣說:他說,神為此使用他們;這就是天使的服役──為著我們的救恩事奉神。
3:98
Ὥστε ἀγγελικὸν ἔργον τοῦτό ἐστι, τὸ πάντα ποιεῖν εἰς σωτηρίαν τῶν ἀδελφῶν·
So that this is an angelic work: to do all things for the salvation of the brethren;
所以這乃是天使的工作,就是行一切事,為叫弟兄們得救;
3:99
μᾶλλον δὲ αὐτοῦ τοῦ Χριστοῦ τὸ ἔργον ἐστίν·
or rather, it is the work of Christ Himself;
更確切地說,這乃是基督自己的工作;
3:100
αὐτὸς μὲν γὰρ ὡς Δεσπότης σώζει, οὗτοι δὲ ὡς δοῦλοι
for He indeed saves as Master, but these as servants.
因為祂是以主的身分施行拯救,而他們卻是以僕人的身分。
3:101
Καὶ ἡμεῖς εἰ καὶ δοῦλοι, ἀλλὰ σύνδουλοι ἀγγέλων
And we too, though we are servants, are yet fellow-servants of the angels.
我們縱然也是僕人,卻是與天使同作僕人的。
3:102
Τί κεχήνατε πρὸς τοὺς ἀγγέλους, φησί; Δοῦλοί εἰσι τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ πολλαχοῦ δι' ἡμᾶς πέμπονται, καὶ πρὸς σωτηρίαν τὴν ἡμετέραν λειτουργοῦσιν·
Why do you gape in wonder at the angels? he says. They are servants of the Son of God, and in many places are sent for our sakes, and minister unto our salvation;
他說,你們為何對天使張口驚奇呢?他們是神兒子的僕人,並且多次為我們的緣故被差遣,為我們的救恩效力;
3:103
ὥστε ὁμόδουλοι ἡμῶν εἰσιν
so that they are our fellow-servants.
如此,他們乃是與我們同作僕人的。
3:104
Ἐννοήσατε πῶς οὐ πολλὴν δίδωσι τοῖς κτίσμασι διαφοράν·
Consider how he assigns no great difference to the created beings;
你想想,他怎樣不在受造之物之間分別出甚大的差異;
3:105
καίτοι πολὺ τὸ μέσον ἀγγέλων καὶ ἀνθρώπων·
and yet the distance between angels and men is great;
然而天使與人之間的距離原是甚遠的;
3:106
ἀλλ' ὅμως πλησίον ἡμῶν αὐτοὺς κατάγει, μονονουχὶ λέγων·
but nevertheless he brings them down close to us, all but saying:
但他仍將他們降到與我們相近之處,幾乎是說:
3:107
Ἡμῖν κάμνουσι, δι' ἡμᾶς περιτρέχουσιν, ἡμῖν, ὡς ἂν εἴποι τις, ὑπηρετοῦσιν
They toil for us, they run about for our sakes, they serve us—as one might say—as attendants.
他們為我們勞苦,為我們的緣故奔走,彷彿有人說的,他們作我們的僕役。
3:108
Αὕτη ἐστὶν διακονία αὐτῶν, τὸ δι' ἡμᾶς πανταχοῦ πέμπεσθαι
This is their ministry: to be sent everywhere for our sakes.
這就是他們的服役:為我們的緣故被差往各處。
3:109
Καὶ τούτων τῶν ὑποδειγμάτων μεστὴ μὲν Παλαιὰ, μεστὴ δὲ καὶ Καινή
And of such examples the Old Testament is full, and full also is the New.
這樣的例證,舊約中滿是,新約中也滿是。
3:110
Ὅταν γὰρ ἄγγελοι ποιμένας εὐαγγελίζωνται, ὅταν τὴν Μαριὰμ, ὅταν τὸν Ἰωσὴφ, ὅταν ἐπὶ τοῦ μνήματος καθέζωνται, ὅταν πέμπωνται εἰπεῖν τοῖς μαθηταῖς·
For when angels bring good tidings to shepherds, when they come to Mary, when to Joseph, when they sit upon the tomb, when they are sent to tell the disciples:
因為當天使向牧羊人報佳音時,當他們臨到馬利亞、臨到約瑟時,當他們坐在墳墓上時,當他們被差遣去告訴門徒說:
3:111
Ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε βλέποντες εἰς τὸν οὐρανόν; ὅταν Πέτρον ἀπολύωσι τοῦ δεσμωτηρίου, ὅταν Φιλίππῳ διαλέγωνται, πῶς ἡμῖν οὐχ ὑπουργοῦσιν; Ἐννόησον τοίνυν τὴν τιμὴν, ὅση τυγχάνει, ὅταν ὡς πρὸς φίλους πέμπῃ διακόνους τοὺς ἀγγέλους Θεὸς, ὅταν Κορνηλίῳ ἄγγελος φαίνηται, ὅταν πάντας τοὺς ἀποστόλους ἀπὸ τοῦ δεσμωτηρίου ἄγγελος ἐκβάλλῃ, καὶ λέγῃ·
'Ye men of Galilee, why stand ye gazing up into heaven?'—when they release Peter from the prison, when they converse with Philip—how do they not minister unto us? Consider then the honour, how great it is, when God sends the angels as attendants to men as unto friends, when an angel appears to Cornelius, when an angel brings all the apostles out of the prison and says:
「加利利人哪,你們為甚麼站著望天呢?」──當他們釋放彼得出監,當他們與腓利說話時──他們豈不是在服事我們嗎?那麼,你想想這尊榮何等之大,就是當神差遣天使如同僕役,臨到人如同臨到朋友,當天使向哥尼流顯現,當天使領眾使徒出監,並說:
3:112
Πορευθέντες στῆτε, καὶ λαλεῖτε ἐν τῷ ἱερῷ τῷ λαῷ τὰ ῥήματα τῆς ζωῆς ταύτης
'Go, stand and speak in the temple to the people all the words of this life.'
「你們去站在殿裡,把這生命的道,都講給百姓聽。」
3:113
Τί τὰ ἄλλα λέγω; καὶ αὐτῷ Παύλῳ ἄγγελος φαίνεται
Why do I mention the rest? To Paul himself also an angel appears.
我何必提說別的呢?就是向保羅自己,也有天使顯現。
3:114
Ὁρᾷς αὐτοὺς. διακονοῦντας ἡμῖν διὰ τὸν Θεὸν, καὶ εἰς τὰ μέγιστα διακονοῦντας; Διὰ τοῦτό φησιν Παῦλος·
Do you see them ministering unto us for God's sake, and ministering in the greatest matters? Therefore Paul says:
你看見他們為神的緣故服事我們,並且在最大的事上服事我們嗎?因此保羅說:
3:115
Πάντα ὑμῶν, εἴτε ζωὴ, εἴτε θάνατος, εἴτε κόσμος, εἴτε ἐνεστῶτα, εἴτε μέλλοντα
'All things are yours, whether life or death, whether the world, whether things present, whether things to come.'
「一切都是你們的,或生、或死、或世界、或現今的事、或將來的事。」
3:116
Ἐπέμφθη μὲν οὖν καὶ Υἱὸς, ἀλλ' οὐχ ὡς διάκονος, οὐδὲ ὡς λειτουργὸς, ἀλλ' ὡς Υἱὸς καὶ μονογενὴς, καὶ τὰ αὐτὰ τῷ Πατρὶ βουλόμενος
The Son too, indeed, was sent, but not as a servant, nor as a minister, but as a Son and Only-begotten, willing the same things as the Father;
子固然也曾被差遣,但不是作僕人,也不是作服役者,乃是作子,作獨生子,與父的旨意相同;
3:117
οὐ γὰρ ἐκ τόπου εἰς τόπον μετέβη, ἀλλὰ σάρκα ἀνέλαβεν·
for He did not pass from place to place, but took upon Himself flesh;
因為祂並非從一處遷移到另一處,乃是取了肉身;
3:118
οὗτοι δὲ τόπους ἀμείβουσι, καὶ τοὺς προτέρους ἀφέντες ἐν οἷς εἰσιν, οὕτως εἰς ἑτέρους ἔρχονται ἐν οἷς οὐκ ἦσαν
but these change their places, and leaving the former places in which they are, thus come to others in which they were not.
但天使卻更換他們的所在,離開他們原所在的地方,就往他們先前所不在的別處去。
3:119
Καὶ τοῦτο δὲ πάλιν παραθαῤῥύνων αὐτοὺς λέγει·
And this again, encouraging them, he says:
他又這樣鼓勵他們,說:
3:120
Τί δεδοίκατε; ἄγγελοι διακονοῦσιν ἡμῖν
Why are you afraid? Angels minister unto us.
你們懼怕甚麼呢?天使正服事我們。
3:121
Καὶ εἰπὼν περὶ τοῦ Υἱοῦ, καὶ τὰ κατὰ τὴν οἰκονομίαν, καὶ τὰ κατὰ τὴν δημιουργίαν, καὶ τὰ κατὰ τὴν βασιλείαν, καὶ τὸ ὁμότιμον δείξας, καὶ ὅτι ὡς Δεσπότης κρατεῖ, οὐχὶ τῶν ἀνθρώπων μόνον, ἀλλὰ καὶ τῶν ἄνω δυνάμεων, λοιπὸν παρακαλεῖ αὐτοὺς, κατασκευάσας τὸν λόγον, ὥστε προσέχειν ἡμᾶς τοῖς ἀκουσθεῖσι, καί φησι·
And having spoken concerning the Son—both the things pertaining to the dispensation, and those pertaining to the creation, and those pertaining to the kingdom—and having shown His equality of honour, and that He rules as Master, not over men only, but also over the powers above, thereafter he exhorts them, having so framed his argument that we should give heed to what has been heard; and he says:
他既論到子──就是那關乎神救贖經綸的事,關乎創造的事,關乎國度的事──又顯明子與父同等的尊榮,並且顯明祂如同主宰般掌權,不單掌管人,也掌管在上的諸權能;此後他就勸勉他們,如此鋪陳他的話語,使我們留意所聽見的,並且說:
3:122
Διὸ χρὴ περισσοτέρως ἡμᾶς προσέχειν τοῖς ἀκουσθεῖσιν
'Therefore we ought to give the more earnest heed to the things which we have heard.'
