EnglishVerbum原文閱讀約翰福音講道集 · 🔍 搜尋

金口若望

約翰福音講道集 第 36 章

希臘文原文.166 節.此語言尚無詞彙資料

36:1
Ὡς οὖν ἦλθον πρὸς αὐτὸν οἱ Σαμαρεῖται, ἠρώτων αὐτὸν μεῖναι παρ' αὐτοῖς
「於是撒瑪利亞人來到耶穌那裡,求祂在他們那裡住下。」
'So when the Samaritans came unto Him, they besought Him to abide with them.'
36:2
Καὶ ἔμεινεν ἐκεῖ δύο ἡμέρας
「祂便在那裡住了兩天。」
'And He abode there two days.'
36:3
Καὶ πολλῷ πλείους ἐπίστευσαν εἰς αὐτὸν διὰ τὸν λόγον αὐτοῦ·
「因耶穌的話,信的人就更多了;」
'And many more believed on Him because of His word;'
36:4
τῇ τε γυναικὶ ἔλεγον, ὅτι Οὐκ ἔτι διὰ τὴν σὴν λαλιὰν πιστεύο μεν·
「他們就對那婦人說:現在我們信,不再是因為你的話了;」
'and they said unto the woman, We no longer believe because of thy speaking;'
36:5
αὐτοὶ γὰρ ἀκηκόαμεν, καὶ οἴδαμεν, ὅτι οὗτός ἐστιν ἀληθῶς Σωτὴρ τοῦ κόσμου Χριστός
「因為我們親自聽見了,又知道這真是世界的救主,就是基督。」
'for we ourselves have heard, and know that this is indeed the Saviour of the world, the Christ.'
36:6
Καὶ μετὰ δύο ἡμέρας ἐξῆλθεν ἐκεῖθεν, καὶ ἀπῆλθεν εἰς τὴν Γαλιλαίαν
「過了兩天,耶穌從那裡出來,往加利利去了。」
'And after two days He departed thence, and went into Galilee.'
36:7
Οὐδὲν φθόνου καὶ βασκανίας χεῖρον, οὐδὲν κενοδοξίας χαλεπώτερον·
沒有甚麼比嫉妒與惡毒更壞的,沒有甚麼比虛榮更為可怕的;
Nothing is worse than envy and malice, nothing more grievous than vainglory;
36:8
αὕτη τὰ μυρία εἴωθε διαφθείρειν ἀγαθά, Οἱ οὖν Ἰουδαῖοι πλείονα τῶν Σαμαρειτῶν γνῶσιν ἔχοντες, καὶ τοῖς προφήταις συντραφέντες, ὕστεροι τούτων ἐφάνησαν ἐντεῦθεν
這虛榮慣常敗壞無數的美善。所以猶太人雖比撒瑪利亞人更有知識,又是與眾先知一同受養育長大的,卻因這緣故顯出落在這些人之後。
this is wont to destroy countless good things. The Jews, therefore, though they had more knowledge than the Samaritans, and had been nurtured together with the prophets, were on this account shown to be behind these.
36:9
Οὗτοι μὲν γὰρ καὶ ἀπὸ τῆς μαρτυρίας ἐπίστευσαν τῆς γυναικὸς, καὶ σημεῖον ἰδόντες οὐδὲν, ἐξῆλθον παρακαλοῦντες τὸν Χριστὸν μεῖναι παρ' αὐτοῖς·
因為這些撒瑪利亞人單憑那婦人的見證就信了,並未看見甚麼神蹟,就出來懇求基督在他們那裡住下;
For these, on the mere testimony of the woman, believed, and though they had seen no sign, went forth entreating Christ to abide with them;
36:10
οἱ δὲ Ἰουδαῖοι καὶ. θαύματα θεασάμενοι, οὐ μόνον οὐ κατεῖχον αὐτὸν παρ' ἑαυτοῖς, ἀλλὰ καὶ ἀπήλαυνον, καὶ πάντα ἔπραττον, ὥστε καὶ τῆς χώρας αὐτὸν ἐκβαλεῖν, καίτοι γε
但那些猶太人,甚至在看見了諸般神蹟之後,非但沒有把祂留在自己那裡,反倒把祂趕走,並且百般設法要把祂逐出境外——然而
but the Jews, even after beholding wonders, not only did not keep Him with them, but even drove Him away, and did everything so as to cast Him out of the country—and yet
36:11
αὕτη παρουσία δι' ἐκείνους ἐγεγόνει
祂這次降臨原是為著他們的緣故纔有的。
this Advent had come about for their sakes.
36:12
Ἀλλ' ἐκεῖνοι μὲν ἀπήλαυνον, οὗτοι δὲ καὶ μεῖναι ἠξίουν παρ' ἑαυτοῖς
但那些人把祂趕走,這些人卻認祂配得住在他們那裡。
But those drove Him away, while these even counted it worthy to have Him abide with them.
36:13
Τούτους οὖν οὐκ ἐχρῆν προσίεσθαι παρακαλοῦντας, εἰπέ μοι, καὶ δεομένους, ἀλλὰ τοῖς μὲν ἐπιβουλεύουσι καὶ διακρουομένοις προσεδρεύειν, τοῖς δὲ ἀγαπῶσι καὶ βουλομένοις αὐτὸν κατέχειν, μὴ διδόναι ἑαυτόν; Ἀλλ' οὐκ ἦν τοῦτο ἄξιον τῆς αὐτοῦ κηδεμονίας
那麼請告訴我,祂豈不該接納這些懇求祈禱祂的人,而不該去遷就那些謀害祂、把祂推開的人麼?難道祂該對愛祂、願意留住祂的人反而不肯把自己給他們麼?不,這樣就不配祂那護理的眷顧了。
Ought He not, then, tell me, to have welcomed these when they entreated and besought Him, rather than to wait upon those who plotted against Him and thrust Him away, and to those who loved Him and wished to hold Him fast, not give Himself? Nay, but this would not have been worthy of His tender care.
36:14
Διὰ τοῦτο καὶ ἐδέξατο, καὶ ἔμεινε παρ' αὐτοῖς ἡμέρας δύο
為此,祂既接納了他們,又在他們那裡住了兩天。
For this reason He both received them, and abode with them two days.
36:15
Αὐτοὶ μὲν γὰρ ἐβούλοντο διηνεκῶς αὐτὸν κατέχειν ( τοῦτο γὰρ ἐδήλωσεν εὐαγγελιστὴς εἰπὼν, ὅτι Ἠρώτων αὐτὸν μεῖναι παρ' αὐτοῖς
他們原是願意常常留住祂的(這一點,那福音的作者以「他們求祂在他們那裡住下」這話顯明了);
For they indeed wished to hold Him fast continually (for this the Evangelist showed by saying that 'They besought Him to abide with them');
36:16
ἀλλ' ἡμέρας δύο μόνον ἔμεινεν, καὶ ἐν ταύταις πολλῷ πλείους ἐπίστευσαν εἰς αὐτόν
但祂只住了兩天,在這兩天之內,信祂的人就更多了。
but He abode two days only, and in these many more believed on Him.
36:17
Καίτοι γε. τούτους οὐκ εἰκὸς ἦν πιστεῦσαι, τῷ τε σημεῖον μηδὲν ἑωρακέναι, καὶ τῷ ἀπεχθῶς πρὸς Ἰουδαίους ἔχειν·
其實這些人本不像是會信的,一則因為他們沒有看見甚麼神蹟,二則因為他們與猶太人素來為仇;
And yet it was not likely that these should believe, both because they had seen no sign, and because they were hostile toward the Jews;
36:18
ἀλλ' ὅμως ἐπειδὴ τοῖς λεγομένοις μετὰ ἀληθείας ἐδίκαζον, οὐ προσέστη τοῦτο αὐτοῖς, ἀλλ' ὑψηλοτέραν τῶν κωλυμάτων ἔλαβον ἔννοιαν, καὶ ἐφιλοτιμοῦντο ἐπὶ τὸ μειζόνως θαυμάζειν αὐτόν·
但既然他們照著真理判斷所說的話,這一切就沒有攔阻他們,反倒他們持定了一種高過這些障礙的領會,並竭力要更大地稀奇祂。
but nevertheless, since they judged the things spoken according to truth, this proved no hindrance to them, but they laid hold of a conception higher than these obstacles, and were ambitious to admire Him the more greatly.
