📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 希臘教父 › 約翰福音講道集

金口若望

約翰福音講道集 第 21 章

希臘文原文.174 節.部分字詞可點開查義

← 第 20 章第 22 章 →
21:1
Ἀπεκρίθη Ναθαναὴλ, καὶ λέγει αὐτῷ·
拿但業回答說:
Nathanael answered and said to Him:
21:2
Ῥαββὶ, σὺ εἶ Υἱὸς τοῦ Θεοῦ, σὺ εἶ βασιλεὺς τοῦ Ἰσ ραήλ. Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ·
「拉比,你是神的兒子,你是以色列的王。」耶穌回答說:
'Rabbi, You are the Son of God, You are the King of Israel.' Jesus answered and said to him:
21:3
Ὅτι εἶπόν σοι, Εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; Μείζω τούτων ὄψει. αʹ
「因為我對你說『我看見你在無花果樹底下』,你就信嗎?你將要看見比這更大的事。」(第一節)
'Because I said to you, I saw you under the fig tree, do you believe? You shall see greater things than these.' [1]
21:4
Πολλῆς ἡμῖν, ἀγαπητοὶ, δεῖ τῆς μερίμνης, πολλῆς τῆς ἀγρυπνίας, ὥστε δυνηθῆναι τὸ βάθος κατοπτεῦσαι τῶν θείων Γραφῶν
親愛的,我們需要極大的用心,極大的儆醒,才能得以窺見神聖經卷的深奧。
We have need, beloved, of much care, of much watchfulness, that we may be able to behold the depth of the divine Scriptures.
21:5
Οὐ γὰρ ἁπλῶς, οὐδὲ καθεύδοντας ἔνι τὸ βούλημα αὐτῶν εὑρεῖν, ἀλλὰ δεῖ μὲν ἐρεύνης ἀκριβοῦς, δεῖ δὲ καὶ εὐχῆς ἐκτενοῦς, ἵνα δυνηθῶμεν μικρόν τι διαβλέψαι πρὸς τὰ ἄδυτα τῶν θείων λογίων
因為它們的用意,決不能草率地,或在昏睡中尋得;乃是必須殷勤查考,也必須懇切禱告,我們才能稍稍窺探那神聖言語的至聖之處。
For it is not possible to find their meaning carelessly, nor while we sleep; rather there is need of diligent searching, and need also of earnest prayer, that we may be able to peer, if only a little, into the inmost sanctuaries of the divine oracles.
21:6
Ἰδοὺ γὰρ καὶ τήμερον οὐ μικρὸν ἡμῖν ζήτημα πρόκειται, ἀλλὰ καὶ πολλῆς δεόμενον τῆς σπουδῆς καὶ τῆς ἐρεύνης
看哪,今天擺在我們面前的也不是一個小問題,乃是一個需要極多殷勤與查考的問題。
For behold, today too there lies before us no small question, but one requiring much diligence and searching.
21:7
Εἰπόντος γὰρ τοῦ Ναθαναὴλ, Σὺ εἶ Υἱὸς τοῦ Θεοῦ, Χριστός φησιν·
因為當拿但業說「你是神的兒子」時,基督說:
For when Nathanael had said, 'You are the Son of God,' Christ says:
21:8
Ὅτι εἶπόν σοι, Εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; Μείζονα τούτων ὄψει
「因為我對你說『我看見你在無花果樹底下』,你就信嗎?你將要看見比這更大的事。」
'Because I said to you, I saw you under the fig tree, do you believe? You shall see greater things than these.'
21:9
Τί ποτ' οὖν ἐν τοῖς εἰρημένοις ἐστὶ τὸ ζητούμενον; Ὅτι Πέτρος μὲν μετὰ τοσαῦτα θαύματα καὶ διδασκαλίαν τοιαύτην ὁμολογήσας, ὅτι Σὺ Υἱὸς εἶ τοῦ Θεοῦ, μακαρίζεται, ὡς παρὰ τοῦ Πατρὸς τὴν ἀποκάλυψιν δεξάμενος·
那麼,在所說的話中,所要探究的是什麼呢?就是:彼得在經歷了那麼多神蹟和那樣的教訓之後,才承認說「你是神的兒子」,就被稱為有福的,因為他是從父領受了這啟示;
What, then, in the words spoken is the matter under inquiry? That Peter, after so many miracles and such teaching, when he confessed, 'You are the Son of God,' was pronounced blessed, as having received the revelation from the Father;
21:10
δὲ Ναθαναὴλ καὶ πρὸ τῶν σημείων, καὶ πρὸ τῆς διδασκαλίας τὸ αὐτὸ τοῦτο εἰπὼν, οὐδὲν τοιοῦτον ἤκουσεν, ἀλλὰ καὶ ὡς οὐδὲν εἰρηκὼς τοσοῦτον, ὅσον ἐχρῆν εἰπεῖν, ἐπὶ μείζω προσάγεται
而拿但業卻在神蹟之前、在教訓之前就說了同樣的話,卻沒有聽見這樣的話,反倒像是說得還不夠他所當說的那麼多,被引向更大的事。
but Nathanael, even before the signs and before the teaching, having said this same thing, heard no such word, but rather—as though he had said nothing so great as he ought to have said—is led on to greater things.
21:11
Τί ποτ' οὖν τὸ αἴτιον; Ὅτι τὰ μὲν ῥήματα τὰ αὐτὰ ἐφθέγξατο καὶ Πέτρος καὶ Ναθαναὴλ, οὐ μετὰ τῆς αὐτῆς δὲ διανοίας ἑκάτερος, ἀλλ'. μὲν Πέτρος ὡμολόγησεν Υἱὸν τοῦ Θεοῦ, ὡς Θεὸν ἀληθῆ, δὲ ἄνθρωπον ψιλόν
那麼,緣故是什麼呢?就是彼得和拿但業雖然說了同樣的話,兩人卻不是懷著同樣的領會;乃是彼得承認祂是神的兒子,即真神,而另一位卻承認祂不過是個人。
What, then, is the reason? That although Peter and Nathanael both uttered the very same words, yet each did so not with the same understanding; but Peter confessed Him Son of God as true God, while the other confessed Him a mere man.
21:12
Καὶ πόθεν δῆλον τοῦτο ἡμῖν; Ἐκ τῶν μετὰ ταῦτα εἰρημένων
這一點我們從何得知呢?從其後所說的話。
And from where is this plain to us? From the things said afterward.
21:13
Εἰπὼν γὰρ, Σὺ εἶ Υἱὸς τοῦ Θεοῦ, ἐπήγαγε·
因為他說了「你是神的兒子」之後,接著說:
For having said, 'You are the Son of God,' he added:
21:14
Σὺ εἶ βασιλεὺς τοῦ Ἰσραήλ
「你是以色列的王。」
'You are the King of Israel.'
21:15
δὲ τοῦ Θεοῦ Υἱὸς οὐ τοῦ Ἰσραήλἐστι βασιλεὺς μόνον, ἀλλὰ καὶ τῆς οἰκουμένης ἁπάσης
然而神的兒子不僅是以色列的王,也是全地的王。
But the Son of God is King not of Israel only, but also of the whole inhabited world.
21:16
Οὐκ ἀπὸ τούτου δὲ μόνον τοῦτο δῆλον, ἀλλὰ καὶ ἐκ τῶν ἑξῆς
這一點不僅從此可見,也從其後的話可見。
And this is plain not from this alone, but also from what follows.
21:17
Τῷ μὲν γὰρ Πέτρῳ οὐδὲν ὕστερον προσέθηκεν Χριστὸς, ἀλλ' ὡς ἀπηρτισμένης αὐτῷ τῆς πίστεως, τὴν Ἐκκλησίαν ἔφησεν ἐπὶ τὴν ὁμολογίαν οἰκοδομήσειν τὴν ἐκείνου
因為對彼得,基督在其後並未加添什麼,反倒像是他的信已經完備,就說要把教會建造在他那承認之上。
For to Peter Christ added nothing further afterward, but, as though his faith were complete, He said that He would build the Church upon that confession of his.
21:18
Ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον ἐποίησεν, ἀλλὰ καὶ τὸ ἐναντίον
但在這裡祂卻沒有這樣做──反倒相反。
But here He did no such thing—rather the opposite.
21:19
Ὡς γὰρ πολλοῦ τινος καὶ τοῦ βελτίονος μέρους τῇ ὁμολογίᾳ λείποντος, τὰ λοιπὰ προσέθηκε
因為,好像這承認還缺少許多、且缺少那更美的部分,祂就加添了其餘的話。
For, as though much and the better part were lacking to the confession, He added the rest.
21:20
Τί γάρ φησιν; Ἀμὴν, ἀμὴν λέγω ὑμῖν·
祂說什麼呢?「我實實在在地告訴你們:
For what does He say? 'Truly, truly, I say to you:
21:21
ἀπάρτι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου
從今以後,你們將要看見天開了,神的使者在人子身上,上去下來。」
from now on you shall see heaven opened, and the angels of God ascending and descending upon the Son of Man.'
21:22
Ὁρᾷς πῶς αὐτὸν ἀπὸ τῆς γῆς ἀνάγει κατὰ μικρὸν, καὶ ποιεῖ μηκέτι φαντάζεσθαι ἄνθρωπον ἁπλῶς; γὰρ ἄγγελοι διακονοῦσι, καὶ ἐφ' ὃν ἄγγελοι ἀναβαίνουσι καὶ καταβαίνουσι, πῶς ἂν οὗτος ἄνθρωπος εἴη; Διὰ τοῦτο εἶπε, Μείζονα τούτων ὄψει·
你看見祂如何漸漸地把他從地上提升起來,使他不再單單把祂當作一個人嗎?因為那有天使服事、且有天使在其身上上去下來的,怎能是人呢?因此祂說:「你將要看見比這更大的事」;
Do you see how, little by little, He raises him up from the earth, and makes him no longer imagine Him to be simply a man? For He whom angels serve, and upon whom angels ascend and descend—how could He be a man? For this reason He said, 'You shall see greater things than these';
21:23
καὶ δεικνὺς αὐτὸ, ἐπήγαγε τὴν τῶν ἀγγέλων διακονίαν
為要顯明這事,祂便加上了天使的服事。
and to show this, He added the ministry of the angels.