「所以我們應當越發鄭重所聽見的道理。」
3:123
Ἐνταῦθα βουλόμενος εἰπεῖν, ὅτι δεῖ περισσοτέρως τοῦ νόμου προσέχειν, ἐσιώπησεν αὐτὸ, δῆλον δὲ ὅμως τοῦτο ποιεῖ ἐν τῇ κατασκευῇ, οὐκ ἐν συμβουλῇ οὐδὲ ἐν παρακλήσει·
Here, wishing to say that we ought to give more heed than to the law, he passed it over in silence; yet nevertheless he makes this clear in the framing of his argument, not in counsel nor in exhortation;
他在此原想說,我們應當比對律法更加留意;他卻默然不明說,然而他仍在論證的鋪陳中把這意思顯明了出來,並非藉著勸告,也非藉著勸勉;
3:124
Εἰ γὰρ δι' ἀγγέλων λαληθεὶς λόγος, φησὶν, ἐγένετο βέβαιος, καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν·
'For if the word spoken by angels,' he says, 'was steadfast, and every transgression and disobedience received a just recompense of reward;'
他說:「那藉著天使所傳的話,既是確定的,凡干犯悖逆的,都受了該受的報應;
3:125
πῶς ἡμεῖς ἐκφευξόμεθα, τηλικαύτης ἀμελήσαντες σωτηρίας; ἥτις ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ Κυρίου, εἰς ἡμᾶς ὑπὸ τῶν ἀκουσάντων ἐβεβαιώθη
'how shall we escape, if we neglect so great a salvation? which at the first began to be spoken by the Lord, and was confirmed unto us by them that heard Him.'
我們若忽略這麼大的救恩,怎能逃罪呢?這救恩起先是主親自講的,後來是聽見的人給我們證實了。」
3:126
Διὰ τί περισσοτέρως ἡμᾶς δεῖ προσέχειν τοῖς ἀκουσθεῖσιν; οὐχὶ κἀκεῖνα Θεοῦ, καὶ ταῦτα; τοίνυν περισσοτέρως τοῦ νόμου φησὶν, ὅτι μεγάλως·
Why ought we to give the more heed to the things which we have heard? Are not both those things of God, and these? Either then he means 'more than the law,' or that 'greatly';
我們為甚麼應當越發留意所聽見的呢?難道那些不是出於神,這些也不是麼?因此他若不是指「比律法更甚」,就是指「甚大地留意」;
3:127
οὐχὶ συγκρίνων, μὴ γένοιτο
not by way of comparison—God forbid.
而非藉著比較──斷乎不是。
3:128
Ἐπειδὴ γὰρ ὑπὸ τοῦ χρόνου τοῦ πολλοῦ μεγάλην εἶχον περὶ τῆς Παλαιᾶς ὑπόληψιν, ταῦτα δὲ ὡς νέα ἔτι καταπεφρόνητο, δείκνυσιν ἐκ περιουσίας, ὅτι τούτοις δεῖ μᾶλλον προσέχειν
For since, by reason of the long lapse of time, they held a high opinion of the Old Testament, while these things, being still new, were despised, he shows abundantly that we ought rather to give heed to these.
因為既因年代久遠,他們對舊約懷有極高的看重,而這些事因為還新,就被藐視了,所以他豐豐富富地顯明,我們反倒應當留意這些。
3:129
Πῶς; Μονονουχὶ λέγων, ὅτι τοῦ Θεοῦ μὲν καὶ ταῦτα κἀκεῖνα, ἀλλ' οὐχ ὁμοίως
How? All but saying that both these and those are of God, but not in like manner.
怎樣顯明呢?幾乎是說,這些和那些都是出於神的,只是並不相同。
3:130
Καὶ τοῦτο ἡμῖν ὕστερον δείκνυσι·
And this he shows us afterwards;
這一點他在後面向我們顯明;
3:131
τέως δὲ ἐπιπολαιότερον αὐτὸ
for the present he does so more superficially,
眼下他只是較為淺顯地
3:132
κατασκευάζει, ὕστερον δὲ φανερώτερον, λέγων·
framing it, but afterwards more plainly, saying:
鋪陳這事,後來卻更加明顯地說:
3:133
Εἰ γὰρ πρώτη ἐκείνη ἦν ἄμεμπτος·
'For if that first covenant had been faultless;'
「那前約若沒有瑕疵;
3:134
καὶ πάλιν, Τὸ γὰρ παλαιούμενον καὶ γηράσκον ἐγγὺς ἀφανισμοῦ·
and again, 'For that which decayeth and waxeth old is nigh unto vanishing away.'
又說:「但那漸舊漸衰的,就必快歸無有了。」
3:135
Ἀλλ' οὔπω τολμᾷ τοιοῦτον οὐδὲν εἰπεῖν ἐν προοιμίοις, ἕως ἂν προκαταλάβῃ καὶ κατάσχῃ ταῖς πλείοσι προκατασκευαῖς τὸν ἀκροατήν
But he does not yet dare to say any such thing in the opening portions, until he has first laid hold of and secured the hearer by his many preliminary preparations.
但他在開端之處還不敢說出這樣的話,直到他先以許多的前置鋪陳把聽者抓住並穩住。
3:136
Διὰ τί τοίνυν δεῖ περισσοτέρως ἡμᾶς προσέχειν, εἰπέ, Μήποτε, φησὶ, παραῤῥυῶμεν
Why then ought we to give the more heed? Tell me. 'Lest at any time,' he says, 'we should let them slip.'
那麼,我們為甚麼應當越發留意呢?請告訴我。他說:「恐怕我們隨流失去。」
3:137
Τουτέστι, μὴ ἀπολώμεθα, μὴ ἐκπέσωμεν
That is, lest we perish, lest we fall away.
這就是說,恐怕我們滅亡,恐怕我們墮落。
3:138
Καὶ δείκνυσιν ἐνταῦθα τὸ χαλεπὸν τῆς ἐκπτώσεως, ὅτι δύσκολον τὸ παραῤῥυὲν πάλιν ἐπανελθεῖν, καθότι ἐκ ῥᾳθυμίας τοῦτο συνέβη
And here he shows the grievousness of the falling away, that it is hard for what has slipped away to return again, inasmuch as this came to pass through slothfulness.
他在此顯明墮落的可怕,就是那隨流失去的,難以再回轉,因為這是由懶惰而來的。
3:139
Ἔλαβε δὲ τὴν λέξιν ἀπὸ τῶν Παροιμιῶν·
And he took the expression from the Proverbs;
他這用詞是取自箴言的;
3:140
Υἱὲ γὰρ, φησὶ, μὴ παραῤῥυῇς·
'For, my son,' it says, 'do not let them slip;'
因為箴言說:「我兒,不可使這些話隨流失去;」
3:141
καὶ τὸ εὔκολον τοῦ ὀλίσθου δεικνὺς, καὶ τὸ χαλεπὸν τῆς ἀπωλείας·
thereby showing both the easiness of the slip, and the grievousness of the destruction;
藉此既顯明滑跌之易,又顯明滅亡之可怕;
3:142
τουτέστιν, οὐκ ἀκίνδυνος ἡμῖν παρακοή
that is, disobedience is not without peril to us.
這就是說,悖逆對我們絕非沒有危險。
3:143
Καὶ δι' ὧν μὲν κατασκευάζει δείκνυσιν ὅτι μείζων κόλασις
And by the things with which he frames his argument he shows that the punishment is greater.
他又藉著他所用以鋪陳論證的話,顯明那刑罰更為重大。
3:144
Ἀφίησι δὲ πάλιν αὐτὴν ἐν τῇ περιζητήσει, καὶ οὐκ ἐν τῷ συμπεράσματι
But he again leaves it in the form of a question, and not in a conclusion.
但他仍將這事留作問句的形式,而非作為結論。
3:145
Καὶ γὰρ τοῦτό ἐστιν ἀνεπαχθῆ τὸν λόγον ποιεῖν, μὴ ἀφ' ἑαυτοῦ πανταχοῦ τὴν κρίσιν ἐπάγοντα ἀποφαίνεσθαι, ἀλλὰ κύριον ἀφιέναι τὸν ἀκροατὴν, ἵνα αὐτὸς ἐνέγκῃ τὴν ψῆφον·
For this too is a way of making one's discourse inoffensive: not everywhere pronouncing the judgement of oneself as a decree, but leaving the hearer to be master, that he himself may bring in the verdict;
因為這也是使言論不致觸怒人的一法:不是處處由自己作出判斷、下定論斷,乃是讓聽者作主,使他自己去下那判決;
3:146
ὅπερ καὶ εὐγνωμονεστέρους ἐποίει γενέσθαι
which also made them become more candid.
這也使他們變得更加誠實公正。
3:147
Ποιεῖ δὲ αὐτὸ καὶ ἐν τῇ Παλαιᾷ προφήτης Νάθαν, καὶ ἐν τῷ Ματθαίῳ Χριστὸς λέγων·
This the prophet Nathan does in the Old Testament, and in Matthew Christ does it, saying:
先知拿單在舊約中如此行,基督在馬太福音中也如此行,說:
3:148
Τί ποιήσει τοῖς γεωργοῖς τοῦ ἀμπελῶνος ἐκείνου; καὶ αὐτοὺς ἀναγκάζων τὴν ψῆφον ἐξενεγκεῖν·
'What will he do unto the husbandmen of that vineyard?'—compelling them too to bring forth the verdict;
「園主要怎樣處治那些園戶呢?」──也強使他們自己作出那判決;
3:149
τοῦτο γὰρ με. γίστη νίκη
for this is the greatest victory.
因為這乃是最大的得勝。
3:150
Εἰ γὰρ δι' ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος, οὐκ ἐπήγαγε, πολλῷ μᾶλλον διὰ τοῦ Χριστοῦ·
For if the word spoken by angels was steadfast, he did not add, 'much more that which was spoken by Christ;'
因為「那藉著天使所傳的話既是確定的」,他並沒有接著說:「何況那藉著基督所傳的呢?」
3:151
ἀλλὰ τοῦτο μὲν εἴασεν, εἶπε δὲ τὸ ἔλαττον, Πῶς ἡμεῖς ἐκφευξόμεθα, τηλικαύτης ἀμελήσαντες σωτηρίας; Καὶ ὅρα πῶς ποιεῖται τὴν σύγκρισιν
but this indeed he left aside, and stated the lesser point, 'How shall we escape, if we neglect so great a salvation?' And see how he makes the comparison.
他倒是把這點擱下,只說了那較輕的話:「我們若忽略這麼大的救恩,怎能逃罪呢?」你且看他怎樣作那比較。
3:152
Εἰ γὰρ δι' ἀγγέλων λόγος λαληθεὶς, φησίν
'For if the word spoken by angels,' he says.