36:19
Τῇ γὰρ γυναικὶ, φησὶν, ἔλεγον·
經上說:「他們對那婦人說:」
'For unto the woman,' it says, 'they said:'
36:20
Οὐκέτι διὰ τὴν σὴν λαλιὰν πιστεύομεν αὐτῷ·
「現在我們信祂,不再是因為你的話了;」
'We no longer believe on Him because of thy speaking;'
36:21
αὐτοὶ γὰρ ἡμεῖς ἠκούσαμεν καὶ οἴδαμεν, ὅτι οὗτός ἐστιν ἀληθῶς Σωτὴρ τοῦ κόσμου Χριστός
「因為我們親自聽見了,又知道這真是世界的救主,就是基督。」
'for we ourselves have heard and know that this is indeed the Saviour of the world, the Christ.'
36:22
Οἱ μαθηταὶ τὸν διδάσκαλον ὑπερηκόντισαν
門徒超過了那教導他們的人。
The disciples outstripped the teacher.
36:23
Οὗτοι γὰρ καὶ τῶν Ἰουδαίων κατηγορήσαιεν ἂν δικαίως καὶ τῷ πιστεῦσαι καὶ τῷ δέξασθαι
因為這些人既信了祂,又接待了祂,便可以正當地控告猶太人。
For these might justly accuse the Jews both by their believing and by their receiving Him.
36:24
Ἐκεῖνοι μὲν γὰρ ὑπὲρ ὧν πᾶσαν τὴν πραγματείαν συνεστήσατο, συνεχῶς αὐτὸν ἐλίθαζον·
那些人,就是祂為之安排了祂全部工作的人,卻不斷地拿石頭打祂;
For those, on whose behalf He had ordered His whole undertaking, kept stoning Him continually;
36:25
οὗτοι δὲ οὐδὲ πρὸς αὐτοὺς ὁρμώμενον εἵλκυσαν πρὸς ἑαυτούς
這些人卻把一位並沒有朝著他們前來的主吸引到自己這裡來。
but these drew to themselves One who was not even setting out toward them.
36:26
Καὶ οἱ μὲν μετὰ σημείων ἀδιόρθωτοι μένουσιν·
前者即或有神蹟,仍不肯改正;
And the former, even with signs, remain uncorrected;
36:27
οὗτοι δὲ χωρὶς σημείων πολλὴν περὶ αὐτὸν τὴν πίστιν ἐπεδείξαντο, καὶ τούτῳ αὐτῷ φιλοτιμοῦνται, τῷ χωρὶς σημείων πιστεῦσαι·
後者卻沒有神蹟,反倒對祂顯出極大的信心,並且正以這一點為榮,就是沒有神蹟便信了;
but these, without signs, displayed great faith concerning Him, and pride themselves on this very thing, that they believed without signs;
36:28
ἐκεῖνοι δὲ οὐ παύονται καὶ σημεῖα ζητοῦντες καὶ πειράζοντες
至於前者,卻不住地又求神蹟、又試探祂。
while the former do not cease both seeking signs and tempting Him.
36:29
Οὕτως εὐγνώμονος ψυχῆς πανταχοῦ χρεία
所以在各處都需要一顆存正意的心。
So everywhere there is need of a right-minded soul.
36:30
Κἂν ἐπιλάβηται τοιαύτης ἀλήθεια, κρατεῖ ῥᾳδίως·
真理若抓住這樣的一個人,就容易得勝;
And if the truth lay hold of such a one, it prevails easily;
36:31
κἂν μὴ κρατήσῃ, οὐ παρὰ τὴν αὐτῆς ἀσθένειαν, ἀλλὰ παρὰ τὴν ταύτης ἀγνωμοσύνην τοῦτο γίνεται
若不得勝,這也不是出於真理本身的軟弱,乃是出於那心的悖謬。
and if it does not prevail, this comes about not through its own weakness, but through that soul's perversity.
36:32
Ἐπεὶ καὶ ἥλιος ὅταν λάβῃ καθαροὺς ὀφθαλμοὺς, φωτίζει ῥᾳδίως·
正如太陽照在明淨的眼睛上,便容易施光;
Since the sun also, when it lights upon clear eyes, gives light easily;
36:33
ἂν δὲ μὴ φωτίσῃ, τῆς ἐκείνων ἀῤῥωστίας τὸ ἁμάρτημα, οὐ τῆς ἀσθενείας τούτου
若不能施光,過在於那眼睛的病弱,不在於太陽的軟弱。
but if it does not give light, the fault is of their infirmity, not of its weakness.
36:34
Ἄκουσον γοῦν οὗτοι τί λέγουσιν
那麼且聽這些人所說的。
Hear, then, what these say.
36:35
Οἴδαμεν, φησὶν, ὅτι οὗτός ἐστιν ἀληθῶς Σωτὴρ τοῦ κόσμου Χριστός
經上說:「我們知道這真是世界的救主,就是基督。」
'We know,' it says, 'that this is indeed the Saviour of the world, the Christ.'
36:36
Ὁρᾷς πῶς εὐθέως ἐνόησαν ὅτι τὴν οἰκουμένην ἐπισπάσασθαι ἤμελλεν, καὶ ἐπὶ διορθώσει τῆς κοινῆς ἦλθε σωτηρίας, ὅτι οὐκ ἐν Ἰουδαίοις ἤμελλεν ἀποκλείειν αὐτοῦ τὴν πρόνοιαν, ἀλλὰ πανταχοῦ σπείρειν αὐτοῦ τὸν λόγον; Ἀλλ' οὐκ Ἰουδαῖοι οὕτως·
你看他們立時就領悟到,祂將要把普世都吸引歸向自己,並且祂來乃是為著眾人共同的救恩加以匡正;祂並非要把祂的眷顧圈限在猶太人中間,乃要把祂的道撒遍各處。但猶太人卻不是這樣;
Do you see how at once they understood that He was destined to draw the whole world to Himself, and that He came for the amendment of the common salvation; that He was not destined to shut up His providence among the Jews, but to sow His word everywhere? But the Jews were not so;
36:37
ἀλλὰ ζητοῦντες τὴν ἰδίαν δικαιοσύνην στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν
他們反倒想要立自己的義,就不服神的義。
but seeking to establish their own righteousness, they did not submit to the righteousness of God.
36:38
Οὗτοι δὲ ὁμολογοῦσιν ἅπαντας ἐν ἐπιτιμίοις εἶναι, ἐκεῖνο τὸ ἀποστολικὸν δηλοῦντες, ὅτι Πάντες ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ, δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι
但這些人承認眾人都在罪責之下,表明那使徒的話,就是「眾人都犯了罪,虧缺了神的榮耀,如今蒙神的恩典,白白地稱義。」
But these confess that all are under condemnation, declaring that apostolic word, that 'All have sinned and come short of the glory of God, being justified freely by His grace.'
36:39
Εἰπόντες γὰρ ὅτι Σωτήρ ἐστι τοῦ κόσμου, ἔδειξαν ὅτι τοῦ ἀπολωλότος·
因為他們既說祂是世界的救主,就顯明祂是那滅亡之人的救主;
For in saying that He is the Saviour of the world, they showed that He is the Saviour of that which had perished;
36:40
καὶ οὐχ ἁπλῶς Σωτὴρ, ἀλλ' ἐν σφόδρα μεγάλοις
並且不單是救主,乃是在極其重大的事上作救主。
and not simply Saviour, but in exceedingly great things.