21:24
δὲ λέγει, τοιοῦτόν ἐστι·
祂所說的乃是這樣:
And what He says is of this sort:
21:25
Μέγα σοι, φησὶν, Ναθαναὴλ, ἔδοξεν εἶναι τοῦτο, καὶ διὰ τοῦτό με βασιλέα τοῦ Ἰσραὴλ ὡμολόγησας·
祂說:「拿但業啊,這在你看來是件大事,你便因此承認我是以色列的王;
'This,' He says, 'seemed a great thing to you, O Nathanael, and on account of it you confessed Me King of Israel;
21:26
τί οὖν ἐρεῖς, ὅταν ἴδῃς τοὺς ἀγγέλους ἐπ' ἐμὲ ἀναβαίνοντας καὶ καταβαίνοντας; διὰ τούτων πείθων, καὶ τῶν ἀγγέλων αὐτὸν
那麼,當你看見天使在我身上上去下來時,你又要說什麼呢?」祂藉這些話說服他,也叫他知道那些天使是屬祂的。
what, then, will you say when you see the angels ascending and descending upon Me?'—by these things persuading him, and that the angels are His own.
21:27
Ὡς γὰρ ἐπὶ υἱὸν βασιλέως γνήσιον, οὕτως ἀνῄεσαν καὶ κατῄεσαν οἱ διάκονοι οἱ βασιλικοὶ, τοῦτο μὲν παρὰ τὸν καιρὸν τοῦ σταυροῦ, τοῦτο δὲ παρὰ τὸν καιρὸν τῆς ἀναστάσεως καὶ τῆς ἀναλήψεως, καὶ πρὸ τούτου δὲ, ὅτε προσῆλθον καὶ διηκόνουν αὐτῷ, ὅτε εὐηγγελίζοντο αὐτοῦ τὸν τόκον, ὅτε ἐβόων·
因為就如同在一位真正的王子身上一樣,那些屬王的僕役便上去下來──有的在十字架的時候,有的在復活與升天的時候,並且在此之先,當他們前來服事祂的時候,當他們報祂降生的佳音的時候,當他們高呼的時候:
For as upon a true-born son of a king, so the royal ministers went up and came down—this at the time of the cross, that at the time of the resurrection and the ascension, and before this also, when they came and ministered to Him, when they announced the good news of His birth, when they cried:
21:28
Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη·
「在至高之處榮耀歸與神,在地上平安歸與人」;
'Glory to God in the highest, and on earth peace';
21:29
ὅτε πρὸς τὴν Μαριὰμ ἦλθον, ὅτε πρὸς τὸν Ἰωσήφ
當他們來到馬利亞那裡,當他們來到約瑟那裡的時候。
when they came to Mary, when they came to Joseph.
21:30
Ὅπερ δὲ ἐπὶ πολλῶν ἐποίησε, τοῦτο καὶ νῦν ποιεῖ
祂在許多事上所做的,如今也照樣做。
And what He did in many instances, this He does also now.
21:31
Δύο λέγει προῤῥήσεις, καὶ τῆς μὲν ἤδη τὸν ἔλεγχον δίδωσι, τὴν δὲ μέλλουσαν ἀπὸ τῆς παρούσης βεβαιοῖ
祂說了兩個預言,其中一個祂已經給出憑據,而那尚未來到的,祂便藉著眼前的來加以證實。
He speaks two predictions, and of the one He gives the proof already, while the one still to come He confirms from the present.
21:32
Καὶ γὰρ τῶν λεχθέντων τὰ μὲν τὴν ἀπόδειξιν ἔλαβεν, οἶόν ἐστι, Πρὸ τοῦ Φίλιππον φωνῆσαί σε, ὑπὸ τὴν συκῆν εἶδόν σε·
因為在所說的話中,有些已經得了印證,例如「腓力還沒有招呼你,你在無花果樹底下,我就看見你了」;
For indeed, of the things spoken, some received their demonstration, such as, 'Before Philip called you, I saw you under the fig tree';
21:33
τὰ δὲ ἐκβήσεσθαι ἔμελλε, καὶ ἐκ μέρους ἐξέβη, τῶν ἀγγέλων κατάβασις καὶ ἀνάβασις, ἐπὶ τοῦ σταυροῦ, ἐπὶ τῆς ἀναστάσεως, καὶ τῆς ἀναλήψεως·
而另有些是將要應驗的,並且已經部分應驗了──就是天使的下降與上升,那在十字架時的,那在復活與升天時的;
while others were destined to come to pass, and in part have come to pass—the descent and ascent of the angels, that at the cross, that at the resurrection and the ascension;
21:34
καὶ αὐτὸ διὰ τῶν εἰρημένων ἀξιόπιστον ποιεῖ καὶ πρὸ τῆς ἐκβάσεως
而這事本身,藉著先前所說的話,甚至在其應驗之先,祂就使之成為可信的。
which very thing, through the things already said, He makes worthy of belief even before its coming to pass.
21:35
γὰρ ἐπὶ τοῖς παρελθοῦσιν αὐτοῦ τὴν δύναμιν γνοὺς, καὶ περὶ τῶν μελλόντων ἀκούων, εὐκολώτερον καταδέχοιτο ἂν καὶ ταύτην τὴν πρόῤῥησιν
因為那已經在過去的事上認識了祂能力的人,又聽見關乎將來之事的話,就更容易領受這預言了。
For he who has come to know His power in things past, and who hears concerning things to come, would more readily accept this prediction also.
21:36
Τί οὖν Ναθαναήλ; Οὐδὲν πρὸς τοῦτο ἀποκρίνεται
那麼,拿但業怎麼做呢?他對此並未回答什麼。
What, then, does Nathanael do? He answers nothing to this.
21:37
Διὸ καὶ Χριστὸς μέχρι τούτου τὸν λόγον ἔστησε τὸν πρὸς αὐτὸν, συγχωρῶν κατ' ἰδίαν ἀναλογίσασθαι τὰ λεχθέντα, καὶ οὐ βουλόμενος πάντα ἀθρόως ἐκχέειν, ἀλλὰ καταβαλὼν εἰς εὔφορον γῆν τὰ σπέρματα, ἀφίησιν αὐτὴν ἐπὶ σχολῆς βλαστῆσαι λοιπόν
因此基督也把對他所講的話停到此處,容他私下默想那些所說的話,不願一下子把一切都傾倒出來,乃是把種子撒在沃土之中,此後便任憑它從容地生長。
Wherefore Christ too brought His discourse to him to a halt at this point, permitting him to ponder in private the things that had been said, and not willing to pour out everything all at once, but, having cast the seeds into fertile ground, He leaves it thenceforth to sprout at leisure.
21:38
Ὅπερ καὶ ἀλλαχοῦ δεικνὺς ἔλεγεν·
這事祂在別處也曾顯明,說:
Which very thing He also showed elsewhere, saying:
21:39
Ὁμοία ἐστὶν βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ σπείροντι καλὸν σπέρμα
「天國好像人撒好種在自己田裡。
'The kingdom of heaven is like a man sowing good seed.
21:40
Καὶ ἐν τῷ καθεύδειν αὐτὸν, ἐπέρχεται ἐχθρὸς, καὶ σπείρει ζιζάνια ἀνὰ μέσον τοῦ σίτου
及至他睡覺的時候,仇敵來了,將稗子撒在麥子中間。」
And while he slept, the enemy came and sowed tares in the midst of the wheat.'
21:41
Ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ γάμος ἐγένετο ἐν Κανᾷ τῆς Γαλιλαίας
第三日,在加利利的迦拿有娶親的筵席。
On the third day there was a wedding in Cana of Galilee.
21:42
Καὶ ἐκλήθη Ἰησοῦς εἰς τοὺς γάμους
耶穌也被請去赴席。
And Jesus was invited to the wedding.
21:43
Ἦν δὲ καὶ μήτηρ τοῦ Ἰησοῦ ἐκεῖ, καὶ οἱ ἀδελφοὶ αὐτοῦ
耶穌的母親在那裡,祂的弟兄們也在那裡。
And the mother of Jesus was there, and His brethren.
21:44
Εἶπον καὶ φθάσας, ὅτι ἐν τῇ Γαλιλαίᾳ μᾶλλον γνώριμος ἦν·
我先前已經說過,祂在加利利更為人所認識;
I have said before that in Galilee He was better known;
21:45
διὸ καὶ καλοῦσιν αὐτὸν εἰς τὸν γάμον, καὶ παραγίνεται
因此他們也請祂去赴婚筵,祂便前往。
wherefore they also invite Him to the wedding, and He comes.
21:46
Οὐδὲ γὰρ πρὸς τὴν ἀξίαν ἑώρα τὴν ἑαυτοῦ, ἀλλὰ πρὸς τὴν εὐεργεσίαν τὴν ἡμετέραν
因為祂所看重的不是自己的尊榮,乃是我們的益處。
For He looked not to His own dignity, but to our benefit.
21:47
γὰρ μὴ ἀπαξιώσας δούλου μορφὴν λαβεῖν, πολλῷ μᾶλλον οὐκ ἂν ἐπηξίωσεν εἰς γάμον ἐλθεῖν δούλων·
因為那不以取奴僕形像為羞的,就更不以來赴奴僕的婚筵為羞了;
For He who did not disdain to take the form of a servant, much more would not disdain to come to the wedding of servants;
21:48
τελώναις καὶ ἁμαρτωλοῖς συναναπεσὼν, πολλῷ μᾶλλον οὐκ ἂν παρῃτήσατο τοῖς ἐν τῷ γάμῳ παροῦσι συγκατακλίνεσθαι
那與稅吏和罪人同席的,就更不會拒絕與那些在婚筵中的人同坐了。
He who reclined at table with tax collectors and sinners, much more would not refuse to sit down together with those present at the wedding.