他說:「那藉著天使所傳的話。」
3:153
Ἐκεῖ, Δι' ἀγγέλων, ἐνταῦθα δὲ, Διὰ τοῦ Κυρίου·
There, 'by angels,' but here, 'by the Lord;'
在那裡是「藉著天使」,在這裡卻是「藉著主」;
3:154
κἀκεῖ μὲν λόγος, ἐνταῦθα δὲ σωτηρία
and there indeed a 'word,' but here 'salvation.'
在那裡固然是「話」,在這裡卻是「救恩」。
3:155
Εἶτα, ἵνα μὴ εἴπῃ τις, τί δαί; σὺ λέγεις, Παῦλε, ταῦτα τοῦ Χριστοῦ ἐστι; προλαμβάνει, καὶ ἀποδείκνυσι τὸ ἀξιόπιστον ἔχοντα
Then, lest anyone should say, 'What of it? These things which thou sayest, O Paul, are they Christ's?'—he anticipates it, and demonstrates that they carry trustworthiness.
此後,恐怕有人說:「那又怎樣呢?保羅啊,你所說的這些話,是屬於基督的麼?」他就預先回應,並且證明這些話帶有可信之處。
3:156
Τῷ τε παρ' ἐκείνου γὰρ ἀκηκοέναι αὐτὰ τὸ ἀξιόπιστον δείκνυσι, καὶ τῷ νῦν ὑπὸ τοῦ Θεοῦ αὐτὰ λέγεσθαι, οὐχ ἁπλῶς φωνῆς φερομένης, καθάπερ ἐπὶ Μωϋσέως, ἀλλὰ σημείων γινομένων, καὶ πραγμάτων μαρτυρούντων
For by his having heard them from Him he shows their trustworthiness, and by their being now spoken by God—not simply by a voice being borne along, as in the case of Moses, but by signs coming to pass and deeds bearing witness.
因為他既是從主那裡聽見這些話,就顯明它們的可信;又因這些話如今是藉神說出的,不是像摩西的時候單有聲音傳來,乃是有神蹟發生、有事實為證。
3:157
Τί δέ ἐστιν, Εἰ γὰρ δι' ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος; Καὶ ἐν τῇ πρὸς Γαλάτας οὕτω πως φησί·
But what is the meaning of, 'For if the word spoken by angels was steadfast'? And in the Epistle to the Galatians he speaks somewhat in this manner:
但「那藉著天使所傳的話既是確定的」這句話是甚麼意思呢?他在加拉太書中也約略這樣說:
3:158
Διαταγεὶς δι' ἀγγέλων ἐν χειρὶ μεσίτου·
'Ordained through angels by the hand of a mediator';
「藉著天使,經中保之手所設立的」;
3:159
καὶ πάλιν, Ἐλάβετε τὸν νόμον εἰς διαταγὰς ἀγγέλων, καὶ οὐκ ἐφυλάξατε·
and again, 'You received the law by the ordinance of angels, and did not keep it';
又說:「你們既受了天使所傳佈的律法,竟不遵守」;
3:160
καὶ πανταχοῦ δι' ἀγγέλων αὐτόν φησι δίδοσθαι
and everywhere he declares that it was given through angels.
他處處都說律法是藉著天使賜下的。
3:161
Τινὲς μὲν οὖν τὸν Μωϋσέα φασὶν αἰνίττεσθαι·
Now some say that he is hinting at Moses;
如今有些人說,他在此暗指摩西;
3:162
ἀγγέλους γὰρ ἐνταῦθα πολλούς φησι
for here, they claim, he speaks of many angels.
因為他們說,他在此提到許多天使。
3:163
Καὶ ἀγγέλους δὲ ἐνταῦθα τούτους φησὶ τοὺς ἐν τῷ οὐρανῷ
And he says that these angels here are those in heaven.
他又說,此處所指的這些天使,乃是天上的天使。
3:164
Τί οὖν ἐστιν εἰπεῖν; Ἤτοι τὴν δεκάλογόν φησι μόνον·
What then are we to say? Either he means the Decalogue alone;
那麼我們該怎麼說呢?他所指的,或是單指十誡;
3:165
ἐκεῖ γὰρ Μωϋσῆς ἐλάλει, καὶ Θεὸς ἀπεκρίνετο·
for there Moses spoke, and God answered.
因為在那裏,摩西說話,神就回答他。
3:166
ὅτι παρῆσαν ἄγγελοι, τοῦ Θεοῦ διαταττομένου·
Or he means that angels were present while God gave His ordinances;
或是說,當神頒佈命令時,有天使在場;
3:167
ὅτι περὶ τῶν ἐν τῇ Παλαιᾷ λεγομένων καὶ πραττομένων ἁπάντων, ὡς ἀγγέλων κοινωνησάντων ἐν τούτοις ταῦτά φησι
or that, concerning all the things spoken and done in the Old Testament, he says these things as though angels had a share in them.
或是說,關於舊約中所說所行的一切事,他都當作天使曾參與其中而如此說。
3:168
Πῶς δὲ ἀλλαχοῦ φησιν, ὅτι νόμος διὰ Μωϋσέως ἐδόθη, ἐνταῦθα δὲ δι' ἀγγέλων; φησὶ γὰρ, Καὶ κατέβη Θεὸς ἐν γνόφῳ
But how does he say elsewhere that 'the law was given through Moses,' while here he says it was given through angels? For he says, 'And God came down in thick darkness.'
但他在別處怎麼說「律法是藉摩西頒佈的」,而在此卻說是藉天使呢?因為經上說:「神降臨在密雲之中。」
3:169
Εἰ γὰρ δι' ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος
'For if the word spoken through angels became steadfast'—
「因為那藉著天使所傳的話既是確定的」——
3:170
Τί ἐστι, Βέβαιος; Ἀληθὴς, ὡς ἄν τις εἴποι, καὶ πιστός·
What is 'steadfast'? True, as one might say, and trustworthy;
「確定的」是什麼意思?可以說,就是真實而可信的;
3:171
διότι ἐν τῷ προσήκοντι καιρῷ πάντα ἐξέβη τὰ λεχθέντα·
because at the fitting time all that was foretold came to pass.
因為在合宜的時候,所說的一切都應驗了。
3:172
τοίνυν τοῦτό φησιν, ὅτι ἐκράτησε, καὶ αἱ ἀπειλαὶ εἰς ἔργον ἤρχοντο·
So either he means this, or that it prevailed, and the threats came into effect;
所以他所指的,或是這個意思,或是說它得勝了,那些警戒都成就了;
3:173
λόγον φησὶ τὰ προστάγματα
or by 'word' he means the commandments.
或者他以「話」指那些命令。
3:174
Πολλὰ γὰρ χωρὶς νόμου προσέταξαν ἄγγελοι παρὰ Θεοῦ πεμπόμενοι·
For angels sent from God gave many commands apart from the law;
因為從神差來的天使,曾在律法之外傳下許多命令;
3:175
οἷον ἐπὶ τοῦ κλαυθμῶνος, ἐπὶ τῶν Κριτῶν, ἐπὶ τοῦ Σαμψών
as at Bochim, in the time of the Judges, in the case of Samson.
例如在波金那裏,在士師的時代,以及參孫的事上。
3:176
Καὶ τάχα μοι δοκεῖ τοῦτο λέγειν δηλῶν διὰ τούτου μᾶλλον τὰ διὰ τῶν ἀγγέλων οἰκονομηθέντα
And it seems to me that he perhaps says this, indicating rather by it the things administered through the angels.
在我看來,他或許正是在說這話,藉此更是指那些藉天使所安排施行的事。
3:177
Τί οὖν ἐροῦμεν; Ὅτι παρῆσαν οἱ ἄγγελοι τότε οἱ τὸ ἔθνος ἐμπεπιστευμένοι, καὶ αὐτοὶ τὰς σάλπιγγας ἐποίουν, καὶ τὰ ἕτερα, τὸ πῦρ, τὸν γνόφον
What then shall we say? That the angels who were entrusted with the nation were present then, and they themselves made the trumpets, and the rest—the fire, the thick darkness.
那麼我們該怎麼說呢?就是說,那些受託管理這民族的天使當時都在場,他們親自吹響號筒,並成就其餘的事——那火,那密雲。
3:178
Καὶ πᾶσα παράβασις, φησὶ, καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν
'And every transgression and disobedience,' he says, 'received a just recompense of reward.'
「並且各樣的過犯和悖逆,」他說,「都受了該受的報應。」
3:179
Οὐχ μὲν, δὲ οὒ, ἀλλὰ πᾶσα
Not this one and not that one, but every one.
不是這一樣受、那一樣不受,乃是每一樣都受。
3:180
Οὐδὲν ἀνεκδίκητον ἔμεινε, φησὶν, ἀλλ' Ἔλαβεν ἔνδικον μισθαποδοσίαν·
'Nothing,' he says, 'remained unpunished, but it received a just recompense of reward.'
他說:「沒有一樣是不受懲罰的,乃是都受了該受的報應。」
3:181
Καὶ τί δήποτε οὕτως εἶπεν; Οὕτως ἔθος τῷ Παύλῳ μὴ πολὺν τῶν λέξεων ποιεῖσθαι λόγον, ἀλλ' ἀδιαφόρως καὶ ἐπὶ εὐφήμων τιθέναι κακέμφατα·
And why ever did he speak thus? It is Paul's custom not to make much account of the words, but indifferently to apply even ill-sounding terms to good things;
他到底為什麼這樣說呢?這是保羅的習慣,就是不甚拘泥於用詞,反而不加分別地把甚至聽來不雅的字眼用在美好的事物上;
3:182
Αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ
'Bringing every thought into captivity to the obedience of Christ.'
「將各樣的心意奪回,使它順服基督。」
3:183
ἀλλαχοῦ τὴν ἀντιμισθίαν τέθεικεν ἀντὶ κολάσεως, καὶ ἐνταῦθα τὴν κόλασιν μισθὸν καλεῖ
Elsewhere he has put 'recompense' in place of 'punishment,' and here he calls punishment a 'reward.'
他在別處以「回報」代替「懲罰」,而在此又把懲罰稱為「賞賜」。
3:184
Εἰ δίκαιον, φησὶ, παρὰ τῷ Θεῷ ἀνταποδοῦναι τοῖς θλίβουσιν ὑμᾶς θλῖψιν, καὶ ὑμῖν τοῖς θλιβομένοις ἄνεσιν
'For it is a righteous thing with God,' he says, 'to recompense tribulation to them that trouble you, and to you who are troubled, rest.'