36:41
Ἦλθον μὲν γὰρ πολλοὶ σῶσαι, καὶ προφῆται καὶ ἄγγελοι·
因為有許多來施行拯救的,先知與天使都有;
For many came to save, both prophets and angels;
36:42
ἀλλ' ἀληθινὸς Σωτὴρ οὗτός ἐστι, φησὶ, τὴν ἀληθῆ σωτηρίαν παρέχων, οὐ τὴν πρόσκαιρον μόνον
但他說,這一位才是真正的救主,是賜下真實救恩的,不只是那暫時的救恩。
but this One, he says, is the true Saviour, who bestows the true salvation, not merely the temporary one.
36:43
Τοῦτο πίστεως εἰλικρινοῦς
這乃是真誠信心的表現。
This belongs to a sincere faith.
36:44
Καὶ γάρ εἰσιν ἀμφοτέρωθεν θαυμαστοὶ, καὶ ὅτι ἐπίστευσαν, καὶ ὅτι χωρὶς σημείων·
他們在兩方面實在都令人稱奇:既因他們信了,又因他們是沒有神蹟便信了;
For indeed they are admirable on both counts: both that they believed, and that they believed without signs;
36:45
οὓς καὶ Χριστὸς μακαρίζει λέγων·
基督自己也稱這樣的人為有福的,說:
and these Christ Himself blesses, saying:
36:46
Μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες·
「那沒有看見就信的,有福了。」
Blessed are they that have not seen, and yet have believed.
36:47
Καίτοι τῆς γυναικὸς ἀμφιβόλως λεγούσης ἀκούσαντες, Μήτι οὗτός ἐστιν Χριστός; οὐκ εἶπον καὶ αὐτοὶ, ὅτι Καὶ ἡμεῖς ὑποπτεύομεν, οὐδ' ὅτι Νομίζομεν, ἀλλ' ὅτι Οἴδαμεν·
雖然他們聽見那婦人半信半疑地說:「這莫非就是基督嗎?」他們自己卻沒有說:「我們也懷疑」,也沒有說:「我們以為」,而是說:「我們知道」;
And although they had heard the woman speaking doubtfully, 'Is not this the Christ?', they did not themselves say, 'We too suspect it,' nor 'We think so,' but 'We know';
36:48
καὶ οὐχ ἁπλῶς, ἀλλ' ὅτι Οὗτός ἐστιν ἀληθῶς τοῦ κόσμου Σωτήρ
而且不是隨口一說,乃是說:「這真是世界的救主。」
and not simply so, but 'This is indeed the Saviour of the world.'
36:49
Οὐ γὰρ ὡς ἕνα τῶν πολλῶν τὸν Χριστὸν ὡμολόγουν, ἀλλὰ τὸν ὄντως Σωτῆρα
因為他們承認基督,並不是把祂當作眾人中的一位,乃是當作那真正的救主。
For they did not confess Christ as one of the many, but as the very Saviour.
36:50
Καίτοι τίνα εἶδον σωθέντα; Τῶν ῥημάτων ἤκουσαν μόνον, καὶ εἶπον ἅπερ ἂν, εἰ καὶ θαύματα ἐθεάσαντο πολλὰ καὶ μεγάλα, εἶπον
然而,他們曾看見誰得了拯救呢?他們不過聽見了祂的話語,卻說出這樣的話來,就是即便他們親眼見過許多偉大的神蹟,也不過如此說罷了。
And yet, whom had they seen saved? They had only heard His words, and they said such things as they would have said even if they had beheld many great miracles.
36:51
Καὶ τίνος ἕνεκεν ταῦτα οὐ λέγουσιν ἡμῖν οἱ εὐαγγελισταὶ τὰ ῥήματα, καὶ ὅτι θαυμαστῶς διελέχθη; Ἵνα μάθῃς ὅτι πολλὰ τῶν μεγάλων παρατρέχουσιν, ἀπὸ δὲ τοῦ τέλους τὸ πᾶν ἐδήλωσαν
那麼,為何福音書的作者們不把這些話語告訴我們,也不說祂如何奇妙地講論呢?這是要叫你明白,他們略過了許多偉大的事,卻藉著結局把整件事顯明了出來。
And why is it that the evangelists do not tell us these words, and that He discoursed wonderfully? That you may learn that they pass over many of the great things, and from the outcome have made the whole plain.
36:52
Ἔπεισε γὰρ δῆμον ὁλόκληρον καὶ πόλιν ὅλην διὰ τῶν εἰρημένων
因為祂藉著所說的話,說服了整群百姓和全城的人。
For by the things spoken He persuaded a whole populace and an entire city.
36:53
Ἔνθα δὲ μὴ πείθονται, τότε ἀναγκάζονται λέγειν τὰ εἰρη. μένα, ἵνα μὴ ἀπὸ τῆς ἀγνωμοσύνης τῶν ἀκουόντων καταψηφίζηταί τις τοῦ
但在人不肯信服的地方,那時他們才不得不記下所說的話,免得有人因聽者的悖逆頑梗,反倒定那位教師的罪。
But where men are not persuaded, then they are compelled to record the words that were spoken, lest anyone should condemn the Teacher because of the perversity of the hearers.
36:54
Καὶ μετὰ δύο ἡμέρας ἐξῆλθεν ἐκεῖθεν, καὶ ἀπῆλθεν εἰς τὴν Γαλιλαίαν
過了兩天,祂離開那地方,往加利利去了。
And after two days He departed thence, and went into Galilee.
36:55
Αὐτὸς γὰρ Χριστὸς ἐμαρτύρησεν, ὅτι προφήτης ἐν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ ἔχει
因為基督自己作見證說:先知在自己的家鄉是不受尊敬的。
For Christ Himself testified that a prophet has no honour in his own country.
36:56
Διατί τοῦτο πρόσκειται; Ὅτι εἰς Καπερναοὺμ οὐκ ἀπῆλθεν, ἀλλ' εἰς τὴν Γαλιλαίαν, κἀκεῖθεν εἰς τὴν Κανᾶ
為何要加上這句話呢?因為祂沒有往迦百農去,乃是往加利利去,又從那裡往迦拿去。
Why is this added? Because He did not go to Capernaum, but into Galilee, and thence to Cana.
36:57
Ἵνα γὰρ μὴ ἐξετάσῃς, διατί παρὰ μὲν τοῖς αὐτοῦ οὐκ ἔμεινε, παρὰ δὲ τοῖς Σαμαρείταις ἔμεινε, τίθησι τὴν αἰτίαν, λέγων, ὅτι οὐ προσέσχον αὐτῷ
為要免得你追問,祂為何不在自己人中間停留,卻在撒瑪利亞人中間停留,祂便說出緣由,說是因為他們不肯留意祂。
For lest you should ask why He did not remain among His own people, but remained among the Samaritans, He sets down the reason, saying that they did not give heed to Him.
36:58
Διὰ τοῦτο οὐκ ἀπῆλθεν ἐκεῖ, ὥστε μὴ μεῖζον αὐτοῖς γενέσθαι τὸ κρῖμα
因這緣故祂沒有往那裡去,免得他們所受的刑罰更加沉重。
For this reason He did not go there, that their condemnation might not become the greater.
36:59
Καὶ γὰρ πατρίδα αὐτὸν ἐνταῦθα ἡγοῦμαι λέγειν τὴν Καπερναούμ
因為在這裡我認為祂是稱迦百農為自己的家鄉。
For here I suppose He calls Capernaum His country.
36:60
Ὅτι δὲ οὐκ ἀπήλαυσεν ἐκεῖ τιμῆς, ἄκουσον αὐτοῦ λέγοντος·
至於祂在那裡並不得著尊榮,你且聽祂說:
And that He did not enjoy honour there, hear Him saying:
36:61
Καὶ σὺ, Καπερναοὺμ, ἕως τοῦ οὐρανοῦ ὑψώθης, ἕως ᾅδου καταβιβασθήσῃ
「迦百農啊,你已被高舉到天上,將來必墜落到陰間。」
And thou, Capernaum, which art exalted unto heaven, shalt be brought down to hell.