21:49
Οὐ μὴν οἱ καλέσαντες τὴν προσήκουσαν περὶ αὐτοῦ κρίσιν εἶχον, οὐδ' ὡς μέγαν τινὰ ἐκάλουν, ἀλλ' ἁπλῶς ὡς τῶν πολλῶν ἕνα καὶ ὡς γνώριμον
然而那些邀請祂的人並沒有對祂存著合宜的看法,也不是把祂當作某位偉大的人物來邀請,只不過是把祂當作眾人中的一個、當作一位熟識的人來相邀而已。
Yet those who invited Him did not hold the estimation of Him that was fitting, nor did they invite Him as some great personage, but simply as one of the many and as an acquaintance.
21:50
Καὶ τοῦτο ᾐνίξατο εὐαγγελιστὴς εἰπών·
福音書作者也暗示了這一點,他說:
And the Evangelist hinted at this when he said:
21:51
Ἦν δὲ μήτηρ τοῦ Ἰησοῦ ἐκεῖ, καὶ οἱ ἀδελφοὶ αὐτοῦ
「耶穌的母親在那裡,祂的弟兄也在那裡。」
'Now the mother of Jesus was there, and His brethren.'
21:52
Ὥσπερ οὖν ἐκείνην καὶ τοὺς ἀδελφοὺς ἐκάλεσαν, ἐκάλεσαν καὶ τὸν Ἰησοῦν
所以,正如他們邀請了她和祂的弟兄一樣,他們也照樣邀請了耶穌。
As, therefore, they invited her and His brethren, so also they invited Jesus.
21:53
Καὶ ὑστερήσαντος οἴνου, λέγει μήτηρ αὐτοῦ·
酒用盡了的時候,祂的母親對祂說:
And when the wine ran short, His mother says to Him:
21:54
Ἄξιον ἐνταῦθα ζητῆσαι, πόθεν ἐπῆλθε τῇ μητρὶ μέγα τι φαντασθῆναι περὶ τοῦ παιδός
在此值得探究:這位母親為何會生出念頭,對她的兒子存著某種偉大的想像。
It is worth inquiring here whence it came into the mother's mind to imagine something great concerning her Son.
21:55
Οὐδὲ γὰρ σημεῖον ἦν τι πεποιηκώς
因為祂那時還未曾行過任何神蹟。
For He had not yet worked any sign.
21:56
Ταύτην γὰρ, φησὶν, ἀρχὴν ἐποίησε τῶν σημείων Ἰησοῦς ἐν Κανᾷ τῆς Γαλιλαίας
經上說:「這是耶穌所行神蹟的起頭,是在加利利的迦拿行的。」
'For this,' he says, 'Jesus did as the beginning of His signs in Cana of Galilee.'
21:57
Εἰ δὲ λέγοι τις, μὴ εἶναι τοῦτο τεκμήριον ἱκανὸν τοῦ ταύτην ἀρχὴν εἶναι τῶν σημείων, διὰ τὸ ἁπλῶς προσκεῖσθαι, Ἐν Κανᾷ τῆς Γαλιλαίας, ὡς ἐγχωροῦν πρῶτον ἐκεῖ γεγενῆσθαι, μὴ μέντοι πάντως καὶ πρῶτον ( εἰκὸς γὰρ αὐτὸν ἀλλαχοῦ πεποιηκέναι ἕτερα
但若有人說,這並不足以證明這是神蹟的起頭,因為經上只是單單加上「在加利利的迦拿」這句話,彷彿這只是在那地方所行的第一個神蹟,卻未必就是一切神蹟中最先的一個(因為祂很可能已在別處行過別的神蹟)——
But if someone should say that this is not sufficient proof that this was the beginning of the signs, on the ground that it is simply added, 'in Cana of Galilee,' as though it were possible that this was the first sign done there, but not necessarily the very first of all (for it is likely that He had done others elsewhere)—
21:58
ἐκεῖνο πρὸς αὐτὸν ἐροῦμεν, καὶ ἔμπροσθεν εἴπομεν
對這樣的人,我們要說我們先前所說過的那件事。
to him we will say that very thing which we said before.
21:59
Ποῖον δὴ τοῦτο; Ὅπερ Ἰωάννης φησίν·
那麼,這是什麼呢?就是約翰所說的那句話:
What, then, is this? That which John says:
21:60
ἀλλ' ἵνα φανερωθῇ τῷ Ἰσραὴλ, διὰ τοῦτο ἦλθον βαπτίζων
「乃是為要叫祂顯明給以色列人,我因此來用水施洗。」
'but that He might be made manifest to Israel, for this cause came I baptizing.'
21:61
Εἰ δὲ κατὰ τὴν πρώτην ἡλικίαν ἐθαυματούργει, οὐκ ἂν ἐδεήθη. σαν Ἰσραηλῖται ἑτέρου τοῦ φανερώσοντος αὐτόν
然而,倘若祂在最初的年歲就行過奇事,以色列人就不需要另有一位來將祂顯明了。
But if He had worked wonders during His earliest years, the Israelites would not have needed another to make Him manifest.
21:62
γὰρ εἰς ἄνδρας ἐλθὼν, καὶ οὕτως ἀπὸ τῶν θαυμάτων οὐ τοῖς ἐν Ἰουδαίᾳ γνωρισθεὶς μόνον, ἀλλὰ καὶ τοῖς ἐν Συρίᾳ καὶ περαιτέρω, καὶ ταῦτα ἐν τρισὶν ἔτεσι μόνον ταῦτα πεποιηκὼς, μᾶλλον δὲ οὐδὲ τῶν τριῶν τούτων δεηθεὶς εἰς τὸ δεῖξαι ἑαυτόν·
因為祂長大成人,就這樣藉著奇事被人認識——不僅為猶太地的人所知,也為敘利亞乃至更遠之地的人所知——而且這一切只在三年之內成就,甚至連這三年都不需要就顯明了自己;
For He who, on coming to manhood and thus becoming known from His wonders—not only to those in Judea but also to those in Syria and beyond—and this after doing these things in but three years, or rather not even needing those three years to show Himself forth;
21:63
εὐθέως γὰρ καὶ ἐκ τῆς πρώτης πανταχοῦ ἀκοὴ αὐτοῦ ἀπῆλθεν·
因為從一開始,關於祂的名聲就立時傳遍各處;
for straightway even from the very first the report of Him went out everywhere;
21:64
τοίνυν ἐν βραχεῖ καιρῷ οὕτω διὰ τοῦ πλήθους τῶν θαυμάτων ἐκλάμψας, ὥστε αὐτοῦ τὸ ὄνομα κατάδηλον γενέσθαι πᾶσι·
那麼,祂既在如此短的時間內,藉著眾多的奇事發出光輝,以致祂的名為眾人所熟知;
He, then, who in so short a time shone forth by the multitude of His wonders, so that His name became well known to all;
21:65
πολλῷ μᾶλλον εἰ παῖς ὢν ἐκ πρώτης ἡλικίας ἐθαυματούργει, ἐπὶ τοσοῦτον χρόνον οὐκ ἔμελλε λήσεσθαι
那麼更是如此:倘若祂自幼年、從最初的年歲就行奇事,就決不能在那麼長的時間裡隱藏不露。
much more, had He worked wonders as a child from His earliest years, He could not have remained hidden for so long a time.
21:66
Τά τε γὰρ γινόμενα παραδοξότερα ἂν ἔδοξεν εἶναι, ἅτε παρὰ μειρακίου γινόμενα, τε χρόνος διπλασίων καὶ τριπλασίων καὶ πολλῷ πλείων ἦν
因為所行的事會顯得更加奇異,既是出於一個孩童之手;而那段時間也會是兩倍、三倍,甚至遠遠更長。
For the things done would have seemed the more marvelous, as being done by a mere boy, and the time would have been double and triple and far greater.
21:67
Ἀλλὰ γὰρ οὐδὲν ἐποίησε παῖς ὤν·
但事實上,祂作孩童的時候並沒有行什麼事;
But in fact He did nothing while He was a child;
21:68
ἀλλ' ἓν τοῦτο μόνον ἐμαρτύρησεν Λουκᾶς, ὅτι ἐκαθέζετο δωδεκαετὴς ὢν τῶν διδασκάλων ἀκροώμενος, καὶ διὰ τῆς ἐρωτήσεως ἐδόκει θαυμαστὸς εἶναι·
路加只見證了這一件事,就是祂十二歲的時候坐著聽那些教師,並且藉著發問使人覺得祂奇妙。
rather Luke testified this one thing only, that at twelve years old He sat listening to the teachers, and by His questioning was thought to be marvelous.
21:69
καὶ ἄλλως δὲ εἰκότως καὶ κατὰ λόγον οὐκ ἤρξατο τῶν σημείων ἐκ πρώτης ἡλικίας εὐθέως
而且從另一方面看,祂沒有從最初的年歲就立即開始行神蹟,也是合情合理、合乎那安排的。
And in another way too, with good reason and consistently with the plan, He did not begin His signs straightway from His earliest years.
21:70
Ἐνόμισαν γὰρ ἂν φαντασίαν εἶναι τὸ πρᾶγμα
因為人會以為這事不過是一種幻象。
For they would have thought the matter to be a mere phantasm.
21:71
Εἰ γὰρ ἐν ἡλικίᾳ γενομένου πολλοὶ τοῦτο ὑπώπτευσαν, πολλῷ μᾶλλον, ἐὰν μειράκιον ὢν κομιδῇ ἐθαυματούργει, καὶ θᾶττον δὲ καὶ πρὸ τοῦ προσήκοντος καιροῦ ἐπὶ τὸν σταυρὸν ὥρμησαν ἂν, τῇ βασκανίᾳ τηκόμενοι·
因為當祂已成年之時尚且有許多人這樣疑惑祂,那麼更是如此:倘若祂還是個小孩就行奇事,人們就會出於嫉妒的煎熬,更快、甚至在合宜的時候之前,就把祂送上十字架;
For if, when He had come to full age, many suspected this, much more, had He worked wonders while still quite a boy, they would even sooner and before the fitting time have rushed Him to the cross, being consumed with envy;
21:72
καὶ αὐτὰ τὰ τῆς οἰκονομίας δ' ἂν ἠπιστήθη πράγματα
並且那關乎救贖安排的一切事,也都會遭人不信。
and the very things pertaining to the divine dispensation would themselves have been disbelieved.