他說:「神既是公義的,就必將患難報應那加患難給你們的人,也必使你們這受患難的人得安息。」
3:185
Τουτέστιν, οὐ παρεφθάρη τὸ δίκαιον, ἀλλ' ἐπεξῆλθεν Θεὸς, καὶ τὴν δίκην περιέτρεψεν ἐπὶ τοὺς ἡμαρτηκότας·
That is to say, justice was not corrupted, but God pursued it, and turned the penalty upon those who had sinned;
這就是說,公義並沒有被敗壞,反而神追討到底,把刑罰轉在那些犯罪的人身上;
3:186
καίτοι τῶν ἁμαρτημάτων οὐ πάντων εἰς φανερὸν γινομένων, εἰ μὴ παραβαθείη τὰ διατεταγμένα
and yet not all sins come to light, unless the ordinances be transgressed.
然而並非一切罪都會顯明出來,除非所設立的命令被違犯了。
3:187
Πῶς οὖν ἡμεῖς,. φησὶν, ἐκφευξόμεθα, τηλικαύτης ἀμελήσαντες σωτηρίας; Διὰ τούτου ἐδήλωσεν, ὅτι οὐ πολλή τις ἦν ἐκείνη σωτηρία
'How then shall we,' he says, 'escape, if we neglect so great a salvation?' By this he showed that that salvation was not any great thing.
他說:「我們若忽略這麼大的救恩,怎能逃罪呢?」他藉此表明,那從前的救恩並不算為多大的。
3:188
Καλῶς δὲ καὶ τὸ, Τηλικαύτης, προσέθηκεν
And well did he add the phrase, 'so great.'
他加上「這麼大的」這話,實在是好。
3:189
Οὐ γὰρ ἐκ πολέμων, φησὶν, ἡμᾶς διασώσει νῦν, οὐδὲ τὴν γῆν καὶ τὰ ἐν τῇ γῇ ἀγαθὰ παρέξει, ἀλλὰ θανάτου κατάλυσις ἔσται, ἀλλὰ διαβόλου ἀπώλεια, ἀλλ' οὐρανῶν βασιλεία, ἀλλὰ ζωὴ αἰώνιος
'For He will not now,' he says, 'save us from wars, nor bestow the land and the good things in the land, but there will be an abolishing of death, a destruction of the devil, a kingdom of the heavens, life eternal.'
他說:「因為祂如今不是要救我們脫離戰爭,也不是要賜下地土和地上的美物,乃是要廢除死亡,毀滅魔鬼,帶來諸天的國度,賜下永遠的生命。」
3:190
Ταῦτα γὰρ πάντα ἐν συντόμῳ ἐνέφηνεν εἰπὼν, Τηλικαύτης ἀμελήσαντες σωτηρίας
For all these things he intimated concisely by saying, 'neglecting so great a salvation.'
因為他說「忽略這麼大的救恩」這句話,就簡要地把這一切都指明了。
3:191
Εἶτα καὶ τὸ ἀξιόπιστον ἐπάγει·
Then he adds also its trustworthiness;
接著他又加上這救恩的可信之處;
3:192
Ἥτις ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ Κυρίου·
'Which having at the first begun to be spoken through the Lord';
「這救恩起先是主親自傳講的」;
3:193
τουτέστι, παρ' αὐτῆς τῆς πηγῆς ἔσχε τὴν ἀρχήν·
that is, it had its beginning from the very fountain;
這就是說,它是從源頭本身得著開端的;
3:194
οὐκ ἄνθρωπος αὐτὴν διεπόρθμευσεν εἰς τὴν γῆν, οὐ κτιστὴ δύναμις, ἀλλ' αὐτὸς Μονογενής
no man conveyed it across to the earth, no created power, but the Only-begotten Himself.
沒有人把它傳渡到地上,也不是受造之能,乃是那獨生子親自傳的。
3:195
Ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη
'It was confirmed to us by those who heard.'
「是聽見的人給我們證實了的。」
3:196
Τί ἐστιν, Ἐβεβαιώθη; Ἐπιστεύθη, ἐξέβη·
What is 'was confirmed'? It was believed, or it came to pass;
「證實了」是什麼意思?就是被人相信了,或是應驗了;
3:197
τὸν γὰρ ἀῤῥαβῶνα, φησὶν, ἔχομεν·
for we have, he says, the pledge;
因為他說,我們有那憑質;
3:198
τουτέστιν, οὐκ ἐσβέσθη, οὐκ ἔληξεν, ἀλλὰ κρατεῖ καὶ περιγίνεται
that is, it was not extinguished, it did not cease, but it holds sway and prevails.
這就是說,它沒有熄滅,沒有止息,反而掌權得勝。
3:199
Τὸ δὲ αἴτιον, θεία δύναμις ἐνεργεῖ
And the cause of this is that the divine power is at work.
這事的緣由,乃是那神聖的能力在動工。
3:200
Τί ἐστιν, Ὑπὸ τῶν ἀκουσάντων; Τουτέστιν, οἱ παρὰ τοῦ Κυρίου ἀκούσαντες αὐτοὶ ἡμᾶς ἐβεβαίωσαν
What is 'by those who heard'? That is, those who heard from the Lord themselves confirmed it to us.
「聽見的人」是什麼意思?就是說,那些親自從主聽見的人,把它給我們證實了。
3:201
Μέγα τοῦτο καὶ ἀξιόπιστον
This is a great thing and worthy of trust.
這是件大事,也是可信的。
3:202
Ὅπερ καὶ Λουκᾶς φησιν ἐν ἀρχῇ τοῦ Εὐαγγελίου·
Which Luke also says at the beginning of his Gospel;
路加在他福音書的開頭也這樣說;
3:203
Καθὼς παρέδοσαν ἡμῖν οἱ ἀπ' ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου
'Even as they delivered them unto us, who from the beginning were eyewitnesses and ministers of the word.'
「就是那從起初親眼看見、又傳道的人所傳給我們的。」
3:204
Πῶς οὖν ἐβεβαιώθη; τί οὖν, εἰ οἱ ἀκούσαντες ἔπλασαν, φησί; Τοῦτο τοίνυν ἀναιρῶν, καὶ δεικνὺς οὐκ ἀνθρωπίνην τὴν χάριν, ἐπήγαγε, Συνεπιμαρτυροῦντος τοῦ Θεοῦ
How then was it confirmed? What then, he says, if those who heard invented it? So then, to do away with this, and to show that the grace is not of man, he added, 'God also bearing them witness.'
那麼它是怎樣得著證實的呢?他說,那麼,若是那些聽見的人捏造了它,又當如何?因此,為要除去這疑問,並表明這恩典不是出於人,他就加上一句:「神又同他們作見證。」
3:205
Οὐκ ἂν γὰρ, εἰ ἔπλασαν, Θεὸς αὐτοῖς ἐμαρτύρησε
For God would not have borne witness to them, had they invented it.
因為他們若是捏造的,神就不會為他們作見證了。
3:206
Μαρτυροῦσι μὲν κἀκεῖνοι, μαρτυρεῖ δὲ καὶ Θεός
They indeed bear witness, but God also bears witness.
他們固然作見證,然而神也作見證。
3:207
Πῶς μαρτυρεῖ; Οὐ λόγῳ, οὐδὲ φωνῇ·
How does He bear witness? Not by word, nor by voice;
祂是怎樣作見證的呢?不是用言語,也不是用聲音;
3:208
ἦν μὲν γὰρ καὶ τοῦτο πιστόν·
for this too would have been worthy of belief;
因為即或這樣,也是可信的;
3:209
ἀλλὰ πῶς; Σημείοις καὶ τέρασι καὶ ποικίλαις δυνάμεσι
but how? By signs and wonders and manifold powers.
然而是怎樣呢?是用神蹟、奇事,和各樣的異能。
3:210
Καλῶς τὸ, Ποικίλαις δυνάμεσι, τέθεικε, τὴν ἀφθονίαν τῶν χαρισμάτων δηλῶν·
Well did he put 'manifold powers,' indicating the abundance of the gifts;
他用「各樣的異能」這話實在是好,表明了恩賜的豐盛;
3:211
ὅπερ οὐ γεγένηται ἐπὶ τῶν προτέρων, οὐδὲ τοσαῦτα σημεῖα, καὶ οὕτω διάφορα
which did not happen in the case of former times, neither so many signs, nor so diverse.
這是從前的時代所沒有的,既沒有這麼多的神蹟,也沒有這樣繁多不同的。
3:212
Τουτέστιν, οὐχ ἁπλῶς ἐπιστεύσαμεν ἐκείνοις, ἀλλὰ διὰ σημείων καὶ τεράτων
That is, we did not simply believe those men, but through signs and wonders.
這就是說,我們不是單單相信那些人,乃是藉著神蹟奇事才相信的。
3:213
Ὥστε οὐκ ἐκείνοις πιστεύομεν, ἀλλ' αὐτῷ τῷ Θεῷ
So that it is not those men whom we believe, but God Himself.
如此,我們所信的並不是那些人,乃是神自己。
3:214
Καὶ Πνεύματος ἁγίου μερισμοῖς, κατὰ τὴν αὐτοῦ θέλησιν
'And by distributions of the Holy Spirit, according to His own will.'
「並且照著祂自己的旨意,分賜聖靈給人。」
3:215
Τί οὖν, ὅτι καὶ γόητες σημεῖα ποιοῦσι, καὶ Ἰουδαῖοι ἐν Βεελζεβοὺλ ἔλεγον αὐτὸν ἐκβάλλειν τὰ δαιμόνια; Ἀλλ' οὐ τοιαῦτα ποιοῦσι σημεῖα·
What then of the fact that sorcerers also work signs, and that the Jews said He cast out the demons by Beelzebul? But they do not work such signs as these;
那麼術士也行神蹟,猶太人又說祂是靠著別西卜趕鬼,這又當如何呢?然而他們所行的神蹟並非這樣的;
3:216
διὰ τοῦτο εἶπε, Ποικίλαις δυνάμεσιν
for this reason he said, 'manifold powers.'
正因如此,他才說「各樣的異能」。
3:217
Ἐκεῖνα γὰρ οὐ δύναμις, ἀλλ' ἀσθένεια καὶ φαντασία καὶ διάκενα πράγματα
For those are not power, but weakness and illusion and empty things.
