3:1
Πρῶτος τῶν τότε Κυπριανὸς τῆς κατὰ Καρχηδόνα παροικίας ποιμὴν οὐδ ἄλλως ἢ διὰ λουτροῦ πρότερον τῆς πλάνης ἀποκαθηραμένους προσίεσθαι δεῖν ἡγεῖτο. ἀλλ ὅ γε Στέφανος, μὴ δεῖν τι νεώτερον παρὰ τὴν κρατήσασαν ἀρχῆθεν παράδοσιν ἐπικαινοτομεῖν οἰόμενος, ἐπὶ τούτῳ διηγανάκτει.
居普良,迦太基會眾的牧者,是當時眾人中第一個認為:除非先藉洗禮從錯謬中得潔淨,否則不該接納他們的人。但司提反卻認為,不該違背自起初就盛行的傳統而引入任何新作法,因而對此大為不滿。
Cyprian, pastor of the community at Carthage, was the first of those of that time to hold that they ought not to be received in any other way than by first being cleansed from their error through baptism. But Stephen, thinking that no innovation ought to be introduced contrary to the tradition that had prevailed from the beginning, was indignant at this.