21:73
Πόθεν οὖν ἐπῆλθε τῇ μητρὶ μέγα τι φαντασθῆναι περὶ αὐτοῦ; φησίν
那麼有人會問:這位母親為何會生出念頭,對祂存著某種偉大的想像呢?
Whence, then, did it come to the mother to imagine something great concerning Him? one may ask.
21:74
Ἀποκαλύπτεσθαι λοιπὸν ἤρχετο, καὶ ἐξ Ἰωάννου κατάδηλος ἦν, καὶ ἀπὸ τῶν πρὸς τοὺς μαθητὰς εἰρημένων αὐτῷ·
此時祂已開始被顯明,藉著約翰漸漸為人所知,也藉著祂對門徒所說的話而顯明;
He was now beginning to be revealed, and was becoming manifest through John, and from the things spoken by Him to His disciples;
21:75
καὶ πρὸ τούτων δὲ ἁπάντων, αὐτὴ σύλληψις, καὶ τὰ μετὰ τὴν γέννησιν γενόμενα πάντα, μεγίστην αὐτῇ περὶ τοῦ παιδὸς ἐνέθηκε τὴν ὑπόνοιαν
而在這一切之先,那受孕本身,以及祂降生之後所發生的一切事,早已在她心中種下對這兒子極深的猜想。
and before all these things, the conception itself, and all that took place after the birth, had implanted in her a very great surmise concerning her Son.
21:76
Ἤκουσε γὰρ, φησὶ, πάντα τὰ περὶ τοῦ παιδός, Καὶ συνετήρει ἐν τῇ καρδίᾳ αὐτῆς
經上說:「她聽見了」關於這孩子的一切事,「就把這一切存在心裡。」
'For she heard,' he says, all the things concerning the Child, 'and kept them in her heart.'
21:77
Τίνος οὖν ἕνεκεν, φησὶν, οὐ πρὸ τούτου ταῦτα ἔλεγεν; Ὅτι, ὅπερ ἔφην, τότε λοιπὸν ἀρχὴν τοῦ φανεροῦσθαι ἐλάμβανε
那麼有人會問:她為何不在此之前就說這些話呢?正如我所說的,因為直到那時,祂才終於開始被顯明。
For what reason, then, one may ask, did she not speak these things before this? Because, as I said, it was then at last that He was receiving the beginning of His being made manifest.
21:78
Πρὸ μὲν γὰρ τούτου ὡς τῶν πολλῶν εἷς ὢν, οὕτω διῆγεν·
因為在此之前,祂是像眾人中的一個那樣度日;
For before this He passed His life as being one of the many;
21:79
ὅθεν οὐδὲ ἐθάῤῥει τοιοῦτόν τι πρὸς αὐτὸν μήτηρ εἰπεῖν
因此祂的母親甚至不敢向祂說出這樣的話。
wherefore His mother did not even venture to say any such thing to Him.
21:80
Ἐπειδὴ δὲ ἤκουσεν, ὅτι Ἰωάννης δι' αὐτὸν ἦλθε, καὶ ὅτι αὐτῷ ἐμαρτύρησεν ἅπερ ἐμαρτύρησε, καὶ ὅτι μαθητὰς ἔσχε, τότε λοιπὸν θαῤῥοῦσα παρακαλεῖ, καὶ ὑστερήσαντος οἴνου, λέγει·
但她既聽見約翰是為祂而來,並且約翰為祂作了他所作的見證,又聽見祂已有了門徒,於是她終於壯起膽來懇求祂;酒用盡了的時候,她就說:
But when she heard that John had come for His sake, and that he had borne to Him the witness which he did bear, and that He had disciples, then at last, taking courage, she entreats Him; and when the wine ran short, she says:
21:81
Ἐβούλετο γὰρ καὶ ἐκείνοις καταθέσθαι χάριν, καὶ ἑαυτὴν λαμπροτέραν ποιῆσαι διὰ τοῦ παιδός
因為她既想向那些人施個恩惠,也想藉著她的兒子使自己更顯榮耀。
For she wished both to lay up a favor with those people, and to render herself more illustrious through her Son.
21:82
Καὶ τάχα τι καὶ ἀνθρώπινον ἔπασχε, καθάπερ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, λέγοντες, Δεῖξον σεαυτὸν τῷ κόσμῳ, βουλόμενοι τὴν ἀπὸ τῶν θαυμάτων δόξαν καρπώσασθαι
或許她也懷著某種屬人的心思,正如祂的弟兄們一樣;他們曾說:「你該把自己顯明給世人看」,是想要收取那從奇事而來的榮耀。
And perhaps she was experiencing something merely human, just as His brethren also did, when they said, 'Show Thyself to the world,' wishing to reap the glory that comes from the wonders.
21:83
Διὰ τοῦτο καὶ αὐτὸς σφοδρότερον ἀπεκρίνατο, λέγων·
為這緣故,祂就回答得更加嚴厲,說:
For this cause He too answered the more vehemently, saying:
21:84
Τί ἐμοὶ καὶ σοὶ, γύναι; Οὔπω ἥκει ὥρα μου
「婦人,我與你有什麼相干呢?我的時候還沒有到。」
'Woman, what have I to do with thee? Mine hour is not yet come.'
21:85
Ἐπεὶ ὅτι σφόδρα ᾐδεῖτο τὴν τεκοῦσαν, ἄκουσον τοῦ Λουκᾶ διηγουμένου πῶς ὑποτεταγμένος τοῖς γονεῦσιν ἦν, καὶ αὐτοῦ δὲ τούτου τοῦ εὐαγγελιστοῦ δεικνύντος, πῶς αὐτῆς προενόησε καὶ παρ' αὐτὸν τοῦ σταυροῦ τὸν καιρόν
至於祂如何極其尊敬那生養祂的母親,你可以聽路加述說祂怎樣順服父母,也可以看這位福音書作者顯明祂怎樣在十字架的時刻仍為她預先安排。
For that He greatly reverenced her who bore Him, hear Luke relating how He was subject to His parents, and this same Evangelist showing how He provided for her even at the very time of the cross.
21:86
Ἔνθα μὲν γὰρ ἂν μηδὲν ἐμποδίζωσι, μηδὲ παρεγκόπτωσί τι τῶν κατὰ Θεὸν πραγμάτων οἱ γονεῖς, ἀναγκαῖον εἴκειν καὶ ὀφειλόμενον, καὶ τὸ μὴ τοῦτο ποιεῖν, κίνδυνος μέγας·
因為凡父母不加攔阻、也不妨礙任何屬神之事的地方,順從他們乃是必要且當盡的本分,不這樣行就有極大的危險;
For where parents put no hindrance, nor obstruct anything pertaining to the things of God, to yield to them is necessary and due, and not to do so is a great danger;
21:87
ὅταν δὲ ἀκαίρως τι ζητῶσι καὶ ἐγκόπτωσί τι τῶν πνευματικῶν, οὐκ ἀσφαλὲς πείθεσθαι
但當他們在不合宜的時候有所求,並且妨礙任何屬靈的事時,順從就不穩妥了。
but when they ask something unseasonably and hinder any of the spiritual things, it is not safe to obey.
21:88
Διὸ καὶ ἐνταῦθα οὕτως ἀπεκρίνατο, καὶ ἀλλαχοῦ πάλιν·
因此,祂在這裡這樣回答,在別處也再一次這樣說:
Wherefore both here He answered thus, and again elsewhere:
21:89
Τίς ἐστιν μήτηρ μου, καὶ τίνες εἰσὶν οἱ ἀδελφοί μου; Οὐδέπω γὰρ ἣν ἐχρῆν περὶ αὐτοῦ δόξαν εἶχον·
「誰是我的母親?誰是我的弟兄?」因為他們對祂還沒有存著應當有的看法;
'Who is My mother, and who are My brethren?' For they did not yet hold concerning Him the opinion which they ought;
21:90
ἀλλ' ἐπειδὴ. ὤδινεν αὐτὸν, ἠξίου κατὰ τὴν λοιπὴν τῶν μητέρων συνήθειαν, οὕτως ἅπαντα ἐπιτάττειν αὐτῷ, δέον ὡς Δεσπότην σέβειν καὶ προσκυνεῖν
只因她曾為祂受過生產之苦,就按著一般作母親的慣例,自以為可以在一切事上這樣吩咐祂,其實她本當像敬拜主一樣尊敬、跪拜祂。
but because she had travailed with Him, she claimed, after the remaining custom of mothers, thus to command Him in all things, though she ought to have revered and worshipped Him as Master.
21:91
Διὰ τοῦτο οὖν τότε οὕτως ἀπεκρίνατο
所以,正是為這緣故,祂那時才這樣回答。
For this cause, then, He answered thus at that time.
21:92
Ἐννόησον γὰρ οἷον ἦν παντὸς τοῦ λαοῦ καὶ τοῦ δήμου περιεστῶτος αὐτὸν, καὶ τοῦ πλήθους τῆς ἀκροάσεως ἐκκρεμαμένου, καὶ τῆς διδασκαλίας προτεθείσης, ἐκείνην παρελθοῦσαν μέσην, ἀπαγαγεῖν μὲν αὐτὸν τῆς παραινέσεως, ἰδίᾳ δὲ διαλέγεσθαι, μηδὲ ἔνδον ἀνέχεσθαι ἐλθεῖν, ἀλλ' ἕλκειν αὐτὸν ἔξω μόνον πρὸς ἑαυτήν
你且思想這是何等的一件事:當全體百姓和眾人都圍站在祂周圍,群眾都懸心傾聽,而教訓正在進行之際,她卻走到當中,把祂從勸勉之言中拉開,要私下與祂交談,甚至不肯進到裡面來,只把祂單獨拽到外面自己這裡。
For consider what a thing it was, when all the people and the multitude were standing round about Him, and the crowd was hanging upon His hearing, and the teaching was set forth, that she should come forward into the midst, and draw Him away from His exhortation, and converse with Him privately, not even enduring to come within, but dragging Him outside alone to herself.