因為那些不是能力,乃是軟弱、幻象,和虛空的事。
3:218
Διὰ τοῦτο εἶπε, Πνεύματος ἁγίου μερισμοῖς κατὰ τὴν αὐτοῦ θέλησιν
For this reason he said, 'by distributions of the Holy Spirit according to His own will.'
正因如此,他才說「照著祂自己的旨意,分賜聖靈」。
3:219
Ἐνταῦθα καί τι ἄλλο αἰνίττεσθαί μοι δοκεῖ·
Here he seems to me to be hinting at something else also;
在此,他在我看來還暗指著另一件事;
3:220
εἰκὸς γὰρ μὴ εἶναι πολλοὺς ἐκεῖ χαρίσματα ἔχοντας, ἐκλελοιπέναι δὲ ταῦτα, ἅτε νωθροτέρων αὐτῶν γενομένων
for it is likely that there were not many there possessing gifts, and that these had failed, since the people had become more sluggish.
因為那裏有恩賜的人大概不多,且這些恩賜已然衰退,因為那些人變得更加怠惰了。
3:221
Ἵν' οὖν αὐτοὺς καὶ ἐν τούτῳ παραμυθήσηται, καὶ μὴ ἀφῇ καταπεσεῖν, τὸ πᾶν ἀνέθηκε τῇ τοῦ Θεοῦ βουλῇ·
In order therefore that he might comfort them in this also, and not let them fall, he referred the whole matter to the counsel of God;
所以為要在這事上也安慰他們,不至叫他們跌倒,他就把這一切都歸於神的旨意;
3:222
αὐτὸς οἶδε τίνι τί συμφέρει, φησὶ, καὶ οὕτω καταμερίζει τὴν χάριν·
He Himself knows, he says, to whom what is profitable, and thus He apportions the grace;
他說,祂自己知道什麼對誰有益,就這樣分派恩典;
3:223
ὅπερ καὶ ἐν τῇ πρὸς Κορινθίους ποιεῖ λέγων·
which he does also in the Epistle to the Corinthians, saying,
他在寫給哥林多人的書信中也是這樣行,說:
3:224
Θεὸς ἔθετο ἕνα ἕκαστον ἡμῶν, καθὼς ἠθέλησε·
'God has set each one of us, even as He willed';
「神隨自己的意思,把我們各人安置了」;
3:225
καὶ πάλιν, Ἑκάστῳ δὲ φανέρωσις τοῦ Πνεύματος δίδοται πρὸς τὸ συμφέρον, κατὰ τὴν αὐτοῦ θέλησιν
and again, 'But to each one is given the manifestation of the Spirit for profit, according to His own will.'
又說:「聖靈顯在各人身上,是叫人得益處,都是照著祂自己的旨意。」
3:226
Δείκνυσιν ὅτι τὸ χάρισμα κατὰ τὴν τοῦ Πατρός ἐστι θέλησιν
He shows that the gift is according to the will of the Father.
他表明這恩賜乃是照著父的旨意賜下的。
3:227
Πολλάκις δὲ καὶ δι' ἀκάθαρτον βίον καὶ νωθῆ οὐκ ἔλαβον πολλοὶ χάρισμα·
And often, because of an unclean and sluggish life, many did not receive a gift;
並且許多人,往往因著生活不潔、怠惰,就沒有領受恩賜;
3:228
ἐνίοτε δὲ καὶ καλὸν βίον ἔχοντες καὶ καθαρὸν οὐκ ἔλαβον·
Yet sometimes men who led a good and pure life did not receive it;
然而有時候,有些人雖然過著美好而純潔的生活,卻沒有領受恩賜;
3:229
τί δήποτε; Ὥστε μὴ ἐκτραχηλισθῆναι, ὥστε μὴ φυσιωθῆναι, ὥστε μὴ ῥᾳ. θυμοτέρους γενέσθαι, ὥστε μὴ πλέον ἐπαρθῆναι
and why so? That they might not be thrown headlong, that they might not be puffed up, that they might not become more slothful, that they might not be the more lifted up.
這是為甚麼呢?為叫他們不至跌落深坑,不至自高自大,不至變得更加懶散,不至越發自傲。
3:230
Εἰ γὰρ καὶ χωρὶς χαρίσματος αὐτὴ τοῦ καθαροῦ βίου συνείδησις ἱκανὴ ἐπᾶραι, πολλῷ μᾶλλον, ὅταν καὶ χάρις προσῇ
For if even apart from any spiritual gift the mere consciousness of a pure life is enough to lift a man up, how much more so when grace is present besides.
因為即便沒有恩賜,單單一種純潔生活的自覺就足以叫人高抬自己,何況當恩典也一同臨在的時候呢。
3:231
Ὥστε τοῖς ταπεινοῖς καὶ τοῖς ἀφελέσι μᾶλλον ἐδίδοτο·
And so it was rather to the humble and the guileless that it was given;
所以恩賜寧可賜給那謙卑的、樸實無偽的人;
3:232
καὶ μάλιστα τοῖς ἀφελέσιν·
and most of all to the guileless;
尤其是賜給那樸實無偽的人;
3:233
Ἐν ἀφελότητι γὰρ, φησὶ, καὶ ἐν ἀγαλλιάσει καρδίας
for 'in singleness,' it says, 'and in gladness of heart.'
因為經上說:「存著誠實的心,並且歡欣快樂。」
3:234
Καὶ γὰρ καὶ ταύτῃ προέτρεψεν αὐτοὺς μᾶλλον·
For by this too He rather spurred them on;
因為神也藉此更加激勵他們;
3:235
καὶ εἰ ῥᾳθυμότεροι ἦσαν, κατένυξεν
and if they were somewhat slothful, He pricked them to compunction.
他們若比較懶散,神便使他們的心受扎而痛悔。
3:236
γὰρ ταπεινὸς καὶ μὴ μεγάλα περὶ ἑαυτοῦ φανταζόμενος, σπουδαιότερος γίνεται, ὅταν λάβῃ χάρισμα, ἅτε παρ' ἀξίαν εἰληφὼς, καὶ οὐκ ἄξιον
For the humble man, who does not imagine great things of himself, becomes more earnest when he receives a gift, seeing that he has received it beyond his desert and not as one deserving.
因為謙卑的人不把自己想得偉大,當他領受恩賜時反而更加殷勤,因他自知所領受的乃是超過自己所配得的,並非自己所當得的。
3:237
δέ τι κατωρθωκέναι νομίζων, ὀφειλὴν εἶναι τὸ πρᾶγμα ἡγούμενος καὶ πεφυσίωται
But he who thinks he has accomplished something, regarding the matter as a debt owed to him, is also puffed up.
但那自以為有所成就的人,把這事看作是理所應得的欠債,於是就自高自大了。
3:238
Ὥστε Θεὸς συμφερόντως τὸ πρᾶγμα οἰκονομεῖ τοῦτο
So then God dispenses this matter in a way that is profitable.
所以神照著對人有益的方式來安排這事。
3:239
Ὅπερ καὶ ἐν τῇ Ἐκκλησίᾳ συμβαῖνον ἴδοι τις ἄν·
And one may see this same thing happening in the Church too;
有人也能在教會中看見同樣的事發生;
3:240
μὲν γὰρ ἔχει λόγον διδασκαλικὸν, δὲ οὐδὲ διᾶραι τὸ στόμα δύναται
for one man has the gift of teaching speech, while another cannot so much as open his mouth.
因為這個人有教訓的口才,那個人卻連口都張不開。
3:241
Μηδεὶς τοίνυν λυπείσθω διὰ τοῦτο·
Let no one, then, be grieved on this account;
所以沒有人該為這事憂愁;
3:242
Ἑκάστῳ γὰρ φανέρωσις τοῦ Πνεύματος δίδοται πρὸς τὸ συμφέρον
for 'to each is given the manifestation of the Spirit for what is profitable.'
因為經上說:「聖靈顯在各人身上,是叫人得益處。」
3:243
Εἰ γὰρ ἄνθρωπος οἰκοδεσπότης οἶδε τίνι τί ἐγχειρίσει, πολλῷ μᾶλλον Θεὸς ἐπιστάμενος τὸν νοῦν τῶν ἀνθρώπων, τὰ πάντα εἰδὼς πρὶν γενέσεως αὐτῶν
For if a man who is master of a household knows to whom he will entrust what, how much more does God, who understands the mind of men, who knows all things before they come to be.
因為若連一家的主人尚且知道該把甚麼交託給誰,何況那洞悉人心思、在萬事未成之先就已盡知的神呢。
3:244
Ἕν ἐστι μόνον τὸ λύπης ἄξιον, τὸ ἁμαρτάνειν, ἄλλο δὲ οὐδέν
There is one thing only worthy of grief—to sin—and nothing else.
惟有一件事是值得憂愁的,就是犯罪,除此以外再無別的。
3:245
Μὴ εἴπῃς, Διὰ τί οὐκ ἔχω χρήματα; , Εἰ εἶχον, παρέσχον ἂν τοῖς πένησιν
Do not say, 'Why have I no money?' or, 'Had I any, I would have given to the poor.'
不要說:「我為甚麼沒有錢財呢?」或說:「我若有,就必周濟窮人。」
3:246
Οὐκ οἶδας, εἰ εἶχες, εἰ μὴ μᾶλλον καὶ πλεονέκτης ἦς·
You do not know whether, had you had it, you might not rather have become the more grasping;
你並不知道,你若真有了錢財,是否反倒會變得更加貪婪;
3:247
νῦν μὲν γὰρ ταῦτα λέγεις, ἐν δὲ τῇ πείρᾳ γενόμενος, ἕτερος ἂν ἧς
for now you say these things, but once put to the test you would be another man.
因為你如今這樣說,可是一旦身歷其境,你就成了另一個人了。
3:248
Ἐπεὶ καὶ ὅταν ὦμεν κεκορεσμένοι, νομίζομεν ὅτι δυνάμεθα νηστεύειν·
For even when we are full, we think that we are able to fast;
因為我們飽足的時候,總以為自己能夠禁食;
3:249
ὅταν δὲ μικρὸν διαλείπωμεν, ἕτερος ἡμᾶς ἐπεισέρχεται λογισμός
but when we have gone a little while without food, another reasoning comes over us.
