📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 希臘教父 › 坡旅甲致腓立比人書

坡旅甲致腓立比人書 第 1 章

希臘文原文.4 節.部分字詞可點開查義

第 2 章 →
1:sal
Πολύκαρπος καὶ οἱ σὺν αὐτῷ πρεσβύτεροι τῇ ἐκκλησίᾳ τοῦ θεοῦ τῇ παροικούσῃ Φιλίππους: ἔλεος ὑμῖν καὶ εἰρήνη παρὰ θεοῦ παντοκράτορος καὶ Ἰησοῦ Χριστοῦ τοῦ σωτῆρος ἡμῶν πληθυνθείη
坡旅甲和同他在一起的眾長老,致旅居腓立比的神的教會:願憐憫與平安,從全能的神和我們的救主耶穌基督,多多地加給你們。
Polycarp and the elders with him, to the church of God that sojourns at Philippi: may mercy and peace from God Almighty and Jesus Christ our Saviour be multiplied to you.
1:1
Συνεχάρην ὑμῖν μεγάλως ἐν τῷ κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ, δεξαμένοις τὰ μιμήματα τῆς ἀληθοῦς ἀγάπης καὶ προπέμψασιν, ὡς ἐπέβαλεν ὑμῖν, τοὺς ἐνειλημένους τοῖς ἁγιοπρεπέσιν δεσμοῖς, ἅτινά ἐστιν διαδήματα τῶν ἀληθῶς ὑπὸ θεοῦ καὶ τοῦ κυρίου ἡμῶν ἐκλελεγμένων:
我在我們的主耶穌基督裡與你們大大歡喜,因為你們既接待了那些真實之愛的榜樣,又照著本分護送了那些戴著與聖徒相稱的鎖鏈的人;這些鎖鏈正是那些真為神和我們的主所揀選之人的冠冕。
I rejoiced greatly with you in our Lord Jesus Christ, because you received the imitations of true love and, as was fitting for you, sent on their way those bound with chains befitting the saints—chains that are diadems of those truly chosen by God and our Lord;
1:2
καὶ ὅτι βεβαία τῆς πίστεως ὑμῶν ῥίζα, ἐξ ἀρχαίων καταγγελλομένη χρόνων, μέχρι νῦν διαμένει καὶ καρποφορεῖ εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ὃς ὑπέμεινεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν ἕως θανάτου καταντῆσαι, ὃν ἤγειρεν θεός, λύσας τὰς ὠδῖνας τοῦ ᾅδου:
也因為你們信心那堅固的根基,從遠古的時代就被傳揚,直到如今仍然長存,並向著我們的主耶穌基督結出果子;祂為我們的罪忍受苦難,直到面對死亡,神卻叫祂復活,解除了陰間的痛苦。
and because the firm root of your faith, proclaimed from ancient times, still remains until now and bears fruit unto our Lord Jesus Christ, who endured for our sins even to the point of facing death, whom God raised up, having loosed the pangs of Hades;
1:3
εἰς ὃν οὐκ ἰδόντες πιστεύετε χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ, εἰς ἣν πολλοὶ ἐπιθυμοῦσιν εἰσελθεῖν, εἰδότες, ὅτι χάριτί ἐστε σεσωσμένοι, οὐκ ἐξ ἔργων, ἀλλὰ θελήματι θεοῦ διὰ Ἰησοῦ Χριστοῦ
你們雖然沒有見過祂,卻信祂,並且有說不出來、滿有榮光的喜樂——這是許多人渴望進入的喜樂——你們知道你們得救是本乎恩,不是出於行為,乃是藉著耶穌基督出於神的旨意。
in whom, though you have not seen him, you believe with joy unspeakable and full of glory—a joy into which many desire to enter—knowing that you are saved by grace, not of works, but by the will of God through Jesus Christ.
第 2 章 →
1234567891011121314