36:62
Πατρίδα δὲ ἰδίαν καλεῖ, τὸν τῆς οἰκονομίας δηλῶν λόγον, καὶ τούτῳ τὸ πλέον ἐνδιατρίβων
祂稱那城為自己的家鄉,是要顯明祂救贖經綸的緣由,也因為祂在那城中逗留的時候更多。
He calls it His own country, indicating the reason of the dispensation, and because He spent the more of His time in it.
36:63
Τί οὖν; οὐχ ὁρῶμεν, φησὶ, καὶ παρὰ τοῖς οἰκείοις πολλοὺς θαυμαζομένους; Μάλιστα μὲν οὐκ ἀπὸ τῶν σπανιζόντων τὰ τοιαῦτα δεῖ ψηφίζεσθαι
那麼怎麼說呢?有人或許要問:我們豈不是看見有許多人,甚至在自己親族中間也受人稱讚嗎?首先,這樣的事不當從那罕見的例外來斷定。
What then? Do we not see, one might say, many being admired even among their own kinsfolk? Chiefly, one ought not to reckon such matters from the rare exceptions.
36:64
Εἰ δέ τινες ἐν τῇ αὐτῶν ἐτιμῶντο, πολλῷ μᾶλλον ἐν τῇ ἀλλοτρίᾳ·
再者,若有些人在本地尚且受人尊敬,那麼在異地必更加受尊敬;
And if certain men were honoured in their own land, much more would they be honoured in a strange land;
36:65
γὰρ συνήθεια εὐκαταφρονήτους ποιεῖν εἴωθεν
因為熟識往往使人被人輕看。
for familiarity is wont to make men despised.
36:66
Ὡς δὲ ἦλθεν εἰς τὴν Γαλιλαίαν, ἐδέξαντο αὐτὸν οἱ Γαλιλαῖοι, πάντα ἑωρακότες, ὅσα ἐποίησεν ἐν Ἱεροσολύμοις ἐν τῇ ἑορτῇ·
祂到了加利利,加利利人就接待祂,因為他們曾看見祂在耶路撒冷過節時所行的一切事;
And when He came into Galilee, the Galileans received Him, having seen all that He did at Jerusalem at the feast;
36:67
καὶ γὰρ ἦλθον εἰς τὴν ἑορτήν
因為他們也曾上去過節。
for they also had gone unto the feast.
36:68
Ὁρᾷς ὅτι οἱ κακιζόμενοι, οὗτοι μάλιστα αὐτῷ προσιόντες εὑρίσκονται; μὲν γὰρ ἔλεγεν, Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; ἄλλος δὲ, Ἐρώτησον καὶ ἴδε, ὅτι ἐκ τῆς Γαλιλαίας προφήτης οὐκ ἐγήγερται
你看那些被人譏誚的人,豈不正是那些前來親近祂的人嗎?因為有人曾說:「拿撒勒還能出甚麼好的嗎?」又有人說:「你且去查考,就可知道加利利沒有出過先知。」
Do you see that those who were spoken ill of are found to be the very ones drawing near to Him? For one had said, 'Can anything good come out of Nazareth?' and another, 'Search and see, that out of Galilee ariseth no prophet.'
36:69
Ταῦτα δὲ καὶ αὐτὸν ὑβρίζοντες ἔλεγον, ἐπειδὴ ἐκ Ναζαρὲτ ἐδόκει τοῖς πολλοῖς εἶναι·
他們說這些話也是為要羞辱祂,因為在眾人看來,祂似乎是從拿撒勒來的;
These things they said in insult of Him also, since He seemed to the multitude to be from Nazareth;
36:70
καὶ τὸ Σαμαρείτην δὲ εἶναι ὠνείδιζον
他們還譏諷祂是撒瑪利亞人。
and they reproached Him also with being a Samaritan.
36:71
Σαμαρείτης γὰρ εἶ, καὶ δαιμόνιον ἔχεις, φησίν
有人說:「你是撒瑪利亞人,並且被鬼附著。」
'For thou art a Samaritan, and hast a devil,' he says.
36:72
Ἀλλ' ἰδοὺ καὶ Σαμαρεῖται καὶ Γαλιλαῖοι, φησὶ, πιστεύουσιν εἰς αἰσχύνην τῶν Ἰουδαίων
但他說,看哪,撒瑪利亞人和加利利人都信了,這正叫猶太人蒙羞。
But behold, he says, both Samaritans and Galileans believe, to the shame of the Jews.
36:73
Εὑρίσκονται δὲ καὶ Γαλιλαίων οἱ Σαμαρεῖται βελτίους
而且撒瑪利亞人顯得比加利利人還要強。
And the Samaritans are found to be even better than the Galileans.
36:74
Ἐκεῖνοι μὲν γὰρ ἀπὸ τῶν τῆς γυναικὸς ἐδέξαντο ῥημάτων·
因為前者是憑那婦人的話接待祂的;
For the latter received Him from the woman's words;
36:75
οὗτοι δὲ ἑωρακότες τὰ σημεῖα ἐποίησεν
而後者卻是看見了祂所行的神蹟才接待祂。
but these, having seen the signs which He did.
36:76
Ἦλθεν οὖν Ἰησοῦς πάλιν εἰς τὴν Κανᾶ τῆς Γαλιλαίας, ὅπου ἐποίησε τὸ ὕδωρ οἶνον
於是耶穌又到了加利利的迦拿,就是祂從前變水為酒的地方。
So Jesus came again into Cana of Galilee, where He made the water wine.
36:77
Ἀναμιμνήσκει τοῦ θαύματος τὸν ἀκροατὴν, τὸ ἐγκώμιον τῶν Σαμαρειτῶν ἐπαίρων
他使聽者回想起那神蹟,藉此高抬對撒瑪利亞人的稱讚。
He reminds the hearer of the miracle, exalting the praise of the Samaritans.
36:78
Οὗτοι μὲν γὰρ καὶ ἀπὸ τῶν ἐν Ἱεροσολύμοις καὶ ἀπὸ τῶν ἐκεῖ γενομένων σημείων αὐτὸν ἐδέξαντο·
因為這些人接待祂,既是因耶路撒冷所發生的事,又是因在那裡所行的神蹟;
For these received Him both from the things at Jerusalem and from the signs that were done there;
36:79
οἱ Σαμαρεῖται δὲ οὐχ οὕτως, ἀλλ' ἀπὸ διδασκαλίας μόνης
但撒瑪利亞人卻不是這樣,乃是單憑教訓就信了。
but the Samaritans not so, but from teaching alone.
36:80
Ὅτι μὲν οὖν ἦλθεν ἐκεῖ, εἶπε·
至於祂到了那裡,他已經說了;
That He came there, then, he has told us;
36:81
τὴν δὲ αἰτίαν οὐ προσέθηκε, δι' ἣν ἦλθεν
然而祂前來的緣由,他卻沒有加以說明。
but the reason for which He came he did not add.
36:82
Εἰς μὲν γὰρ τὴν Γαλιλαίαν διὰ τὸν φθόνον τὸν Ἰουδαϊκὸν παρεγένετο·
祂往加利利去,乃是因著猶太人的嫉妒;
For into Galilee He came because of the Jewish envy;
36:83
εἰς δὲ Κανᾶ τίνος ἕνεκεν; Παρὰ μὲν γὰρ τὴν ἀρχὴν καλούμενος εἰς γάμον·
但往迦拿去又是為何呢?起初祂被請往那裡去,是為赴一場婚筵;
but to Cana wherefore? For at the beginning He was called there to a wedding;
36:84
νῦν δὲ τίνος ἕνεκεν, καὶ διατί; Ἐμοὶ δοκεῖ τὴν ἀπὸ τοῦ θαύματος πίστιν ἐγγινομένην ἰσχυροτέραν ποιῶν διὰ τῆς παρουσίας, καὶ μᾶλλον αὐτοὺς ἐφελκόμενος τῷ αὐτόκλητος παραγενέσθαι, καὶ τὴν μὲν ἰδίαν ἀφεῖναι πατρίδα, προτιμῆσαι δὲ ἐκείνους
但如今為何又去,是甚麼緣故呢?依我看,祂是要藉著自己的親臨,叫那因神蹟而生的信心更加堅固,並且藉著不請自來,離開自己的家鄉而寧願眷顧他們,把他們更多地吸引到自己身邊來。
but now wherefore, and why? To me it seems that He was making the faith born of the miracle stronger by His presence, and drawing them the more to Himself by coming uninvited, and by leaving His own country and preferring them.