可是稍微餓了片刻,另一種念頭就進到我們裡面來了。
3:250
Πάλιν, ὅταν ὦμεν ἐκτὸς τῆς μέθης, νομίζομεν δύνασθαι περιγενέσθαι τοῦ πάθους·
Again, when we are free from drunkenness, we think we can master the passion;
同樣,當我們沒有醉酒的時候,總以為自己能勝過這情慾;
3:251
ὅταν δὲ ἁλῶμεν ὑπ' αὐτῆς, οὐκέτι
but when we have been caught by it, we no longer can.
可是一旦被它擄去,就再也不能了。
3:252
Μὴ εἴπῃς, Εἰς τί οὐκ ἔσχον χάρισμα διδασκαλικόν; , Εἰ εἶχον, μυρίους ἂν ᾠκοδόμησα
Do not say, 'Why have I not received the gift of teaching?' or, 'Had I it, I would have edified thousands.'
不要說:「我為甚麼沒有領受教訓的恩賜呢?」或說:「我若有,就必造就千萬人。」
3:253
Οὐκ οἶδας, εἰ εἶχες, μὴ εἰς κρίμα σοι ἐγένετο, μὴ βασκανία, μὴ ὄκνος παρεσκεύαζε τὸ τάλαντον κρύπτειν
You do not know whether, had you had it, it might not have turned to your condemnation, whether envy or sloth might not have made you hide the talent.
你並不知道,你若真有了,這恩賜是否反倒定了你的罪,是否嫉妒或懶惰會叫你把那一他連得埋藏起來。
3:254
Νῦν μὲν οὖν ἁπάντων τούτων ἀπήλλαξαι, καὶ τὸ σιτομέτριον ἐὰν μὴ δῷς, οὐκ ἐγκαλῇ·
As it is, then, you are freed from all these things, and if you do not distribute the measure of grain, you are not called to account;
既是如此,你就從這一切事上得了釋放,即使你不按時分糧給人,也不會被追究;
3:255
τότε δὲ μυρίοις ἂν ὑπεύθυνος ἦς
but then you would have been liable to ten thousand charges.
但你若有了那恩賜,就要為千萬件事負責了。
3:256
Ἄλλως δὲ, οὐδὲ νῦν ἐκτὸς εἶ τοῦ χαρίσματος
And besides, not even now are you without a gift.
再說,就是如今你也並非全然沒有恩賜。
3:257
Δεῖξον ἐν τῷ μικρῷ, οἷος ἦς, εἰ ἐκεῖνο εἶχες·
Show in the little what sort of man you would have been, had you had that greater gift;
你要在小事上顯明,你若有了那更大的恩賜,會是怎樣的人;
3:258
Εἰ γὰρ ἐν τῷ μικρῷ οὐ γίνεσθε, φησὶ, πιστοὶ, πῶς τὸ μέγα ὑμῖν τις δώσει; Δεῖξον ὡς χήρα·
'for if you are not faithful in the little,' it says, 'who will give you the great?' Show yourself like the widow;
因為經上說:「你們在最小的事上若不忠信,誰還把那大的交託你們呢?」你要顯得像那寡婦一樣;
3:259
δύο γὰρ ὀβολοὺς εἶχεν ἐκείνη, καὶ ὅλα κατέλαβεν, ὅσα ἐκέκτητο
for she had two mites, and put in all that she possessed.
因為那寡婦只有兩個小錢,卻把她一切所有的都投上了。
3:260
Χρήματα ζητεῖς; δεῖξον ὅτι τῶν ὀλίγων καταφρονεῖς, ἵνα σοι πιστεύσω καὶ περὶ τῶν πολλῶν·
Do you seek money? Show that you despise the little, that I may trust you concerning the much as well;
你尋求錢財麼?先要顯明你輕看那少的,好叫我在多的事上也能信託你;
3:261
εἰ δὲ μηδὲ τούτων καταφρονεῖς, πολλῷ μᾶλλον οὐδὲ ἐκείνων
but if you do not even despise these small things, much less would you despise those great ones.
但你若連這些少的都不能輕看,就更不會輕看那多的了。
3:262
Πάλιν, ἐν τῷ λόγῳ δεῖξον ὅτι κέχρησαι δεόντως τῇ παραινέσει καὶ τῇ συμβουλῇ
Again, in the matter of speech, show that you have made fitting use of exhortation and counsel.
同樣,在言語上,你要顯明你已合宜地運用了勸勉與勸告。
3:263
Οὐκ ἔχεις εὐγλωττίαν τὴν ἔξωθεν; οὐκ ἔχεις νοημάτων ἀφθονίαν; ἀλλ' ὅμως ταῦτα τὰ κοινὰ οἶδας
You have no outward eloquence? You have no abundance of ideas? Yet nevertheless you know these common things.
你沒有世俗的口才麼?你沒有豐富的思想麼?但你總還曉得這些人所共知的道理。
3:264
Παῖδα ἔχεις, γείτονα ἔχεις, φίλον ἔχεις, ἀδελφὸν ἔχεις, οἰκείους ἔχεις·
You have a child, you have a neighbor, you have a friend, you have a brother, you have kinsfolk;
你有兒女,你有鄰舍,你有朋友,你有弟兄,你有親屬;
3:265
κἂν δημοσίᾳ ἐπὶ τῆς ἐκκλησίας μὴ δύνῃ λόγον ἀποτεῖναι μακρὸν, τούτοις ἰδίᾳ δύνασαι παραινεῖν·
and though in public in the church you cannot deliver a long discourse, you can exhort these in private;
縱然你不能在教會中公開發表長篇的講論,你卻能在私下勸勉這些人;
3:266
ἐνταῦθα οὐ ῥητορείας χρεία, οὐδὲ μακρᾶς ἀποτάσεως·
here there is no need of rhetoric, nor of a long, drawn-out address;
在這裡並不需要口才修辭,也不需要冗長的長篇大論;
3:267
δεῖξον ἐπὶ τούτων, ὅτι εἰ καὶ λόγον εἶχες, οὐκ ἂν ἠμέλησας
show in these cases that, even had you had the gift of speech, you would not have been negligent.
你要在這些事上顯明,即使你有了口才的恩賜,也絕不會懈怠疏忽。
3:268
Εἰ δὲ ἐν τῷ μικρῷ οὐ σπουδάζεις, πῶς σοι πιστεύσω περὶ τοῦ μεγάλου; Ὅτι γὰρ τοῦτο ἕκαστος δύναται, ἄκουσον πῶς καὶ λαϊκοῖς τοῦτο ἐπέτρεψεν Παῦλος·
But if you are not diligent in the little, how shall I trust you concerning the great? That each one is able to do this, hear how Paul entrusted this even to laymen;
但你若在小事上不殷勤,我怎能在大事上信託你呢?至於各人都能行這事,你且聽保羅怎樣把這事也託付給平信徒;
3:269
Ἕκαστος, φησὶν, οἰκοδομεῖτε εἷς τὸν ἕνα, καθὼς καὶ ποιεῖτε·
'Each of you,' he says, 'build up one another, even as also you do;'
他說:「你們各人要彼此建立,正如你們素常所行的;」
3:270
καὶ, Παρακαλεῖτε ἀλλήλους ἐν τοῖς λόγοις τούτοις
and, 'Comfort one another with these words.'
又說:「你們當用這些話彼此勸慰。」
3:271
Οἶδεν Θεὸς πῶς ἑκάστῳ διανείμῃ
God knows how to distribute to each.
神知道該怎樣分給各人。
3:272
Μὴ σὺ τοῦ Μωϋσέως εἶ βελτίων; Ἄκουσον πῶς ἀποδυσπετεῖ
Are you better than Moses? Hear how he cries out in his distress.
難道你比摩西更強麼?你且聽他怎樣憂苦地訴說。
3:273
Μὴ ἐγὼ δύναμαι, φησὶ, βαστάζειν αὐτοὺς, ὅτι εἶπές μοι, Ἆρον αὐτοὺς, ὡσεὶ ἄραι τιθη. νὸς τὸν θηλάζοντα; Τί οὖν Θεός; Ἐξεῖλεν ἀπὸ τοῦ πνεύματος αὐτοῦ, καὶ ἔδωκε τοῖς ἄλλοις, δεικνὺς ὅτι οὐδὲ ὅτε ἐβάσταζεν αὐτοὺς, αὐτοῦ τοῦτο τὸ χάρισμα ἦν, ἀλλὰ τοῦ Πνεύματος
'Am I able,' he says, 'to bear them, that You have said to me, Carry them, as a nurse carries the suckling child?' What then did God do? He took of Moses' spirit and gave it to the others, showing that not even when he was bearing them was this gift his own, but the Spirit's.
他說:「你竟對我說『把他們抱在懷裡,如同乳母抱吃奶的孩子』,難道我能擔當這百姓麼?」那麼神怎樣行呢?神從摩西身上取了些靈,賜給其餘的人,以此表明:即使摩西擔當他們的時候,這恩賜也不是出於摩西自己,乃是出於聖靈。
3:274
Εἰ τὸ χάρισμα εἶχες, πολλάκις ἂν ἐπήρθης, πολλάκις ἂν ἐξετράπης·
If you had the gift, often would you have been lifted up, often would you have been turned aside;
你若有了那恩賜,就必屢次自高,屢次偏離;
3:275
οὐκ οἶδας σὺ σαυτὸν, ὡς Θεός σε οἶδε
you do not know yourself as God knows you.
你不像神認識你那樣認識你自己。
3:276
Εἰς τί τοῦτο, καὶ διὰ τί τοῦτο; ὅταν οἰκονομῇ Θεὸς, μὴ ἀπαιτῶμεν αὐτὸν εὐθύνας·
'To what end this, and why this?'—when God orders things, let us not demand an accounting of Him;
「這是為著甚麼,又是因著甚麼呢?」當神安排萬事的時候,我們不可向祂索取交代;
3:277
τοῦτο γὰρ ἐσχάτης ἀσεβείας καὶ ἀπονοίας ἐστί
for this belongs to the utmost impiety and madness.
因為這乃是極大的不敬虔與狂妄。
3:278
Δοῦλοί ἐσμεν, καὶ δοῦλοι πολὺ τοῦ Δεσπότου διεστηκότες, οὐδὲ τὰ ἐν ποσὶν ἐπιστάμενοι
We are servants, and servants far removed from the Master, who do not understand so much as the things at our very feet.
