27:1
Ξυστὸν τῆς Ῥωμαίων ἐκκλησίας ἔτεσιν ἕνδεκα προστάντα διαδέχεται τῷ κατ Ἀλεξάνδρειαν ὁμώνυμος Διονύσιος. ἐν τούτῳ δὲ καὶ Δημητριανοῦ κατ Ἀντιόχειαν τὸν βίον μεταλλάξαντος τὴν ἐπισκοπὴν Παῦλος ὁ ἐκ Εαμοσάτων παραλαμβάνει.
西斯托主理羅馬教會十一年之後,由狄奧尼修接續,他與亞歷山大那位狄奧尼修同名。也在這時候,德米特里安在安提阿離世,撒摩撒他人保羅便承接了主教的職分。
When Xystus had presided over the church of the Romans for eleven years, he was succeeded by Dionysius, the namesake of him of Alexandria. At this time also, when Demetrian had departed this life at Antioch, Paul of Samosata received the episcopate.
27:2
τούτου δὲ ταπεινὰ καὶ χαμαιπετῆ περὶ τοῦ Χριστοῦ παρὰ τὴν ἐκκλησιαστικὴν διδασκαλίαν φρονήσαντος, ὡς κοινοῦ τὴν φύσιν ἀνθρώπου γενομένου, ὁ μὲν κατ Ἀλεξάνδρειαν Διονύσιος, παρακληθεὶς ὡς ἂν ἐπὶ τὴν σύνοδον ἀφίκοιτο, γῆρας ὁμοῦ καὶ ἀσθένειαν τοῦ σώματος αἰτιασάμενος, ἀνατίθεται τὴν παρουσίαν, δι ἐπιστολῆς τὴν αὐτοῦ γνώμην, ἣν ἔχοι περὶ τοῦ ζητουμένου, παραστήσας, οἱ δὲ λοιποὶ τῶν ἐκκλησιῶν ποιμένες ἄλλος ἄλλοθεν ὡς ἐπὶ λυμεῶνα τῆς Χριστοῦ ποίμνης συνῄεσαν, οἱ πάντες ἐπὶ τὴν Ἀντιόχειαν σπεύδοντες.
因這人論到基督持守卑下而下流的見解,與教會的教訓相違,就是說基督在祂的性情上不過成了一個尋常的人;故此亞歷山大的狄奧尼修雖蒙邀請赴大會,卻以年邁兼身體軟弱為由,推辭親身前往,只藉書信陳明他對所爭論之事所持的意見。其餘各教會的牧者,卻從各方聚集而來,如同對付殘害基督羊羣的人一般,眾人都急忙趕往安提阿。
Since this man held low and grovelling views concerning Christ, contrary to the Church's teaching—namely, that He had become in His nature a common man—Dionysius of Alexandria, being invited to attend the synod, pleaded both old age and bodily weakness as his excuse, and postponed his coming, setting forth by letter the opinion he held on the question in dispute. But the rest of the pastors of the churches, from various quarters, came together as against a ravager of the flock of Christ, all hastening to Antioch.