21:93
Διὰ τοῦτο ἔλεγε, Τίς ἐστιν μήτηρ μου καὶ οἱ ἀδελφοί μου; οὐχ ὑβρίζων τὴν γεγεννηκυῖαν·
為這緣故祂才說:「誰是我的母親、我的弟兄?」——這並不是要羞辱那生養祂的母親;
For this cause He said, 'Who is My mother and My brethren?'—not insulting her who bore Him;
21:94
ἀλλ' ὠφελῶν τὰ μέγιστα, καὶ οὐκ ἀφιεὶς ταπεινὰ περὶ αὐτοῦ φρονεῖν
反倒是要施給她最大的益處,不容她對祂存著卑微的想法。
but conferring on her the greatest benefit, and not permitting her to think lowly things concerning Him.
21:95
Εἰ γὰρ τῶν ἄλλων ἐκήδετο, καὶ πάντα ἔπραττεν ὥστε ἐνθεῖναι αὐτοῖς τὴν προσήκουσαν περὶ αὐτοῦ δόξαν, πολλῷ μᾶλλον ἐπὶ μητρός
因為祂既顧念眾人,又行了一切事,好在他們心中種下對祂合宜的看法,那麼祂對自己的母親就更是如此。
For if He cared for the others, and did all things so as to implant in them the fitting opinion concerning Himself, much more did He so for His mother.
21:96
Ἐπειδὴ γὰρ εἰκὸς ἦν καὶ ἀκούσασαν παρὰ τοῦ παιδὸς μὴ βούλεσθαι μηδὲ οὕτω πεισθῆναι, ἀλλ' ἀξιοῦν ἑαυτὴν πανταχοῦ τῶν πρωτείων, ἅτε μητέρα οὖσαν·
因為她既是祂的母親,就很可能即使聽了兒子的話仍不肯服,也不因此就被說服,反倒處處自以為配得首位;
For since it was likely that even after hearing from her Son she would not be willing nor thus persuaded, but would deem herself worthy everywhere of the first place, as being His mother;
21:97
διὰ τοῦτο οὕτως ἀπεκρίνατο πρὸς τοὺς εἰπόντας
為這緣故,祂就這樣回答那些傳話的人。
for this cause He answered thus to those who had spoken.
21:98
Οὐδὲ γὰρ ἂν ἑτέρως αὐτὴν ἀνήγαγεν ἀπὸ τῆς ταπεινώσεως ταύτης πρὸς τὸ ὕψος ἐκεῖνο, εἰ προσεδόκα ὡς παρὰ παιδὸς ἀεὶ τιμηθήσεσθαι, ἀλλὰ μὴ ὡς Δεσπότην ἥξειν αὐτόν
因為倘若她一直指望像被兒子尊敬那樣受祂尊敬,而不是指望祂要以主的身分而來,祂就不能用別的方法把她從這卑微的地步引上那高處。
For He could not otherwise have led her up from this lowliness to that height, had she expected always to be honored by Him as by a son, and not that He would come as Master.
21:99
Καὶ ἐνταῦθα μὲν οὖν ταύτης ἕνεκεν τῆς προφάσεως ἔλεγε·
所以在這裡,祂正是為這緣故才說:
And here, then, it was for this reason that He said:
21:100
Τί ἐμοὶ καὶ σοὶ, γύναι; Καὶ δι' ἑτέραν δὲ ἀναγκαίαν αἰτίαν οὐχ ἧττον
「婦人,我與你有什麼相干呢?」而這同樣是為著另一個必要的緣故。
'Woman, what have I to do with thee?' And no less for another necessary cause.
21:101
Ποίαν δὲ ταύτην; Ὥστε μὴ ὑποπτευθῆναι τὰ γινόμενα θαύματα
這是什麼緣故呢?就是要使所行的奇事不致被人猜疑。
What was this? That the wonders being done might not be held in suspicion.
21:102
Παρὰ γὰρ τῶν δεομένων παρακληθῆναι ἐχρῆν, οὐ παρὰ τῆς μητρός
因為當求祂的,應是那些有需要的人,而不是祂的母親。
For He ought to have been entreated by those who were in need, not by His mother.
21:103
Τί δήποτε; Ὅτι τὰ μὲν ἐκ τῆς τῶν οἰκείων παρακλήσεως γινόμενα, κἂν μεγάλα , προσίσταται τοῖς
為什麼呢?因為那些藉著至親的懇求而行的事,即或是極大的事,也會叫旁觀的人生出反感;
Why so? Because the things done through the entreaty of one's own kin, even if they be great, give offense to the beholders;
21:104
ὅταν δὲ οἱ χρείαν ἔχοντες, οὗτοι δέωνται, ἀνύποπτον τὸ θαῦμα γίνεται, καὶ καθαρὸς ἔπαινος, καὶ πολλὴ ὠφέλεια
但當那些有需要的人自己提出請求時,這神蹟就毫無可疑之處,讚美也就純正,益處也就極大。
but when those who have the need themselves make the request, the miracle becomes free from suspicion, and the praise is pure, and the benefit is great.
21:105
Καὶ γὰρ ἰατρὸς εἴ τις ἄριστος, εἰς οἰκίαν καμνόντων πολλῶν εἰσελθὼν, παρὰ μὲν τῶν ἀῤῥωστούντων μηδὲν ἀκούοι μηδὲ τῶν προσηκόντων ἐκείνοις, ὑπὸ δὲ τῆς οἰκείας μητρὸς παρακαλοῖτο μόνης, ὕποπτός τε παρὰ τοῖς κάμνουσιν ἔσται καὶ ἐπαχθὴς, καὶ οὔτε τῶν κειμένων, οὔτε τῶν παρεστώτων αὐτοῖς οἰήσεταί τις αὐτὸν μέγα τι καὶ γενναῖον ἐπιδείξασθαι δύνασθαι
誠然,倘若有一位極高明的醫生,進到許多病人的家中,卻不聽那些病人或他們親屬的話,單單受自己母親的懇求,那麼病人就會既疑惑他,又覺得他討厭;無論是躺臥的病人,還是站在旁邊的人,都不會以為他能施展出什麼偉大高貴的醫術。
For indeed, if some most excellent physician, entering a house where many were sick, should hear nothing from the sick nor from their relatives, but should be entreated by his own mother alone, he would be both suspected and burdensome to the sick, and neither those lying ill nor those standing by them would think that he was able to display anything great and noble.
21:106
Διὸ καὶ τότε ἐπετίμησε, λέγων·
因此那時祂也責備她說:
Wherefore then too He rebuked her, saying:
21:107
Τί ἐμοὶ καὶ σοὶ, γύναι; παιδεύων αὐτὴν εἰς τὸ μέλλον μηκέτι τὰ τοιαῦτα ποιεῖν
「婦人,我與你有什麼相干呢?」——這是為著將來教導她不再作這樣的事。
'Woman, what have I to do with thee?'—training her for the future no longer to do such things.
21:108
Ἔμελε γὰρ αὐτῷ καὶ τῆς εἰς τὴν μητέρα τιμῆς, πολλῷ δὲ πλέον τῆς σωτηρίας τῆς κατὰ ψυχὴν, καὶ τῆς τῶν πολλῶν εὐεργεσίας, δι' ἣν καὶ τὴν σάρκα ὑπέδυ
因為祂既顧念當給母親的尊敬,更是遠遠顧念那屬乎魂(生命)的救恩,並顧念對眾人的恩惠——祂正是為著眾人的緣故才穿上了肉身。
For He cared both for the honor due to His mother, and much more for the salvation of the soul, and for the benefaction of the many, for whose sake He also put on the flesh.
21:109
Οὐ τοίνυν ἀπαυθαδιαζομένου πρὸς τὴν μητέρα ταῦτα τὰ ῥήματα ἦν, ἀλλ' οἰκονομίας πολλῆς ῥυθμιζούσης αὐτήν τε ἐκείνην, καὶ τὰ θαύματα μετὰ τῆς προσηκούσης γενέσθαι παρασκευαζούσης ἀξίας
所以,這些話並不是出於一位對母親傲慢無禮的人,而是出於一種宏大的安排,這安排既在規正她本人,也預備使那些奇事能以合宜的尊嚴而成就。
These words, therefore, were not those of one behaving arrogantly toward His mother, but of a great dispensation ordering both her herself, and making the wonders to be done with the fitting worthiness.
21:110
Ἐπεὶ ὅτι σφόδρα αὐτὴν ἐτίμα, καὶ χωρὶς τῶν ἄλλων αὐτὸ τοῦτο τὸ δοκοῦν ἐπιτιμητικῶς εἰρῆσθαι, μάλιστα ἱκανὸν ἐμφῆναι
至於祂如何極其尊敬她,這件事本身——姑且不論其他——雖似是以責備的口吻說出,卻最足以顯明這一點。
Since that He greatly honored her, this very thing—apart from all else—which seems to have been spoken by way of rebuke, is most sufficient to make manifest.
21:111
Τῷ γὰρ δυσχερᾶναι ἔδειξεν ὅτι σφόδρα αὐτὴν δυσωπεῖται
因為祂藉著那份為難,顯出祂對她心存極深的敬畏。
For by being reluctant He showed that He greatly stood in awe of her.
21:112
Πῶς δὲ καὶ τίνι τρόπῳ, τῇ ἑξῆς τοῦτο ἐροῦμεν
至於這是怎樣、以何種方式,我們要在下文述說。
But how, and in what manner, we will tell in what follows.