我們是僕人,是與主人相隔甚遠的僕人,甚至連腳前的事也不明白。
3:279
Μὴ δὴ τὴν βουλὴν τοῦ Θεοῦ περιεργαζώμεθα, ἀλλ' ὅπερ δέδωκε, τοῦτο φυλάττωμεν, κἂν μικρὸν , κἂν ἔσχατον, καὶ πάντως εὐδοκιμήσομεν·
Let us not, then, curiously scrutinize the counsel of God, but let us keep what He has given—though it be small, though it be least—and we shall by all means be approved;
所以我們不可好奇窺探神的旨意,只要持守祂所賜的,無論是小的,是至微的,我們就必蒙祂稱許;
3:280
μᾶλλον δὲ, οὐδὲν μικρὸν τῶν τοῦ Θεοῦ δωρεῶν ἐστιν·
or rather, none of God's gifts is small.
更確切地說,神的恩賜沒有一樣是微小的。
3:281
ἀλγεῖς ὅτι οὐκ ἔχεις χάρισμα διδασκαλίας; εἰπὲ δή μοι, τί σοι δοκεῖ μεῖζον εἶναι, χάρισμα διδασκαλίας, χάρισμα ἰαμάτων; Πάντως τοῦτο
Do you grieve that you have not the gift of teaching? Tell me now, which seems to you the greater—the gift of teaching, or the gift of healings? Assuredly the latter.
你因沒有教訓的恩賜而憂傷麼?請告訴我,你以為哪一樣更大,是教訓的恩賜,還是醫病的恩賜呢?必定是後者。
3:282
Τί δὲ, τοῦ νόσους ἀπελαύνειν οὐ δοκεῖ σοι μεῖζον εἶναι τὸ τυφλοὺς ὀμματοῦν; οὐ δοκεῖ σοι μεῖζον εἶναι τὸ νεκροὺς ἀνιστᾷν; Τί δὲ, εἰπέ μοι; τοῦ λόγῳ τοῦτο ποιεῖν οὐ δοκεῖ σοι μεῖζον εἶναι τὸ σκιαῖς καὶ σουδαρίοις τοῦτο ἐργάζεσθαι; Τί οὖν θέλεις, εἰπέ μοι, σκιαῖς καὶ σουδαρίοις νεκροὺς ἀνιστᾷν, τὸ χάρισμα τῆς διδασκαλίας ἔχειν; Πάντως ἐκεῖνο, ἐρεῖς, τὸ σκιαῖς καὶ σουδαρίοις νεκροὺς ἀνιστᾷν
And what? Does not the giving of sight to the blind seem to you greater than the driving away of diseases? Does not the raising of the dead seem to you greater? And what, tell me? Does not the doing of this by word seem to you less than doing it by shadows and handkerchiefs? Which then, tell me, would you choose—to raise the dead by shadows and handkerchiefs, or to have the gift of teaching? Assuredly the former, you will say—to raise the dead by shadows and handkerchiefs.
再說,叫瞎眼的看見,你不以為比趕逐疾病更大麼?叫死人復活,你不以為更大麼?還有,請告訴我,用言語行這事,你不以為比用影兒和手巾行這事更小麼?那麼請告訴我,你要哪一樣,是用影兒和手巾叫死人復活呢,還是有教訓的恩賜呢?你必說,當然是前者,就是用影兒和手巾叫死人復活。
3:283
Ἂν οὖν σοι δείξω, ὅτι πολλῷ τούτου μεῖζόν ἐστιν ἕτερον
If then I show you that there is another gift far greater than this,
那麼,我若向你指明另有一樣恩賜遠比這更大,
3:284
χάρισμα, καὶ ἐξόν σοι λαβεῖν, οὐ λαμβάνων, δικαίως καὶ τούτων ἀπεστέρησαι, τί ἐρεῖς; Πλὴν τοῦτο τὸ χάρισμα οὐχ ἑνὶ, οὐδὲ δευτέρῳ, ἀλλὰ πᾶσιν ἔξεστιν ἔχειν
and it is in your power to receive it, yet you do not receive it, so that you are justly deprived of these too—what will you say? Yet this gift it is possible not for one, nor for a second only, but for all to have.
並且你本可以領受,卻不去領受,因而你連這些恩賜也理當被奪去了,你還能說甚麼呢?何況這樣的恩賜,不單一個人、不單兩個人可以得著,乃是眾人都可以得著。
3:285
Οἶδα ὅτι κεχήνατε καὶ ἐξεπλάγητε, εἴ γε μέλλοιτε ἀκούσεσθαι, ὅτι ἔξεστιν ὑμῖν μεῖζον χάρισμα ἔχειν τοῦ νεκροὺς ἀνιστᾷν, καὶ τυφλοὺς ὀμματοῦν, καὶ ἐκεῖνα ποιεῖν καὶ ἐπὶ τῶν ἀποστόλων·
I know that you have gaped in wonder and are astonished, if indeed you are about to hear that it is possible for you to have a gift greater than raising the dead and giving sight to the blind, and doing those very things that were done in the days of the apostles;
我知道你們必張口驚愕,感到詫異,因你們將要聽見,你們竟能有一樣恩賜,比叫死人復活、叫瞎眼看見更大,並能行使徒時代所行的那些事;
3:286
καὶ τάχα καὶ ἄπιστον ὑμῖν εἶναι δοκεῖ
and perhaps it even seems incredible to you.
而且這在你們看來,或許還是難以置信的。
3:287
Τί οὖν τοῦτό ἐστι τὸ χάρισμα; ἀγάπη
What then is this gift? Love.
那麼這恩賜究竟是甚麼呢?就是愛。
3:288
οὐκ ἐμὸς γὰρ οὗτος λόγος, ἀλλὰ τοῦ Χριστοῦ διὰ Παύλου φθεγγομένου
for this word is not mine, but Christ's, speaking through Paul.
因為這話不是我說的,乃是基督藉著保羅所發的言語。
3:289
Τί γάρ φησι; Ζηλοῦτε τὰ χαρίσματα τὰ κρείττονα, καὶ ἔτι καθ' ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι
For what does he say? 'Earnestly desire the greater gifts. And yet I show you a still more excellent way.'
他說了甚麼呢?「你們要切切地求那更大的恩賜,我還要指示你們一條更超越的路。」
3:290
Τί ἐστιν, Ἔτι καθ' ὑπερβολήν; λέγει τοιοῦτόν ἐστι·
What is 'a still more excellent way'? What he means is this:
何謂「一條更超越的路」呢?他的意思乃是這樣:
3:291
Κορίνθιοι μέγα ἐφρόνουν ἐπὶ τοῖς χαρίσμασι τότε, καὶ οἱ ἔχοντες γλώσσας, τὸ ἐλάχιστον χάρισμα, ἐφυσιοῦντο κατὰ τῶν λοιπῶν
the Corinthians at that time thought highly of themselves over their gifts, and those who had tongues—the least of gifts—were puffed up against the rest.
那時哥林多人因著恩賜自高自大,那些有說方言恩賜的人(方言乃是最小的恩賜),竟對其餘的人自誇自傲。
3:292
Ὅλως θέλετε χαρίσματα; ἐγὼ δείκνυμι ὑμῖν ὁδὸν χαρισμάτων, οὐχ ἁπλῶς ὑπερέχουσαν, ἀλλὰ καθ' ὑπερβολήν
Do you desire gifts at all? I show you a way of gifts, not merely surpassing, but surpassing beyond measure.
你們一心想要恩賜麼?我要指示你們一條恩賜的路,這路不僅超越眾恩賜,且是超越到極處。
3:293
Εἶτά φησιν, Ἐὰν ταῖς γλώσσαις τῶν ἀγγέλων λαλῶ, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι·
Then he says, 'If I speak with the tongues of angels, but have not love, I am nothing;'
接著他說:「我若能說天使的話語,卻沒有愛,我就算不得甚麼;」
3:294
καὶ ἐὰν ἔχω πίστιν, ὥστε ὄρη μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι
and, 'if I have faith, so as to remove mountains, but have not love, I am nothing.'
又說:「我若有全備的信,叫我能移山,卻沒有愛,我就算不得甚麼。」
3:295
Εἶδες χάρισμα; Οὐκοῦν ζήλωσον τοῦτο τὸ χάρισμα
Do you see the gift? Then earnestly desire this gift.
你看見這恩賜了麼?那麼就當切切地求這恩賜。
3:296
Τοῦτο τοῦ νεκροὺς ἐγείρειν μεῖζον·
This is greater than raising the dead;
這比叫死人復活更大;
3:297
τοῦτο τῶν ἄλλων ἁπάντων πολλῷ βέλτιον
this is far better than all the others.
這比其餘一切恩賜都好得多。
3:298
Καὶ ὅτι τοῦτο οὕτως ἔχει, ἄκουσον τί φησιν Χριστὸς τοῖς μαθηταῖς διαλεγόμενος·
And that this is indeed so, hear what Christ says when conversing with His disciples:
這事確是如此,請聽基督與門徒談論時所說的話:
3:299
Ἐν τούτῳ γνώσονται πάντες, ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους
'By this shall all know that you are My disciples, if you love one another.'
「你們若彼此相愛,眾人因此就認出你們是我的門徒了。」
3:300
Εἶτα δεικνὺς ἐν ποίῳ, οὐκ εἶπε τὰ θαύματα, ἀλλὰ τί; Ἐὰν ἀγάπην ἔχητε. ἐν ἀλλήλοις
Then, showing by what mark, He did not say 'the miracles,' but what? 'If you have love among one another.'
接著,祂指明是憑著什麼記號,並沒有說「憑著神蹟」,而是說什麼呢?乃是說「你們若彼此相愛」。
3:301
Καὶ πάλιν πρὸς τὸν Πατέρα φησίν·
And again He says to the Father:
祂又向父說:
3:302
Ἐν τούτῳ γνώσονται, ὅτι σύ με ἀπέστειλας, ἐὰν ὦσιν ἕν
'By this shall they know that You sent Me, if they be one.'
「他們若合而為一,世人就要因此認出是你差了我來。」
3:303
Καὶ αὐτὸς ἔλεγε πρὸς τοὺς μαθητάς·
And He Himself said to the disciples:
祂親自也對門徒說:
3:304
Ἐντολὴν καινὴν δίδωμι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους
'A new commandment I give to you, that you love one another.'