36:85
Ἦν δέ τις βασιλικὸς, οὗ υἱὸς ἠσθένει ἐν Καπερναούμ
有一個大臣,他的兒子在迦百農患病。
And there was a certain nobleman, whose son was sick at Capernaum.
36:86
Οὗτος ἀκούσας, ὅτι Ἰησοῦς ἥκει ἀπὸ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν, ἦλθε πρὸς αὐτὸν, καὶ ἠρώτα ἵνα ἔλθῃ, καὶ ἰάσηται αὐτοῦ τὸν υἱόν·
這人聽見耶穌從猶太到了加利利,就來見祂,求祂下去醫治他的兒子;
This man, when he heard that Jesus was come out of Judea into Galilee, went unto Him, and besought Him that He would come down and heal his son;
36:87
ἤτοι τοῦ γένους ὢν τοῦ βασιλικοῦ, ἀξίωμά τι ἀρχῆς ἕτερον οὕτω καλούμενον ἔχων
他或是王室宗族的人,或是握有某種被如此稱呼的官職。
being either of the royal race, or holding some other office of authority so called.
36:88
Τινὲς μὲν οὖν τοῦτον ἐκεῖνον εἶναι νομίζουσι τὸν παρὰ τῷ Ματθαίῳ·
有些人以為這人就是馬太所記的那一位;
Now some suppose this man to be the same as the one in Matthew;
36:89
δείκνυται δὲ ἕτερος ὢν παρ' ἐκεῖνον, οὐκ ἀπὸ τοῦ ἀξιώματος δὲ μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς πίστεως
但可以看出他與那人不是同一人,這不僅從他的身分,也從他的信心可以看出。
but he is shown to be another than that man, not only from his rank, but also from his faith.
36:90
Ἐκεῖνος μὲν γὰρ καὶ βουλόμενον τὸν Χριστὸν ἐλθεῖν, ἀξιοῖ μένειν·
因為那一位,當基督願意前來時,反倒求祂不必來到;
For the former, when Christ was willing to come, entreated Him to remain;
36:91
οὗτος δὲ καὶ μηδὲν τοιοῦτον ἐπαγγελλόμενον, εἰς τὴν οἰκίαν ἕλκει
而這一位,卻在基督並未應許甚麼的時候,仍要拉祂到自己家裡去。
but this one draws Him to his house, though He promised no such thing.
36:92
Οὐκ εἰμὶ ἄξιος ἵνα μου ὑπὸ τὴν στέγην. εἰσέλθῃς·
那一位說:「我不配你到我舍下來」;
'I am not worthy that Thou shouldest come under my roof';
36:93
οὗτος δὲ καὶ ἐπείγει, Κατάβηθι, λέγων, πρὶν ἀποθανεῖν τὸν υἱόν μου
但這一位卻催促祂,說:「求你在我孩子還沒有死以先,就下去。」
but this one even urges Him, saying, 'Come down, ere my son die.'
36:94
Κἀκεῖ μὲν ἀπὸ τοῦ ὄρους καταβὰς εἰς Καπερναοὺμ εἰσῄει·
在那件事上,祂是從山上下來,進了迦百農;
And there, having come down from the mountain, He entered into Capernaum;
36:95
ἐνταῦθα δὲ ἀπὸ Σαμαρείας, καὶ οὐκ εἰς Καπερναοὺμ, ἀλλ' εἰς Κανᾶ ἐλθόντος παρεγένετο οὗτος
但在這件事上,祂是從撒瑪利亞而來,而且不是到迦百農,乃是到迦拿,這人才來見祂。
but here, when He had come from Samaria, and not to Capernaum but to Cana, this man came to Him.
36:96
Κἀκείνου μὲν παῖς παρέσει κατέκειτο·
那一位的僕人是患了癱瘓病躺著的;
And the servant of the one was lying stricken with palsy;
36:97
Καὶ ἐλθὼν ἠρώτα ἵνα ἰάσηται αὐτοῦ τὸν υἱόν·
這人來了,就求祂醫治他的兒子。
And having come, he besought Him that He would heal his son.
36:98
Τί οὖν Χριστός; Ἐὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε, οὐ μὴ πιστεύσητε
那麼基督怎麼說呢?「若不看見神蹟奇事,你們總是不信。」
What then does Christ say? 'Except ye see signs and wonders, ye will not believe.'
36:99
Καὶ μὴν τοῦτο πίστεως ἦν, καὶ τὸ ἐλθεῖν καὶ τὸ παρακαλέσαι·
然而這正是信心的表現,就是他的前來與懇求;
And yet this was of faith, both the coming and the entreating;
36:100
καὶ μετὰ ταῦτα δὲ αὐτὸ μαρτυρεῖ εὐαγγελιστὴς λέγων, ὅτι εἰπόντος τοῦ Ἰησοῦ, Πορεύου, υἱός σου ζῇ, ἐπίστευσε τῷ λόγῳ αὐτοῦ, καὶ ἐπορεύετο
而且此後福音書的作者也為這事作見證,說當耶穌說:「你回去吧,你的兒子活了」時,他就信了祂的話,便回去了。
and afterward the evangelist bears witness to this very thing, saying that when Jesus said, 'Go thy way, thy son liveth,' he believed His word and departed.
36:101
Τί οὖν ἐστιν φησιν ἐνταῦθα; Ἤτοι τοὺς Σαμαρείτας
那麼祂在這裡所說的是甚麼意思呢?或者是指著撒瑪利亞人,
What then is it that He says here? Either it is the Samaritans
36:102
θαυμάζων ἔλεγε ταῦτα, ὅτι σημείων χωρὶς ἐπίστευσαν·
祂稱讚他們才說這話,因為他們是沒有神蹟就信了;
whom He commended when He said these things, that they believed without signs;
36:103
τῆς δοκούσης αὐτοῦ πόλεως εἶναι καθαπτόμενος τῆς Καπερναοὺμ, ὅθεν οὗτος ἦν
或者是祂在責備迦百農,就是那被視為祂本城的地方,而這人正是從那裡來的。
or He is rebuking Capernaum, which was reputed to be His city, whence this man came.
36:104
Ἐπεὶ καὶ ἕτερός τις ἐν τῷ Λουκᾷ λέγων, Πιστεύω, Κύριε, βοήθει μου τῇ ἀπιστίᾳ, ἔλεγε πάλιν
正如在路加福音裡另有一人也說:「主啊,我信,但我信不足,求你幫助」,也是這樣說的。
Since another man also, in Luke, saying, 'I believe, Lord; help Thou mine unbelief,' spoke thus again.
36:105
Ὥστε εἰ καὶ οὗτος ἐπίστευσεν, ἀλλ' οὐχ ὁλοκλήρως, οὐδὲ ὑγιῶς
因此,這人縱然信了,卻信得不完全,也信得不健全。
So that even if this man believed, yet it was not wholly, nor soundly.
36:106
Καὶ τοῦτο δηλοῖ ἐκ τοῦ πυνθάνεσθαι ποίᾳ ὥρᾳ ἀφῆκεν αὐτὸν πυρετός
這一點從他查問熱是在甚麼時辰離開孩子的,便可顯明出來。
And this He makes plain from his inquiring at what hour the fever left him.