21:113
Ταῦτα οὖν ἐννοῶν, καὶ ὅταν ἀκούσῃς γυναικός τινος λεγούσης·
所以,你當思想這些事;並且每當你聽見某個婦人說:
Considering these things, therefore, and whenever you hear a certain woman saying:
21:114
Μακαρία κοιλία βαστάσασά σε, καὶ μαστοὶ οὓς ἐθήλασας·
「懷你胎的和乳養你的有福了」;
'Blessed is the womb that bore Thee, and the breasts which Thou didst suck';
21:115
εἶτα αὐτοῦ ἀποκρινομένου·
接著又聽見祂回答說:
and then Him answering:
21:116
Μενοῦν γε μακάριοι οἱ ποιοῦντες τὸ θέλημα τοῦ Πατρός μου·
「是的,那遵行我父旨意的人才是有福的」;
'Yea rather, blessed are they that do the will of My Father';
21:117
ἀπὸ τῆς αὐτῆς γνώμης κἀκεῖνα εἰρῆσθαι νόμιζε τὰ ῥήματα
你就當認定,那些話也是出於同樣的用意而說的。
consider that those words too were spoken from the same intent.
21:118
Οὐ γὰρ ἀπωθουμένου τὴν μητέρα ἀπόκρισις ἦν, ἀλλὰ δεικνύντος ὅτι οὐδὲν αὐτὴν τόκος ὤνησεν ἂν, εἰ μὴ σφόδρα ἦν ὤδινεν αὐτὸν, ἠξίου κατὰ τὴν λοιπὴν τῶν μητέρων συνήθειαν, οὕτως ἅπαντα ἐπιτάττειν αὐτῷ, δέον ὡς Δεσπότην σέβειν καὶ προσκυνεῖν
因為這回答並不是要推開祂的母親,而是要顯明:她生產祂這件事於她毫無益處,除非她自己十分良善而有信心。因為她雖曾為祂受過生產之苦,卻按著一般作母親的慣例,自以為可以在一切事上這樣吩咐祂,其實她本當像敬拜主一樣尊敬、跪拜祂。
For the answer was not that of one thrusting away His mother, but of one showing that her childbearing would have profited her nothing, unless she had been very good and faithful. For while she had travailed with Him, she claimed, after the remaining custom of mothers, thus to command Him in all things, though she ought to have revered and worshipped Him as Master.
21:119
Διὰ τοῦτο οὖν τότε οὕτως ἀπεκρίνατο
因此,祂當時才如此回答。
For this reason, then, He answered as He did on that occasion.
21:120
Ἐννόησον γὰρ οἷον ἦν παντὸς τοῦ λαοῦ καὶ τοῦ δήμου περιεστῶτος αὐτὸν, καὶ τοῦ πλήθους τῆς ἀκροάσεως ἐκκρεμαμένου, καὶ τῆς διδασκαλίας προτεθείσης, ἐκείνην παρελθοῦσαν μέσην, ἀπαγαγεῖν μὲν αὐτὸν τῆς παραινέσεως, ἰδίᾳ δὲ διαλέγεσθαι, μηδὲ ἔνδον ἀνέχεσθαι ἐλθεῖν, ἀλλ' ἕλκειν αὐτὸν ἔξω μόνον πρὸς ἑαυτήν
你且想想,當眾百姓和整群民眾圍繞著祂,群眾正凝神聆聽祂的教訓,而教導正在進行之時,她卻走到眾人中間,把祂從勸勉中拉開,要私下與祂交談,甚至不肯進到裡面來,反倒把祂單獨拉到外面到自己那裡去,這是何等的光景。
For consider what it meant, while all the people and the whole crowd stood about Him, and the multitude hung upon His teaching, and the instruction was already set forth, that she should come forward into their midst, draw Him away from His exhortation, and converse with Him privately, not even consenting to come inside, but dragging Him out alone to herself.
21:121
Διὰ τοῦτο ἔλεγε, Τίς ἐστιν μήτηρ μου καὶ οἱ ἀδελφοί μου; οὐχ ὑβρίζων τὴν γεγεννηκυῖαν·
因此祂說:「誰是我的母親,誰是我的弟兄?」祂並非侮辱那生祂的,
For this reason He said, 「Who is My mother, and who are My brethren?」 — not insulting her who bore Him,
21:122
ἀλλ' ὠφελῶν τὰ μέγιστα, καὶ οὐκ ἀφιεὶς ταπεινὰ περὶ αὐτοῦ φρονεῖν
而是要賜給她最大的益處,不容她對祂懷有卑微的想法。
but rather conferring upon her the greatest benefit, and not permitting her to entertain lowly thoughts concerning Him.
21:123
Εἰ γὰρ τῶν ἄλλων ἐκήδετο, καὶ πάντα ἔπραττεν ὥστε ἐνθεῖναι αὐτοῖς τὴν προσήκουσαν περὶ αὐτοῦ δόξαν, πολλῷ μᾶλλον ἐπὶ μητρός
因為若祂連為別人也如此掛慮,行事總要在他們心中種下對自己合宜的看法,何況對祂的母親,豈不更是如此。
For if He took care for the rest, and did everything so as to implant in them a fitting opinion concerning Himself, much more would He do so in the case of His mother.
21:124
Ἐπειδὴ γὰρ εἰκὸς ἦν καὶ ἀκούσασαν παρὰ τοῦ παιδὸς μὴ βούλεσθαι μηδὲ οὕτω πεισθῆναι, ἀλλ' ἀξιοῦν ἑαυτὴν πανταχοῦ τῶν πρωτείων, ἅτε μητέρα οὖσαν·
既然她即使聽了兒子的話,也很可能不願意、也不會就此信服,反倒因自己是母親,處處要為自己爭取首位,
For since it was likely that she, even after hearing from her Son, would not be willing nor thus be persuaded, but would claim for herself the first place everywhere, inasmuch as she was His mother,
21:125
διὰ τοῦτο οὕτως ἀπεκρίνατο πρὸς τοὺς εἰπόντας
因此祂才這樣回答那些對祂說話的人。
for this reason He answered thus to those who had spoken.
21:126
Οὐδὲ γὰρ ἂν ἑτέρως αὐτὴν ἀνήγαγεν ἀπὸ τῆς ταπεινώσεως ταύτης πρὸς τὸ ὕψος ἐκεῖνο, εἰ προσεδόκα ὡς παρὰ παιδὸς ἀεὶ τιμηθήσεσθαι, ἀλλὰ μὴ ὡς Δεσπότην ἥξειν αὐτόν
因為若她期望總要像被兒子尊敬那樣受祂的尊崇,而不知祂乃是要以主的身分而來,祂就無法用別的方法把她從這卑微提升到那高處。
For He could not otherwise have lifted her up from this lowliness to that height, if she expected always to be honored by Him as by a son, and not that He would come as her Master.
21:127
Καὶ ἐνταῦθα μὲν οὖν ταύτης ἕνεκεν τῆς προφάσεως ἔλεγε·
所以在這裡,祂正是為著這緣故才說:
And here, then, it was for this reason that He said,
21:128
Τί ἐμοὶ καὶ σοὶ, γύναι; Καὶ δι' ἑτέραν δὲ ἀναγκαίαν αἰτίαν οὐχ ἧττον
「婦人,我與你有甚麼相干?」此外還有另一個同樣必要的緣由,
「What have I to do with thee, O woman?」 And for another necessary cause no less,
21:129
Ποίαν δὲ ταύτην; Ὥστε μὴ ὑποπτευθῆναι τὰ γινόμενα θαύματα
這緣由是甚麼呢?就是要使所行的神蹟不致引人猜疑。
And what was this? That the miracles which were being wrought should not fall under suspicion.
21:130
Παρὰ γὰρ τῶν δεομένων παρακληθῆναι ἐχρῆν, οὐ παρὰ τῆς μητρός
因為理當是由那些有需要的人來懇求祂,而不是由祂母親來求。
For it was fitting that He should be entreated by those in need, not by His mother.
21:131
Τί δήποτε; Ὅτι τὰ μὲν ἐκ τῆς τῶν οἰκείων παρακλήσεως γινόμενα, κἂν μεγάλα , προσίσταται τοῖς ὁρῶσι πολλάκις·
為甚麼呢?因為凡因至親請求而行的事,縱然是大事,也常使旁觀的人生反感;
And why so? Because the things done at the request of one's own kin, even if they be great, often give offense to those who behold them;
21:132
ὅταν δὲ οἱ χρείαν ἔχοντες, οὗτοι δέωνται, ἀνύποπτον τὸ θαῦμα γίνεται, καὶ καθαρὸς ἔπαινος, καὶ πολλὴ ὠφέλεια
但當那些真有需要的人親自求告時,神蹟便毫無可疑之處,稱讚也純正,益處也甚大。
but when those who have need are themselves the ones who ask, the miracle becomes free from suspicion, the praise is pure, and the benefit is great.
21:133
Καὶ γὰρ ἰατρὸς εἴ τις ἄριστος, εἰς οἰκίαν καμνόντων πολλῶν εἰσελθὼν, παρὰ μὲν τῶν ἀῤῥωστούντων μηδὲν ἀκούοι μηδὲ τῶν προσηκόντων ἐκείνοις, ὑπὸ δὲ τῆς οἰκείας μητρὸς παρακαλοῖτο μόνης, ὕποπτός τε παρὰ τοῖς κάμνουσιν ἔσται καὶ ἐπαχθὴς, καὶ οὔτε τῶν κειμένων, οὔτε τῶν παρεστώτων αὐτοῖς οἰήσεταί τις αὐτὸν μέγα τι καὶ γενναῖον ἐπιδείξασθαι δύνασθαι
正如某位極高明的醫生,進入一戶許多病人躺臥的家中,若不聽病人自己或他們親屬的訴求,卻單單受自己母親的請託,那些病人就會對他起疑、覺得他討厭,無論是躺臥的病人還是在旁照料的人,都不會認為他能施展甚麼偉大高超的醫術。
For indeed, if some excellent physician, having entered a house where many lay sick, should hear nothing from the sick themselves nor from their relatives, but be entreated by his own mother alone, he would be regarded with suspicion and as burdensome by the sufferers, and neither those lying ill nor those standing by them would suppose that he could display anything great or noble.
