📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 希臘教父 › 十二使徒遺訓

十二使徒遺訓 第 16 章

希臘文原文.8 節.部分字詞可點開查義

← 第 15 章
16:1
Γρηγορεῖτε ὑπὲρ τῆς ζωῆς ὑμῶν: οἱ λύχνοι ὑμῶν μὴ σβεσθήτωσαν, καὶ αἱ ὀσφύες ὑμῶν μὴ ἐκλυέσθωσαν, ἀλλὰ γίνεσθε ἕτοιμοι: οὐ γὰρ οἴδατε τὴν ὤραν, ἐν κύριος ἡμῶν ἔρχεται
你們要為自己的生命儆醒;不要讓你們的燈熄滅,也不要讓你們的腰鬆懈,乃要豫備妥當;因為你們不知道我們的主來的是哪一個時辰。
Watch over your life; let your lamps not be quenched, and let your loins not be ungirded, but be ready; for you do not know the hour in which our Lord comes.
16:2
πυκνῶς δὲ συναχθήσεσθε ζητοῦντες τὰ ἀνήκοντα ταῖς ψυχαῖς ὑμῶν: οὐ γὰρ ὠφελήσει ὑμᾶς πᾶς χρόνος τῆς πίστεως ὑμῶν, ἐὰν μὴ ἐν τῷ ἐσχάτῳ καιρῷ τελειωθῆτε
你們要常常聚集,尋求關乎你們魂的事;因為你們信主的全部年日,若不在末後的時候得以成全,對你們就毫無益處。
And you shall gather together frequently, seeking the things that pertain to your souls; for the whole time of your faith will not profit you, unless you are made perfect in the last time.
16:3
ἐν γὰρ ταῖς ἐσχάταις ἡμέραις πληθυνθήσονται οἱ ψευδοπροφῆται καὶ οἱ φθορεῖς, καὶ στραφήσονται τὰ πρόβατα εἰς λύκους, καὶ ἀγάπη στραφήσεται εἰς μῖσος
因為在末後的日子,假申言者和敗壞人的必增多,羊要變為狼,愛要變為恨。
For in the last days the false prophets and the corrupters shall be multiplied, and the sheep shall be turned into wolves, and love shall be turned into hatred.
16:4
αὐξανούσης γὰρ τῆς ἀνομίας μισήσουσιν ἀλλήλους καὶ διώξουσι καὶ παραδώσουσι, καὶ τότε φανήσεται κοσμοπλανὴς ὡς υἱὸς θεοῦ, καὶ ποιήσει σημεῖα καὶ τέρατα, καὶ γῆ παραδοθήσεται εἰς χεῖρας αὐτοῦ, καὶ ποιήσει ἀθέμιτα, οὐδέποτε γέγονεν ἐξ αἰῶνος
因為不法的事既增多,人就要彼此恨惡、逼迫、出賣;那時,那迷惑世界的就要顯現,如同神的兒子,並要行神蹟奇事,地要交在他手中,他要行那些從世界起初以來從未有過的不法之事。
For as lawlessness increases, they shall hate one another and shall persecute and betray; and then the deceiver of the world shall appear as a son of God, and shall do signs and wonders, and the earth shall be delivered into his hands, and he shall do lawless things which have never been done since the beginning of the age.
16:5
τότε ἥξει κτίσις τῶν ἀνθρώπων εἰς τὴν πύρωσιν τῆς δοκιμασίας, καὶ σκανδαλισθήσονται πολλοὶ καὶ ἀπολοῦνται, οἱ δὲ ὑπομείναντες ἐν τῇ πίστει αὐτῶν σωθήσονται ὑπ αὐτοῦ τοῦ καταθέματος
那時,受造的世人要進入那如火試煉的考驗,許多人要跌倒滅亡;但那些在信心裡忍耐到底的,必蒙拯救,乃要從那受咒詛者自己的手下得救。
Then the creation of men shall come into the fiery trial of testing, and many shall be offended and shall perish; but those who endure in their faith shall be saved by the Accursed One Himself.
16:6
καὶ τότε φανήσεται τὰ σημεῖα τῆς ἀληθείας: πρῶτον σημεῖον ἐκπετάσεως ἐν οὐρανῷ, εἶτα σημεῖον φωνῆς σάλπιγγος, καὶ τὸ τρίτον ἀνάστασις νεκρῶν
那時,真理的兆頭要顯現:第一個兆頭是天開了,其次是號筒的響聲,第三是死人復活。
And then the signs of the truth shall appear: first the sign of an opening in heaven, then the sign of the sound of the trumpet, and the third, the resurrection of the dead.
16:7
οὐ πάντων δέ, ἀλλ̓ ὡς ἐρρέθη: Ἥξει κύριος καὶ πάντες οἱ ἅγιοι μετ̓ αὐτοῦ
但不是所有的人都復活,乃是照所說的:主必要來臨,眾聖徒也與祂同來。
Yet not of all, but as it was said: The Lord shall come, and all the saints with Him.
16:8
τότε ὄψεται κόσμος τὸν κύριον ἐρχόμενον ἐπάνω τῶν νεφελῶν τοῦ οὐρανοῦ
那時,世人要看見主駕著天上的雲降臨。
Then the world shall see the Lord coming upon the clouds of heaven.
← 第 15 章
12345678910111213141516