36:107
Ἐβούλετο γὰρ μαθεῖν, εἴτε αὐτομάτως, εἴτε ἐκ τῆς ἐπιταγῆς τοῦ Χριστοῦ τοῦτο γέγονεν
因為他想要知道,這事是自然發生的,還是出於基督的吩咐。
For he wished to learn whether this had come to pass of itself, or from the command of Christ.
36:108
Ὡς οὖν ἔγνω ὅτι χθὲς ὥραν ἑβδόμην, ἐπίστευσε καὶ αὐτὸς καὶ οἰκία αὐτοῦ ὅλη
所以他既知道是在昨日午後一時(第七個鐘頭),他自己和他全家就都信了。
When therefore he knew that it was yesterday at the seventh hour, he himself believed, and his whole house.
36:109
Ὁρᾷς ὅτι τότε ἐπίστευσεν, ὅτε οἱ παῖδες εἶπον, οὐχ ὅτε Χριστός; Τὴν διάνοιαν τοίνυν ἐλέγχει αὐτοῦ, μεθ' ἧς προσελθὼν, ταῦτα ἔλεγεν·
你看他是在那時才信的,就是僕人告訴他的時候,而不是基督說話的時候,是不是?因此祂責備他前來說這些話時所存的那種心思;
Do you see that he believed then, when the servants told him, not when Christ spoke? He therefore reproves the disposition of mind with which he had come and said these things;
36:110
οὕτω γὰρ μᾶλλον καὶ εἰς πίστιν αὐτὸν ἐφείλκετο·
因為祂如此行,更把他吸引到信心裡去了。
for thus He drew him the more to faith also;
36:111
πρὸ γὰρ τοῦ σημείου οὐ σφόδρα ἦν πεπιστευκώς
因為在這神蹟之前,他還沒有堅定地相信。
For before the miracle he had not been firmly established in faith.
36:112
Εἰ δὲ καὶ ἦλθε καὶ παρεκάλεσε, θαυμαστὸν οὐδέν
即使他前來懇求祂,這也沒有甚麼可希奇的。
And even if he did come and entreat Him, there is nothing to marvel at in this.
36:113
Εἰώθασι γὰρ οἱ πατέρες ὑπὸ πολλῆς φιλίας οὐ μόνον οἷς θαῤῥοῦσιν ἰατροῖς προσιέναι, ἀλλὰ καὶ οἷς μὴ θαῤῥοῦσι διαλέγεσθαι, μηδὲν ὅλως παραλιπεῖν βουλόμενοι
因為作父親的,出於深厚的慈愛,習慣不僅去找他們所信任的醫生,甚至也去請教他們不信任的醫生,因為他們不願放過任何一點嘗試的機會。
For fathers, out of their great affection, are accustomed not only to approach the physicians in whom they have confidence, but even to consult those in whom they have none, being unwilling to leave anything at all undone.
36:114
Ἐπεὶ ὅτι ἐκ παρέργου προσῆλθεν, ὅτε ἦλθεν εἰς τὴν Γαλιλαίαν, τότε αὐτὸν εἶδεν·
事實上,他幾乎是順帶才來就近祂的,這是明顯的;因為直到耶穌來到加利利,這人那時才見到祂。
Indeed, that it was almost as an afterthought that he approached Him is clear, for it was only when He came into Galilee that the man then saw Him.
36:115
ὡς εἴ γε ἦν σφόδρα αὐτῷ πεπιστευκὼς, οὐκ ἂν ὤκνησε, τοῦ παιδὸς μέλλοντος τελευτᾷν, εἰς τὴν Ἰουδαίαν ἐλθεῖν
因為他若堅定地相信祂,當他的兒子快要死的時候,他就不會遲疑不進入猶太去。
For had he firmly believed in Him, he would not have hesitated, when his son was about to die, to go into Judaea.
36:116
Εἰ δὲ ἐδεδοίκει, οὐδὲ τοῦτο ἀνεκτόν
但他若是害怕,這也是不可容忍的。
But if he was afraid, neither is this to be borne.
36:117
Ὅρα γοῦν καὶ αὐτὰ τὰ ῥήματα πῶς ἐμφαίνει τὴν ἀσθένειαν τοῦ ἀνδρός
那麼,你要留意他所說的話本身,是何等顯露出這人的軟弱。
Observe, then, how his very words disclose the weakness of the man.
36:118
Δέον γὰρ εἰ καὶ μὴ πρότερον, ἀλλ' ὅμως μετὰ τὸ τὴν διάνοιαν ἐλέγξαι, μέγα τι φαντασθῆναι περὶ αὐτοῦ, ἄκουσον πῶς ἔτι χαμαὶ σύρεται
因為即使不是先前,至少在他的心思被責備之後,理當對祂懷有某種高尚的看法;但你聽聽他仍舊如何在地上匍匐。
For though it were fitting, if not before, yet at least after his mind had been reproved, that he should have conceived some lofty thought concerning Him, hear how he still grovels upon the ground.
36:119
Κατάβηθι γὰρ, φησὶ, πρὶν ἀποθανεῖν τὸ παιδίον μου·
他說:「請你趁著我的孩子還沒有死,就下來」;
'Come down,' he says, 'before my little child dies';
36:120
ὡς οὐ δυναμένου μετὰ τὸν θάνατον αὐτὸν ἀναστῆσαι, καὶ ὡς οὐκ εἰδότος οἷα τὰ τοῦ παιδίου πράγματα ἕστηκε
彷彿祂在孩子死後就不能使他復活,又彷彿他不知道孩子的情形究竟如何。
as though He were not able to raise him after death, and as though he knew not in what state the child's condition stood.
36:121
Διὰ τοῦτο αὐτὸν ἐλέγχει καὶ τοῦ συνειδότος καθάπτει·
為這緣故,祂責備他,並觸動他的良心,
For this reason He reproves him and lays hold of his conscience,
36:122
δεικνὺς ὅτι τὰ σημεῖα προηγουμένως τῆς ψυχῆς ἕνεκεν ἐγένετο
指明這些神蹟主要是為了靈魂的緣故而行的。
showing that the signs came about chiefly for the sake of the soul.
36:123
Ἐνταῦθα γὰρ οὐχ ἧττον τοῦ παιδὸς τὸν πατέρα ἀσθενοῦντα περὶ τὴν διάνοιαν θεραπεύει, πείθων ἡμᾶς μὴ ἀπὸ σημείων, ἀλλὰ ἀπὸ διδασκαλίας προσέχειν αὐτῷ
因為在這裡,祂醫治那在悟性上軟弱的父親,並不亞於醫治那兒子;祂勸導我們留意祂,不是因著神蹟,乃是因著祂的教訓。
For here He heals not the son less than the father who was weak in understanding, persuading us to give heed to Him not because of signs, but because of His teaching.
36:124
Τὰ σημεῖα γὰρ οὐ τοῖς πιστοῖς, ἀλλὰ τοῖς ἀπίστοις καὶ παχυτέροις
因為神蹟不是為信的人,乃是為那不信和較為愚鈍的人。
For the signs are not for the faithful, but for the unbelieving and the grosser sort.
36:125
Τότε μὲν οὖν ὑπὸ τοῦ πάθους οὐ σφόδρα προσεῖχε τοῖς λεγομένοις, μόνοις τοῖς περὶ τοῦ παιδός
那麼在當時,由於他的憂苦,他並沒有很留意所說的話,或只留意那些關乎他兒子的話。
At that time, then, because of his suffering he did not greatly attend to what was said, or only to those things which concerned his son.
36:126
Ὕστερον δὲ ἤμελλε τὸ λεχθὲν ἀναλαμβάνειν, καὶ τὰ μέγιστα ἐντεῦθεν κερδαίνειν·
但後來他要領會所說的話,並從此得著最大的益處。
But afterward he was to take up what had been spoken, and from this to gain the greatest profit.