21:134
Διὸ καὶ τότε ἐπετίμησε, λέγων·
因此祂那時也責備她說:
Wherefore then also He rebuked her, saying,
21:135
Τί ἐμοὶ καὶ σοὶ, γύναι; παιδεύων αὐτὴν εἰς τὸ μέλλον μηκέτι τὰ τοιαῦτα ποιεῖν
「婦人,我與你有甚麼相干?」祂是要教導她日後不再行這樣的事。
「What have I to do with thee, woman?」 — instructing her not to do such things again in time to come.
21:136
Ἔμελε γὰρ αὐτῷ καὶ τῆς εἰς τὴν μητέρα τιμῆς, πολλῷ δὲ πλέον τῆς σωτηρίας τῆς κατὰ ψυχὴν, καὶ τῆς τῶν πολλῶν εὐεργεσίας, δι' ἣν καὶ τὴν σάρκα ὑπέδυ
因為祂固然顧念對母親當有的尊敬,卻更加顧念靈魂的救恩和眾人所得的益處,祂正是為此才取了肉體。
For He cared indeed also for the honor due to His mother, but much more for the salvation of the soul and for the benefiting of the many, for the sake of which He also put on the flesh.
21:137
Οὐ τοίνυν ἀπαυθαδιαζομένου πρὸς τὴν μητέρα ταῦτα τὰ ῥήματα ἦν, ἀλλ'
所以這些話並非出於對母親傲慢的態度,而是
These words, then, were not those of one dealing arrogantly with His mother, but
21:138
οἰκονομίας πολλῆς ῥυθμιζούσης αὐτήν τε ἐκείνην, καὶ τὰ θαύματα μετὰ τῆς προσηκούσης γενέσθαι παρασκευαζούσης ἀξίας
出於極大的安排,這安排一面調整她本人,一面使神蹟得以帶著合宜的尊嚴成就。
of a great dispensation which was ordering both her herself, and preparing that the miracles should be done with the honor that befitted them.
21:139
Ἐπεὶ ὅτι σφόδρα αὐτὴν ἐτίμα, καὶ χωρὶς τῶν ἄλλων αὐτὸ τοῦτο τὸ δοκοῦν ἐπιτιμητικῶς εἰρῆσθαι, μάλιστα ἱκανὸν ἐμφῆναι
至於祂極尊重她這一點,單就這句看似責備的話本身,除了其他證據之外,就最足以顯明了。
For that He greatly honored her, this very thing which seems to have been spoken by way of rebuke is, apart from the rest, most sufficient to show.
21:140
Τῷ γὰρ δυσχερᾶναι ἔδειξεν ὅτι σφόδρα αὐτὴν δυσωπεῖται
因為祂的不情願正顯出祂對她心存極大的敬重。
For by being reluctant He showed that He greatly stood in awe of her.
21:141
Πῶς δὲ καὶ τίνι τρόπῳ, τῇ ἑξῆς τοῦτο ἐροῦμεν
至於是怎樣、以何種方式,這我們要在下文再說。
But how and in what manner, this we shall tell in what follows.
21:142
Ταῦτα οὖν ἐννοῶν, καὶ ὅταν ἀκούσῃς γυναικός τινος λεγούσης·
所以你當思想這些事;每當你聽見有一個婦人說:
Considering these things, then, and whenever you hear a certain woman saying,
21:143
Μακαρία κοιλία βαστάσασά σε, καὶ μαστοὶ οὓς ἐθήλασας·
「懷你胎的和乳養你的有福了」,
「Blessed is the womb that bore Thee, and the breasts which Thou didst suck,」
21:144
εἶτα αὐτοῦ ἀποκρινομένου·
接著又聽見祂回答說:
and then Him answering,
21:145
Μενοῦν γε μακάριοι οἱ ποιοῦντες τὸ θέλημα τοῦ Πατρός μου·
「是的,那遵行我父旨意的人更有福了」,
「Yea rather, blessed are they that do the will of My Father,」
21:146
ἀπὸ τῆς αὐτῆς γνώμης κἀκεῖνα εἰρῆσθαι νόμιζε τὰ ῥήματα
你就當認為那些話也是出於同樣的用意。
consider that those words too were spoken from the same intent.
21:147
Οὐ γὰρ ἀπωθουμένου τὴν μητέρα ἀπόκρισις ἦν, ἀλλὰ δεικνύντος ὅτι οὐδὲν αὐτὴν τόκος ὤνησεν ἂν, εἰ μὴ σφόδρα ἦν. ἀγαθὴ καὶ πιστή
因為那回答並非要棄絕祂的母親,而是要指明:她所生的並不能使她得甚麼益處,除非她是極其良善又忠信的。
For the answer was not that of one repelling His mother, but of one showing that her childbearing would have profited her nothing, had she not been exceedingly good and faithful.
21:148
Εἰ δὲ τὴν Μαρίαν οὐδὲν ὠφελεῖ χωρὶς τῆς κατὰ ψυχὴν ἀρετῆς, τὸ γεννηθῆναι παρ' αὐτῆς τὸν Χριστόν·
但若基督由馬利亞所生,若沒有靈裡的美德,對她也毫無益處,
But if it profited Mary nothing, apart from virtue of soul, that Christ was born of her,
21:149
πολλῷ μᾶλλον ἡμᾶς κἂν πατέρα, κἂν ἀδελφὸν, κἂν παῖδα ἔχωμεν ἐνάρετον καὶ γενναῖον, αὐτοὶ δὲ πόῤῥω ὦμεν τῆς ἀρετῆς τῆς ἐκείνου, οὐδὲν τοῦτο ὠφελῆσαι δυνήσεται
那麼我們就更是如此:縱然我們有一位有德行、又高尚的父親、弟兄或兒女,而我們自己卻遠離他的德行,這也絲毫不能使我們得益處。
much more, even though we have a father, or a brother, or a child that is virtuous and noble, while we ourselves are far from his virtue, this will be able to profit us nothing.
21:150
Ἀδελφὸς γὰρ, φησὶν Δαυῒδ, οὐ λυτροῦται, λυτρώσεται ἄνθρωπος; Ἐν οὐδενὶ γὰρ ἑτέρῳ, ἀλλ' ἐν μόνοις τοῖς οἰκείοις κατορθώμασι μετὰ τὴν τοῦ Θεοῦ χάριν τὰς ἐλπίδας τῆς σωτηρίας ἔχειν δεῖ
大衛說:「弟兄不能救贖,人豈能救贖呢?」因為在神的恩典之外,我們只能把得救的盼望寄託於自己所行的善事,而不能寄託於別的甚麼。
「For a brother,」 says David, 「doth not redeem; shall a man redeem?」 For in nothing else, but only in our own good deeds, after the grace of God, ought we to have the hopes of our salvation.
21:151
Ἐπεὶ εἰ τοῦτο ἔμελλεν ὠφελήσειν καθ' ἑαυτὸ τὴν παρθένον, ὠφέλησεν ἂν καὶ Ἰουδαίους ( συγγενὴς γὰρ ἦν αὐτῶν κατὰ σάρκα Χριστὸς), ὠφέλησεν ἂν καὶ τὴν πόλιν ἐν ἐτέχθη, ὠφέλησεν ἂν καὶ τοὺς ἀδελφούς
因為這若本身就能使童女得益處,那也就必使猶太人得益處了(因為按肉體說基督是他們的親屬),也必使祂所生之城得益處,也必使祂的弟兄得益處。
Since, if this were going to profit the Virgin of itself, it would have profited the Jews also (for Christ was their kinsman according to the flesh), it would have profited also the city in which He was born, it would have profited also His brethren.
21:152
Νῦν δὲ καὶ οἱ ἀδελφοὶ, ἕως μὲν ἑαυτῶν ἠμέλουν, οὐδὲν αὐτοὺς τὸ τῆς συγγενείας ἀξίωμα ὠφέλει, ἀλλὰ μετὰ τοῦ λοιποῦ κατεγινώσκοντο κόσμου·
然而事實上,祂的弟兄們只要疏忽了自己,這親屬的尊榮就絲毫無益於他們,反倒與世上其餘的人一同被定罪;
But as it was, His brethren also, so long as they neglected their own selves, were profited nothing by the dignity of kinship, but along with the rest of the world were condemned;
21:153
τότε δὲ ἐθαυμάσθησαν, ὅτε ἀπὸ τῆς οἰκείας ἔλαμψαν ἀρετῆς
只有當他們因自己的德行發光時,他們才受人敬佩。
but then they were admired, when they shone forth by their own virtue.
21:154
Ἀλλ' πόλις καὶ ἔπεσε καὶ ἐνεπρήσθη, μηδὲν ἀπὸ τούτου κερδάνασα·
至於那城,卻既傾倒又被焚燒,從此毫無所得;
But the city both fell and was burned, having gained nothing from this;
21:155
κατεσφάγησαν δὲ καὶ ἀπώλοντο σφόδρα ἐλεεινῶς καὶ οἱ κατὰ σάρκα συγγενεῖς, οὐδὲν ἀπὸ τῆς πρὸς αὐτὸν συγγενείας εἰς τὸ σωθῆναι κερδάναντες, ἐπειδὴ τὴν ἀπὸ τῆς ἀρετῆς προστασίαν οὐκ εἶχον
祂按肉體的親屬也被殺戮,極其可憐地滅亡了,並未因與祂的親屬關係而在得救上得著甚麼,因為他們沒有那從德行而來的庇護。
and His kinsmen according to the flesh were slaughtered and perished most pitiably, having gained nothing toward their salvation from their kinship with Him, since they had not the patronage that comes from virtue.
