📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 希臘教父 › 十二使徒遺訓

十二使徒遺訓 第 3 章

希臘文原文.10 節.部分字詞可點開查義

← 第 2 章第 4 章 →
3:1
Τέκνον μου, φεῦγε ἀπὸ παντὸς πονηροῦ καὶ ἀπὸ παντὸς ὁμοίου αὐτοῦ
我的孩子,要逃避一切的惡,也要逃避一切與惡相似的事。
My child, flee from every evil thing, and from everything resembling it.
3:2
μὴ γίνου ὀργίλος, ὁδηγεῖ γὰρ ὀργὴ πρὸς τὸν φόνον, μηδὲ ζηλωτὴς μηδὲ ἐριστικὸς μηδὲ θυμικός: ἐκ γὰρ τούτων ἁπάντων φόνοι γεννῶνται
不要動怒,因為怒氣引人到兇殺;也不要嫉妒、好爭競、暴躁;因為這一切都會生出兇殺。
Do not become angry, for anger leads to murder; nor jealous, nor quarrelsome, nor hot-tempered; for from all these murders are begotten.
3:3
τέκνον μου, μὴ γίνου ἐπιθυμητής, ὁδηγεῖ γὰρ ἐπιθυμία πρὸς τὴν πορνείαν, μηδὲ αἰσχρολόγος μηδὲ ὑψηλόφθαλμος: ἐκ γὰρ τούτων ἁπάντων μοιχεῖαι γεννῶνται
我的孩子,不要放縱私慾,因為私慾引人到淫亂;也不要說污穢的話,不要眼目放蕩;因為這一切都會生出姦淫。
My child, do not become lustful, for lust leads to fornication; nor foul-mouthed, nor lewd of eye; for from all these adulteries are begotten.
3:4
τέκνον μου, μὴ γίνου οἰωνοσκόπος. ἐπειδὴ ὁδηγεῖ εἰς τὴν εἰδωλολατρίαν, μηδὲ ἐπαοιδὸς μηδὲ μαθηματικὸς μηδὲ περικαθαίρων, μηδὲ θέλε αὐτὰ βλέπειν: ἐκ γὰρ τούτων ἁπάντων εἰδωλολατρία γεννᾶται
我的孩子,不要觀兆頭,因為它引人到拜偶像;也不要念咒、占星、行潔淨術,更不要願意觀看這些事;因為這一切都會生出拜偶像的事。
My child, do not be an observer of omens, since it leads to idolatry; nor an enchanter, nor an astrologer, nor a purifier, nor be willing to look at these things; for from all these idolatry is begotten.
3:5
τέκνον μου, μὴ γίνου ψεύστης. ἐπειδὴ ὁδηγεῖ τὸ ψεῦσμα εἰς τὴν κλοπήν, μηδὲ φιλάργυρος μηδὲ κενόδοξος: ἐκ γὰρ τούτων ἁπάντων κλοπαὶ γεννῶνται
我的孩子,不要說謊,因為謊言引人到偷竊;也不要貪愛錢財,不要好虛榮;因為這一切都會生出偷竊的事。
My child, do not be a liar, since lying leads to theft; nor a lover of money, nor vainglorious; for from all these thefts are begotten.
3:6
τέκνον μου, μὴ γίνου γόγγυσος, ἐπειδὴ ὁδηγεῖ εἰς τὴν βλασφημίαν, μηδὲ αὐθάδης μηδὲ πονηρόφρων: ἐκ γὰρ τούτων ἀπάντων βλασφημίαι γεννῶνται
我的孩子,不要發怨言,因為它引人到褻瀆;也不要剛愎自用,不要心懷惡念;因為這一切都會生出褻瀆的話。
My child, do not be a grumbler, since it leads to blasphemy; nor self-willed, nor evil-minded; for from all these blasphemies are begotten.
3:7
ἴσθι δὲ πραΰς, ἐπεὶ οἱ πραεῖς κληρονομήσουσι τὴν γῆν:
你倒要溫柔,因為溫柔的人必承受地土。
But be meek, since the meek shall inherit the earth.
3:8
γίνου μακρόθυμος καὶ ἐλεήμων καὶ ἄκακος καὶ ἡσύχιος καὶ ἀγαθὸς καὶ τρέμων τοὺς λόγους διὰ παντός, οὓς ἤκουσας
要恆久忍耐、滿有憐憫、純真無偽、安靜、良善,並要時常敬畏所聽見的話。
Be long-suffering and merciful and guileless and quiet and good, and always trembling at the words which you have heard.
3:9
οὐχ ὑψώσεις σεαυτὸν οὐδὲ δώσεις τῇ ψυχῇ σου θράσος. οὐ κολληθήσεται ψυχή σου μετὰ ὑψηλῶν, ἀλλὰ μετὰ δικαίων καὶ ταπεινῶν ἀναστραφήσῃ
不可自高自大,也不可放縱你的心。你的魂不可與高傲的人聯合,乃要與義人和謙卑的人同住。
You shall not exalt yourself, nor give boldness to your soul. Your soul shall not be joined with the lofty, but you shall dwell with the righteous and the humble.
3:10
τὰ συμβαίνοντά σοι ἐνεργήματα ὡς ἀγαθὰ προσδέξῃ, εἰδὼς ὅτι ἄτερ θεοῦ οὐδὲν γίνεται
凡臨到你身上的事,你都要當作美善的接受,知道若沒有神,甚麼也不會發生。
You shall accept the things that happen to you as good, knowing that nothing comes to pass apart from God.
← 第 2 章第 4 章 →
12345678910111213141516