36:127
Τί δήποτε δὲ ἐπὶ μὲν τοῦ ἑκατοντάρχου αὐτεπάγγελτος ὑπέσχετο παραγίνεσθαι·
那麼,為甚麼在百夫長的事上,祂主動應許要親自前去,
But why then, in the case of the centurion, did He of His own accord promise to come,
36:128
ἐνταῦθα δὲ οὐδὲ καλούμενος ἄπεισιν; Ὅτι ἐκεῖ μὲν πίστις ἀπήρτιστο
而在這裡,即使受邀祂也不去呢?因為在那裡,信心是完全的。
whereas here He does not go even when invited? Because there the faith was complete.
36:129
Διὸ καὶ ὑπέσχετο ἀπιέναι, ἵνα μάθωμεν τοῦ ἀνδρὸς τὴν εὐγνωμοσύνην·
所以祂應許要去,好叫我們認識那人正確的心態;
Wherefore He also promised to go, that we might learn the right disposition of the man;
36:130
ἐνταῦθα δὲ ὅτι οὗτος ἀτελῆς ἦν
但在這裡,卻是因為這人是不完全的。
but here, because this man was imperfect.
36:131
Ἐπεὶ οὖν ἄνω καὶ κάτω ἤπειγεν αὐτὸν λέγων, Κατάβηθι, καὶ οὔπω ᾔδει σαφῶς ὅτι καὶ ἀπὼν δύναται θεραπεῦσαι, δείκνυσιν ὅτι καὶ τοῦτο δυνατὸν αὐτῷ, ἵν' ὅπερ οἴκοθεν ἑκατόνταρχος ἔσχε, τοῦτο οὗτος ἐκ τοῦ μὴ παραγενέσθαι τὸν Ἰησοῦν μάθῃ
既然他前後催逼祂,說:「下來吧」,又還不清楚知道祂即使不在場也能醫治,祂就指明這事對祂也是可能的,好叫那百夫長本身所擁有的,這人可以從耶穌不親自前來這件事上學到。
Since, then, he was urging Him this way and that, saying, 'Come down,' and did not yet know clearly that even when absent He was able to heal, He shows that this too was possible for Him, so that what the centurion had of himself, this man might learn from Jesus' not coming.
36:132
Ὅταν οὖν εἴπῃ, Ἐὰν μὴ σημεῖακαὶ τέρατα ἴδητε, οὐ μὴ πιστεύσητε, τοῦτο λέγει·
所以,當祂說:「若不看見神蹟奇事,你們總是不信」,祂的意思乃是這樣:
When, therefore, He says, 'Except ye see signs and wonders, ye will not believe,' this is what He means:
36:133
ὅτι τὴν προσήκουσαν πίστιν οὐδέπω ἔχετε, ἀλλ' ἔτι ὡς περὶ προφήτου διάκεισθε
就是說,你們還沒有合宜的信心,反倒仍舊把我當作先知看待。
that ye do not yet have the faith that is fitting, but are still disposed toward Me as toward a prophet.
36:134
Ἐκκαλύπτων οὖν ἑαυτὸν, καὶ δεικνὺς ὅτι καὶ χωρὶς σημείων ἔδει πιστευθῆναι αὐτὸν, ἔλεγεν ἅπερ καὶ τῷ Φιλίππῳ φησίν·
因此,祂顯明自己,指出即使沒有神蹟,人也理當相信祂,就說了那與祂對腓力所說相同的話:
Unveiling Himself, therefore, and showing that He ought to have been believed even apart from signs, He said the very things which He says also to Philip:
36:135
Πιστεύεις ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ Πατὴρ ἐν ἐμοί; Εἰ δὲ μὴ, διὰ τὰ ἔργα πιστεύετέ μοι
「你不信我在父裡面,父在我裡面麼?不然,就當因我所作的事信我。」
'Believest thou that I am in the Father, and the Father in Me? But if not, believe Me for the very works' sake.'
36:136
Ἤδη δὲ αὐτοῦ καταβαίνοντος, ἀπήντησαν οἱ δοῦλοι αὐτοῦ λέγοντες, ὅτι παῖς σου ζῇ
正下去的時候,他的僕人迎見他,說:「你的孩子活了。」
And as he was now going down, his servants met him, saying that 'Thy son liveth.'
36:137
Ἐπυνθάνετο οὖν παρ' αὐτῶν τὴν ὥραν ἐν κομψότερον ἔσχεν
他就問他們,孩子是甚麼時候見好的。
He inquired therefore of them the hour in which he had begun to mend.
36:138
Καὶ εἶπον αὐτῷ, ὅτι Χθὲς ὥραν ἑβδόμην ἀφῆκεν αὐτὸν πυρετός
他們說:「昨日第七時,熱就退了。」
And they said to him that 'Yesterday at the seventh hour the fever left him.'
36:139
Ἔγνω οὖν πατὴρ ὅτι ἐκείνῃ τῇ ὥρᾳ, ἐν εἶπεν αὐτῷ Ἰησοῦς, ὅτι παῖς σου ζῇ
父親便知道,那正是耶穌對他說「你的孩子活了」的時候。
The father therefore knew that it was at that hour in which Jesus had said to him that 'Thy son liveth.'
36:140
Καὶ ἐπίστευσεν αὐτὸς, καὶ οἰκία αὐτοῦ ὅλη
他自己和他全家就都信了。
And he himself believed, and his whole household.
36:141
Ὁρᾷς πῶς τὸ θαῦμα δῆλον ἐγένετο; Οὐ γὰρ ἁπλῶς, οὐδὲ ὡς ἔτυχεν, ἀπηλλάγη τοῦ κινδύνου, ἀλλὰ ἀθρόον, ὡς φαίνεσθαι μηκέτι φύσεως ἀκολουθίαν εἶναι τὸ γινόμενον, ἀλλὰ τῆς ἐνεργείας τοῦ Χριστοῦ
你看見這神蹟是何等的明顯麼?因為他脫離危險並不是隨隨便便,也不是偶然的,乃是頓時之間,以致所發生的事顯明不再是自然的順序,乃是基督的作為。
Seest thou how the miracle became manifest? For it was not simply, nor by chance, that he was delivered from the danger, but all at once, so that what came to pass no longer appeared to be a sequence of nature, but the working of Christ.
36:142
Πρὸς γὰρ αὐτὰς ἐλθὼν τοῦ θανάτου τὰς πύλας, ὡς καὶ πατὴρ ἐδήλωσεν εἰπὼν, Κατάβηθι πρὶν ἀποθανεῖν τὸ παιδίον, ἀθρόον ἀπηλλάγη τῆς νόσου·
因為孩子已經來到死亡的門口,正如父親所表明的,說:「請你趁著孩子還沒有死就下來」,卻頓時之間脫離了疾病;
For having come even to the very gates of death, as the father also declared when he said, 'Come down before the little child dies,' all at once he was delivered from the sickness;
36:143
ὅπερ οὖν καὶ τοὺς οἰκέτας διανέστησεν
這事實在也激動了那些僕人。
which indeed also roused up the servants.
36:144
Ἐκεῖνοι μὲν γὰρ ἴσως οὐχ ὡς εὐαγγελιζόμενοι μόνον, ἀλλὰ καὶ ὡς περιττὴν λοιπὸν τοῦ Ἰησοῦ τὴν παρουσίαν εἶναι νομίσαντες, ἀπήντησαν·
因為那些人來迎接他,或許不僅是為要報喜信,也是因為認為從今以後耶穌的親自前來已是多餘的了;
For those men perhaps came to meet him not only as bearing good tidings, but also as reckoning that from now on the coming of Jesus was superfluous;
36:145
καὶ γὰρ ᾔδεσαν αὐτὸν ἐκεῖ παραγενόμενον·
因為他們知道祂已經到了那裡;
for they knew that He had arrived there;
36:146
ὅθεν καὶ κατ' αὐτὴν αὐτῷ τὴν ὁδὸν περιέτυχον
因此他們也在路上遇見了他。
whence also they met him upon the road itself.