21:156
Πάντων δὲ μείζους ἀνεφάνησαν οἱ ἀπόστολοι, ἐπειδὴ τὸν ἀληθινὸν καὶ ζηλωτὸν τρόπον τῆς πρὸς αὐτὸν οἰκειώσεως μετῆλθον, τὸν διὰ τῆς ὑπακοῆς
但眾使徒卻顯為超乎一切,因為他們追求了那與祂親密的真實而可羨慕的方式,就是藉著順從而來的親密。
But greater than all appeared the apostles, since they pursued the true and enviable manner of intimacy with Him — that which is through obedience.
21:157
Κἀντεῦθεν οὖν μανθάνομεν, ὅτι πίστεως ἡμῖν πανταχοῦ χρεία, καὶ βίου λάμποντος καὶ φαιδροῦ
由此我們就學到:我們處處都需要信心,也需要光明燦爛的生活。
And from this, then, we learn that everywhere we have need of faith, and of a life that is bright and shining.
21:158
Τοῦτο γὰρ ἡμᾶς μόνον διασῶσαι δυνήσεται
因為惟有這才能救我們。
For this alone will be able to save us.
21:159
Ἐπειδὴ καὶ μέχρι πολλοῦ οἱ συγγενεῖς αὐτοῦ ἐθαυμάζοντο πανταχοῦ, οἳ καὶ Δεσπόσυνοι ἐλέγοντο·
雖然在很長一段時間裡,祂的親屬到處受人敬佩,他們也被稱為「主的族人」(Desposyni);
Since even for a long time His kinsmen were everywhere admired, who were also called 「the Lord's own」;
21:160
ἀλλ' ὅμως αὐτῶν μὲν οὐδὲ τὰ ὀνόματα ἴσμεν, τῶν δὲ ἀποστόλων καὶ βίος καὶ τὰ ὀνόματα ᾄδεται πανταχοῦ
但如今我們連他們的名字都不知道,而眾使徒的生平和名字卻處處被人傳頌。
yet nevertheless we do not even know their very names, whereas both the life and the names of the apostles are sung everywhere.
21:161
Μὴ τοίνυν μέγα φρονῶμεν ἐπὶ εὐγενείᾳ τῇ κατὰ σάρκα, ἀλλὰ κἂν μυρίους ἔχωμεν προγόνους θαυμαστοὺς, αὐτοὶ σπουδάσωμεν ὑπερβαλέσθαι τὰς ἐκείνων ἀρετὰς, εἰδότες ὅτι οὐδὲν ἀπὸ τῆς ἑτέρων σπουδῆς εἰς τὴν μέλλουσαν κερδανοῦμεν κρίσιν, ἀλλὰ καὶ τοῦτο κρῖμα ἔσται σφοδρότερον
所以我們不要因肉身的高貴出身而自高,即便我們有千萬位可敬的祖先,也當自己竭力超越他們的德行,因為要知道:在將來的審判中,我們絕不能從別人的殷勤得著甚麼益處,反倒這正要成為更嚴厲的判決。
Let us not, then, be high-minded over nobility according to the flesh, but even though we have ten thousand admirable ancestors, let us ourselves be earnest to surpass their virtues, knowing that we shall gain nothing from the diligence of others toward the coming judgment, but that this too will be a more severe condemnation.
21:162
Ἀγαθῶν γὰρ ὄντες πατέρων, καὶ οἴκοθεν ἔχοντες τὸ ὑπόδειγμα, οὐδὲ οὕτω μιμούμεθα τοὺς διδασκάλους
因為我們既是出於良善的父輩,又在自己家中就有榜樣,卻仍不效法我們的師表。
For being of good fathers, and having the example at home, not even so do we imitate our teachers.
21:163
Ταῦτα δὲ λέγω νῦν, ἐπειδὴ ὁρῶ Ἕλληνας πολλοὺς, ὅταν ἐπὶ τὴν πίστιν αὐτοὺς ἄγωμεν, καὶ παρακαλῶμεν γενέσθαι Χριστιανοὺς, ἐπὶ τοὺς συγγενεῖς καὶ τοὺς προγόνους καταφεύγοντας καὶ τὴν οἰκίαν, καὶ λέγοντας·
我如今說這些話,是因為我看見許多外邦人,當我們引領他們歸向信仰、勸他們作基督徒時,就躲到自己的親屬、祖先和家人背後,說:
And I say these things now, since I see many pagans, when we lead them toward the faith and exhort them to become Christians, taking refuge in their kinsmen and ancestors and household, and saying,
21:164
Πάντες οἱ προσήκοντές μοι καὶ ἐπιτήδειοι καὶ συνοικοῦντες, πιστοὶ Χριστιανοὶ τυγχάνουσι
「凡與我有關係的、親近的、同住的人,都是虔誠的基督徒。」
「All my relatives and close friends and those who dwell with me happen to be faithful Christians.」
21:165
Τί οὖν τοῦτο πρὸς σὲ, ἄθλιε καὶ ταλαίπωρε; Τοῦτο γάρ σε μάλιστα ἀπολεῖ, ὅτι οὐδὲ τὸ πλῆθος τῶν συνοικούντων αἰδεσθεὶς πρὸς τὴν ἀλήθειαν ἔδραμες
可憐又不幸的人哪,這對你有甚麼相干呢?這正要格外使你滅亡,因為你連對那許多同住之人也不存敬意,竟不奔向真理。
What then is this to thee, O wretched and miserable man? For this above all will destroy thee, that not even out of respect for the multitude of those dwelling with thee didst thou run to the truth.
21:166
Πάλιν ἄλλοι τινὲς, πιστοὶ μὲν ὄντες, βίου δὲ ἠμελημένως τυγχάνοντες, παρακαλούμενοι πρὸς ἀρετὴν, τὸ αὐτὸ δὴ τοῦτο προβάλλονται λέγοντες·
又有另一些人,他們固然是信徒,生活卻疏懶度日;當有人勸他們追求德行時,也搬出這同樣的藉口,說:
Again, certain others, being faithful indeed, but happening to live carelessly, when exhorted toward virtue, put forward this very same thing, saying,
21:167
πατὴρ ἐμὸς, καὶ πάππος, καὶ ἐπίπαππος σφόδρα εὐσεβεῖς καὶ σπουδαῖοι ἐτύγχανον ὄντες
「我的父親、祖父和曾祖父都極其敬虔、極其熱心。」
「My father, and my grandfather, and my great-grandfather happened to be exceedingly pious and earnest.」
21:168
Ἀλλὰ τοῦτο δή σε κατακρινεῖ μάλιστα, ὅτι τοιούτων ὢν ἔγγονος, ἀνάξια τῆς οἰκείας ἔπραξας ῥίζης
但這一點正要格外定你的罪,因為你既是這樣一些人的後裔,所行的事卻配不上自己的根源。
But this very thing will condemn thee most of all, that being the descendant of such men, thou hast done things unworthy of thine own root.
21:169
Ἄκουσον γὰρ Προφήτης τί φησι πρὸς τοὺς Ἰουδαίους·
你聽先知對猶太人所說的話:
For hear what the Prophet says to the Jews:
21:170
Ἐδούλευσεν Ἰσραὴλ ἐν γυναικὶ, καὶἐν γυναικὶ ἐφυλάξατο·
「以色列為娶妻而服事人,也為娶妻而看守羊群」;
「Israel served for a wife, and for a wife he kept watch;」
21:171
καὶ πάλιν Χριστὸς, Ἀβραὰμ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν·
基督又說:「你們的祖宗亞伯拉罕歡歡喜喜地仰望我的日子」;
and again Christ says, 「Abraham your father rejoiced that he might see My day;」
21:172
Καὶ πανταχοῦ τὰ τῶν προγόνων κατορθώματα οὐ μόνον ἀντ' ἐγκωμίων, ἀλλὰ καὶ ἀντὶ μείζονος αὐτοῖς προσ. φέρουσι τῆς κατηγορίας
他們處處提起祖先的善行,並不是作為對他們的稱讚,反倒是作為更大的控告。
and everywhere they bring forward the good deeds of the ancestors not as praises for them, but even as a greater accusation.
21:173
εἰδότες, καὶ ἡμεῖς ἅπαντα πράττωμεν, ὥστε διὰ τῶν οἰκείων ἔργων σωθῆναι δυνηθῆναι, ἵνα μὴ μάτην ἑαυτοὺς ταῖς εἰς ἑτέρους ἀπατήσαντες ἐλπίσι, τότε μάθωμεν ὅτι μάτην ἠπατήθημεν, ὅτε τῆς γνώσεως ἡμῖν ταύτης. ὄφελος οὐδέν
既知道這事,我們也當凡事竭力,好使自己能藉著自己的行為得救,免得我們徒然用寄託於別人的盼望欺哄自己,到了這知識對我們毫無用處的時候,才知道自己是徒然被欺哄了。
Knowing this, then, let us also do all things, so that we may be able to be saved through our own works, lest, having in vain deceived ourselves with hopes placed in others, we then learn that we were vainly deceived, when this knowledge is of no benefit to us.
21:174
Ἐν γὰρ τῷ ᾅδῃ, φησὶ, τίς ἐξομολογήσεταί σοι; Οὐκοῦν ἐνταῦθα μετανοήσωμεν, ὥστε τῶν αἰωνίων τυχεῖν ἀγαθῶν, ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ δόξα καὶ τὸ κράτος, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων
經上說:「在陰間有誰稱謝你呢?」所以我們當趁今生悔改,好得著那永遠的美福。願我們眾人都因我們的主耶穌基督的恩典和祂對人的慈愛而得著這福;願榮耀權能藉著祂並與祂一同,連同聖靈,都歸與父,直到世世代代。阿們。
「For in Hades,」 it says, 「who shall confess to Thee?」 Therefore let us repent here, so as to obtain the eternal good things, which may it be granted to us all to attain, by the grace and love toward mankind of our Lord Jesus Christ, through whom and with whom to the Father be glory and might, together with the Holy Spirit, unto the ages of ages. Amen.
← 第 20 章第 22 章 →
01234567891011121314151617181920212223242526272829303132333435363738394041424344454647484950515253545556575859606162636465666768697071727374757677787980818283848586878889