「我賜給你們一條新命令,乃是叫你們彼此相愛。」
3:305
Τῶν τοίνυν τοὺς νεκροὺς ἀνιστώντων σεμνότερος τοιοῦτος καὶ λαμπρότερος·
Such a man, therefore, is more venerable and more illustrious than those who raise the dead;
因此,這樣的人比那些叫死人復活的更為可敬、更為光耀;
3:306
Ἐκεῖνο μὲν γὰρ ὅλον τῆς τοῦ Θεοῦ χάριτός ἐστι, τοῦτο δὲ καὶ τῆς σῆς σπουδῆς
for the latter is wholly of God's grace, but this is also of your own diligence.
因為那復活死人的事全然是出於神的恩典,而這相愛卻也是出於你自己的殷勤。
3:307
τοῦτο δείκνυσι τὸν τοῦ Χριστοῦ μαθητὴν, τὸν ἐσταυρωμένον, τὸν οὐδὲν ἔχοντα κοινὸν ἐν τῇ γῇ·
This it is that shows the disciple of Christ, the crucified one, the man who has nothing in common with the earth;
正是這相愛顯明一個人是基督的門徒,是與基督同釘十字架的,是與地上之物毫無相干的;
3:308
τούτου χωρὶς οὐδὲ μαρτύριον ὠφελῆσαί τι δύναται
without this, not even martyrdom can profit anything.
若沒有這相愛,連殉道也不能有絲毫益處。
3:309
Καὶ ἵνα μάθῃς, ὅρα τοῦτο σαφῶς·
And that you may learn this, behold it clearly:
為叫你明白這事,且清楚地看:
3:310
ἔλαβε δύο κορυφὰς ἀρετῶν μακάριος Παῦλος, μᾶλλον δὲ τρεῖς, τὰς ἐν τοῖς σημείοις, τὰς ἐν τῇ γνώσει, τὰς ἐν τῷ βίῳ·
the blessed Paul took two summits of the virtues—rather, three—those in signs, those in knowledge, those in life;
有福的保羅提出了諸般美德的兩個高峰──其實是三個──就是在神蹟上的、在知識上的、在生活上的;
3:311
καὶ ταύτης ἄνευ οὐδὲν ἔφησεν εἶναι ταῦτα
and he declared that without this love these things are nothing.
他卻宣告說,若沒有這愛,這一切都算不得什麼。
3:312
Πῶς δὲ οὐδέν ἐστι ταῦτα, ἐγὼ λέγω·
But how these things are nothing, I will tell you:
至於這些事怎樣算不得什麼,我要告訴你:
3:313
Ἐὰν ψωμίσω μου, φησὶ, τὰ ὑπάρχοντα, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι
'If I bestow all my goods to feed the poor,' he says, 'but have not love, I am nothing.'
他說:「我若將所有的賙濟窮人,卻沒有愛,我就算不得什麼。」
3:314
Ἔστι γὰρ καὶ ψωμίζοντα μὴ εἶναι ἀγαπητικὸν, καὶ χρήματα κενοῦντα
For it is possible even for one who feeds the poor not to be loving, and for one who lavishes his money.
因為賙濟窮人的人,甚至傾其資財的人,也有可能並不存著愛心。
3:315
Καὶ εἴρηται μὲν ἡμῖν ταῦτα ἀρκούντως ἐν τῷ τόπῳ τῷ περὶ τῆς ἀγάπης, κἀκεῖ παραπέμπομεν τοὺς ἐντυγχάνοντας·
These things have been sufficiently spoken of by us in the passage concerning love, and thither we refer our readers;
關於這些事,我們在論到愛的那一段裡已經講得足夠,我們就在那裡把讀者指引過去;
3:316
τέως δὲ, ὅπερ ἔφην, ζηλώσωμεν τὸ χάρισμα, ἀγαπήσωμεν ἀλλήλους, καὶ οὐδενὸς ἑτέρου δεηθησόμεθα πρὸς τὴν τῆς ἀρετῆς κατόρθωσιν, ἀλλὰ πάντα ἡμῖν ἔσται εὔκολα χωρὶς ἱδρώτων, καὶ ἅπαντα κατορθώσομεν μετὰ πολλῆς τῆς σπουδῆς
meanwhile, as I said, let us be zealous for the gift, let us love one another, and we shall need nothing else for the perfecting of virtue, but all things shall be easy for us without toil, and we shall accomplish everything with great diligence.
同時,正如我所說的,讓我們熱切追求這恩賜,彼此相愛,如此我們為成全美德就不需要別的什麼了,反倒凡事都必為我們變得容易,毫不費力,並且我們必以極大的殷勤成就一切。
3:317
Ἀλλ' ἰδοὺ καὶ νῦν, φησὶν, ἀγαπῶμεν ἀλλήλους·
'But behold,' one says, 'even now we do love one another;
然而有人說:「看哪,我們如今也彼此相愛啊;
3:318
μὲν γὰρ ἔχει φίλους δύο, τρεῖς, δὲ τέτταρας
for one man has two or three friends, and another has four.'
因為這人有兩三個朋友,那人有四個。」
3:319
Ἀλλὰ τοῦτο οὐκ ἔστι διὰ τὸν Θεὸν ἀγαπᾷν, ἀλλὰ διὰ τὸ φιλεῖσθαι·
But this is not to love for God's sake, but for the sake of being loved in return;
但這並不是為神的緣故而愛,乃是為要得人的愛;
3:320
τὸ δὲ διὰ τὸν Θεὸν ἀγαπᾷν, οὐ ταύτην ἔχει τὴν ἀρχὴν τῆς ἀγάπης, ἀλλὰ πρὸς πάντας, ὡς πρὸς ἀδελφοὺς, τοιοῦτος διακείσεται, τοὺς μὲν ὁμοπίστους, ἅτε γνησίους ὄντας ἀδελφοὺς, φιλῶν, τοὺς δὲ αἱρετικοὺς καὶ Ἕλληνας καὶ Ἰουδαίους, ὡς ἀδελφοὺς μὲν κατὰ τὴν φύσιν, φαύλους δὲ τυγχάνοντας καὶ ἀχρήστους, ἐλεῶν, καὶ τηκόμενος ὑπὲρ αὐτῶν καὶ δακρύων
whereas to love for God's sake does not have this as the beginning of love, but such a man will be disposed toward all men as toward brethren—loving those of the same faith as genuine brethren, and pitying the heretics and Greeks and Jews as brethren indeed according to nature, but who happen to be depraved and worthless, and wasting away over them and weeping for them.
但為神的緣故而愛,卻不以這樣的動機為愛的起頭,反倒這樣的人待眾人如同弟兄──愛那與自己同信的人,因他們是真弟兄;而憐憫那些異端者、外邦人與猶太人,因他們按本性原是弟兄,只是恰巧墮落無用,並為他們心裡消融、為他們流淚。
3:321
Ἐν τούτῳ ὅμοιοι ἐσόμεθα τῷ Θεῷ, ἐὰν πάντας ἀγαπῶμεν, καὶ τοὺς ἐχθροὺς, οὐκ ἐὰν σημεῖα ποιῶμεν
In this we shall be like God, if we love all men, even our enemies—not if we work signs.
我們若愛眾人,甚至愛仇敵,就在這事上要與神相似──而不是在我們行神蹟的時候。
3:322
Ἐπεὶ καὶ τὸν Θεὸν θαυμάζομεν μὲν καὶ ὅταν θαύματα ἐργάζηται, πολλῷ δὲ πλέον, ὅταν φιλανθρωπεύηται, ὅταν ἀνεξικακῇ
Since indeed we marvel at God both when He works wonders, but much more when He acts with loving-kindness, when He is long-suffering.
因為我們固然在神行奇事時稀奇祂,但當祂施行慈愛、當祂忍耐寬容時,我們卻更加稀奇祂。
3:323
Εἰ τοίνυν καὶ ἐπὶ τοῦ Θεοῦ ἐκεῖνο πολλοῦ θαύματος ἄξιον, πολλῷ μᾶλλον ἐπ' ἀνθρώπων εὔδηλον ὅτι τοῦτο ἡμᾶς θαυμαστοὺς ἀπεργάζεται
If then even in God's case that is worthy of great wonder, much more in the case of men is it plain that this is what makes us admirable.
既然連在神身上那忍耐寬容尚且大大值得稀奇,那麼在人的身上,顯然更是這事叫我們成為可敬佩的。
3:324
καὶ Παύλου καὶ Πέτρου καὶ τῶν μυρίους ἀναστησάντων νεκροὺς οὐδὲν ἔλαττον ἕξομεν, κἂν πυρετὸν ἀπελάσαι μὴ δυνώμεθα·
And we shall have nothing less than Paul and Peter and those who raised ten thousand dead, even though we cannot drive away a fever;
縱然我們連一場熱病也不能趕退,我們卻絲毫不遜於保羅、彼得,以及那些叫萬千死人復活的人;
3:325
ἐκείνης δὲ χωρὶς, κἂν αὐτῶν τῶν ἀποστόλων μείζονα ἐργασώμεθα σημεῖα, κἂν μυρίοις κινδύνοις ἑαυτοὺς ὑπὲρ τῆς πίστεως παραβάλωμεν, οὐδὲν ἡμῖν ἔσται ὄφελος
but without that love, though we should work greater signs than the apostles themselves, though we should expose ourselves to ten thousand perils for the faith, it will be no advantage to us.
然而若沒有那愛,我們縱使行的神蹟比使徒本身更大,縱使為信仰把自己置於萬千的危險之中,於我們也毫無益處。
3:326
Καὶ ταῦτα οὐκ ἐγὼ λέγω, ἀλλ' αὐτὸς τῆς ἀγάπης τρόφιμος ταῦτα ἐπίσταται·
And these things I do not say of myself, but the very nursling of love knows them well;
這些話並非我自己說的,乃是那被愛所養育的人親自深知的;
3:327
δυνησόμεθα ἐπιτυχεῖν τῶν ἐπηγγελμένων ἀγαθῶν·
we shall be able to attain the good things that have been promised;
我們必能得著那所應許的美善;
3:328
ὧν γένοιτο πάντας ἡμᾶς μετασχεῖν, χάριτι καὶ φιλαν. θρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος,. τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων
of which may it be granted that we all partake, by the grace and loving-kindness of our Lord Jesus Christ, with whom to the Father, together with the Holy Spirit, be glory, might, honor, now and ever, and unto the ages of ages. Amen.
願我們眾人都得以有分於這美善,藉著我們主耶穌基督的恩典與慈愛;願榮耀、權能、尊貴歸與祂,並歸與父,同著聖靈,從今直到永永遠遠。阿們。
← ch. 2ch. 4 →
012345678910111213141516171819202122232425262728293031323334