36:147
δὲ ἄνθρωπος, ἀνεθεὶς τοῦ φόβου, λοιπὸν πρὸς τὴν πίστιν διέκυψε, θέλων δεῖξαι ὅτι τῆς ὁδοῦ αὐτοῦ τὸ ἔργον γέγονε, καὶ φιλοτιμεῖται λοιπὸν ὥστε μὴ δόξαι εἰκῆ διεγηγέρθαι·
但那人既從懼怕中得了釋放,就轉而傾向信心,願意表明這事是藉著他的行程而成就的,並且從今以後竭力要顯明他這番奔走並非徒然;
But the man, being released from his fear, thereupon bent himself toward faith, wishing to show that the deed had come about through his journey, and he takes pains from now on that he might not seem to have been roused up in vain;
36:148
ὅθεν μετὰ ἀκριβείας πάντα ἐμάνθανεν
因此他仔細地查問了一切。
wherefore he learned everything with exactness.
36:149
Καὶ ἐπίστευσεν αὐτὸς, καὶ οἰκία αὐτοῦ ὅλη
他自己和他全家就都信了。
And he himself believed, and his whole household.
36:150
Καὶ γὰρ ἦν ἀναμφισβήτητος μαρτυρία λοιπόν
因為這見證從此就無可爭辯了。
For the testimony was thenceforth beyond dispute.
36:151
Οἱ γὰρ μὴ παρόντες, μηδὲ ἀκούσαντες τοῦ Χριστοῦ διαλεγομένου, μηδὲ τὸν καιρὸν εἰδότες, οὗτοι παρὰ τοῦ δεσπότου μαθόντες, ὅτι οὗτος ἦν καιρὸς, ἀναμφισβήτητον ἔσχον τὴν ἀπόδειξιν τῆς αὐτοῦ δυνάμεως·
因為那些不在場、沒有聽見基督說話、也不知道時候的人,他們既從主人得知那正是那時候,就得著了祂大能無可爭辯的證明;
For they who were not present, nor had heard Christ speaking, nor knew the time, these, having learned from their master that this was the time, had an incontestable demonstration of His power;
36:152
διὰ τοῦτο καὶ αὐτοὶ ἐπίστευσαν
因此他們自己也都信了。
and for this reason they themselves also believed.
36:153
Τί τοίνυν ἀπὸ τούτων παιδευόμεθα; Μὴ θαύματα περιμένειν, μηδὲ ἐνέχυρα ζητεῖν τῆς τοῦ Θεοῦ δυνάμεως
那麼,我們從這些事上學到甚麼呢?就是不要等候神蹟,也不要尋求神大能的憑據。
What, then, are we taught from these things? Not to wait for miracles, nor to seek pledges of the power of God.
36:154
Ὁρῶ γὰρ καὶ νῦν πολλοὺς τότε εὐλαβεστέρους γινομένους, ὅταν τοῦ παιδὸς κακουμένου, γυναικὸς ἀῤῥωστούσης, παραμυθίας τινὸς ἀπολαύσωσι
因為我看見即使在今日,也有許多人在他們得著某種安慰的時候——無論是在孩子生病,或是妻子患病之時——才變得更加虔敬。
For I see even now many becoming more devout at those times when they enjoy some comfort, whether when a child is sick or a wife is ailing.
36:155
Χρὴ δὲ καὶ μὴ τυγχάνοντας παραμένειν ὁμοίως εὐχαριστοῦντας, δοξάζοντας
然而我們理當即使得不著所求的,也照樣堅忍到底,感謝並榮耀神。
But we ought, even when we do not obtain our request, to persevere just the same, giving thanks and glorifying God.
36:156
Τοῦτο γὰρ οἰκετῶν εὐγνωμόνων ἐστί·
因為這是知恩僕人的表記;
For this is the mark of grateful servants;
36:157
τοῦτο στεῤῥῶν τε καὶ φιλούντων, ὡς χρὴ, τὸν Δεσπότην, μὴ μόνον ἀνιεμένους, ἀλλὰ καὶ μαστιζομένους προστρέχειν αὐτῷ
這乃是屬於那些堅定不移、按理當愛主人的人,就是不僅在得著寬解時,也在受鞭打時,仍奔向祂。
this belongs to those who are steadfast and who love their Master as they ought, to run to Him not only when they are relieved, but also when they are scourged.
36:158
Καὶ γὰρ καὶ ταῦτα τῆς τοῦ Θεοῦ κηδεμονίας ἔργα
因為這些事也是神眷顧看顧的作為。
For these things too are works of God's providential care.
36:159
Ὃν γὰρ ἀγαπᾷ Κύριος, παιδεύει·
「因為主所愛的,祂必管教;
'For whom the Lord loveth He chasteneth;
36:160
μαστιγοῖ δὲ πάντα υἱὸν, φησὶν, ὃν παραδέχεται
祂說,又鞭打凡所收納的兒子。」
and He scourgeth every son,' He says, 'whom He receiveth.'
36:161
Ὅταν δὲ ἐν ἀνέσει τις αὐτὸν θεραπεύῃ μόνον, οὐ πολλῆς ἐπιδείκνυται ἀγάπης σημεῖα, οὐδὲ καθαρῶς φιλεῖ τὸν Χριστόν
但人若只在安逸中事奉祂,就沒有顯出多少愛的憑據,也沒有純潔地愛基督。
But when one serves Him only in ease, he displays no great signs of love, nor does he purely love Christ.
36:162
Καὶ τί λέγω ὑγίειαν καὶ χρημάτων ἀφθονίαν, πενίαν νόσον; Κἂν γὰρ γέενναν ἀκούσῃς, κἂν ἕτερον χαλεπὸν, οὐδὲ οὕτως ἀφίστασθαι χρὴ τῆς περὶ τὸν Δεσπότην εὐφημίας·
我又何必單提健康與豐足的財富,或貧窮或疾病呢?因為即使你聽見地獄,即使聽見別的甚麼可怕的事,就是這樣,你也不當停止對主人的頌讚;
And why do I speak of health and abundance of riches, or of poverty or sickness? For even if thou hear of hell, even if of some other grievous thing, not even so oughtest thou to depart from thy praise of the Master;
36:163
ἀλλὰ πάντα πάσχειν καὶ φέρειν ὑπὲρ τῆς εἰς αὐτὸν ἀγάπης
反倒為著你對祂的愛,理當受一切、忍一切。
but thou oughtest to suffer and to bear all things for the sake of thy love toward Him.
36:164
Τοῦτο γὰρ καὶ οἰκετῶν εὐγνωμόνων καὶ ψυχῆς ἀκλινοῦς·
因為這是知恩僕人和不屈之心靈的表記;
For this is the mark both of grateful servants and of an unbending soul;
36:165
καὶ τοῦτον διακείμενος τὸν τρόπον,. καὶ τὰ παρόντα διοίσει ῥᾳδίως, καὶ τῶν μελλόντων ἐπιτεύξεται ἀγαθῶν, καὶ πολλῆς ἀπολαύσεται παρὰ. τῷ Θεῷ παῤῥησίας·
凡有這樣心態的人,必輕易擔當今世的事,也必得著將來的美物,並且在神面前享有極大的坦然無懼;
and he who is disposed after this manner will both bear present things easily, and will attain the good things to come, and will enjoy much boldness with God;
36:166
ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων
願我們眾人都得以達到這境地,靠著我們主耶穌基督的恩典與慈愛;願榮耀歸與祂,直到世世代代。阿們。
which may it be granted us all to attain, by the grace and lovingkindness of our Lord Jesus Christ, to whom be glory unto the ages of ages. Amen.
01234567891011121314151617181920212223242526272829303132333435363738394041424344454647484950515253545556575859606162636465666768697071727374757677787980818283848586878889