📜 Verbum
Scripture and the Fathers, read aloud in the original

← All books · Septuagint › 1 Kings

1 Kings 11

Greek original · 39 verses · some words can be tapped for a gloss

← ch. 10ch. 12 →
📖 This chapter exists in 3 other originals — side by side (Hebrew Old Testament, Vulgate, Ge'ez Bible)
11:1
καὶ βασιλεὺς Σαλωμων ἦν φιλογύναιος καὶ ἦσαν αὐτῷ ἄρχουσαι ἑπτακόσιαι καὶ παλλακαὶ τριακόσιαι καὶ ἔλαβεν γυναῖκας ἀλλοτρίας καὶ τὴν θυγατέρα Φαραω Μωαβίτιδας Αμμανίτιδας Σύρας καὶ Ιδουμαίας Χετταίας καὶ Αμορραίας
Now King Solomon loved many foreign women, together with the daughter of Pharaoh: women of the Moabites, Ammonites, Edomites, Sidonians, and Hittites,
所羅門王在法老的女兒之外,又寵愛許多外邦女子,就是摩押女子、亞捫女子、以東女子、西頓女子、赫人女子。
11:2
ἐκ τῶν ἐθνῶν ὧν ἀπεῖπεν κύριος τοῖς υἱοῖς Ισραηλ οὐκ εἰσελεύσεσθε εἰς αὐτούς καὶ αὐτοὶ οὐκ εἰσελεύσονται εἰς ὑμᾶς μὴ ἐκκλίνωσιν τὰς καρδίας ὑμῶν ὀπίσω εἰδώλων αὐτῶν εἰς αὐτοὺς ἐκολλήθη Σαλωμων τοῦ ἀγαπῆσαι
of the nations concerning which Yahweh said to the children of Israel, “You shall not go among them, neither shall they come among you, for surely they will turn away your heart after their gods.” Solomon joined to these in love.
論到這些國的人,耶和華曾曉諭以色列人說:「你們不可與她們往來相通,因為她們必誘惑你們的心去隨從她們的神。」所羅門卻戀愛這些女子。
11:4
καὶ ἐγενήθη ἐν καιρῷ γήρους Σαλωμων καὶ οὐκ ἦν καρδία αὐτοῦ τελεία μετὰ κυρίου θεοῦ αὐτοῦ καθὼς καρδία Δαυιδ τοῦ πατρὸς αὐτοῦ καὶ ἐξέκλιναν αἱ γυναῖκες αἱ ἀλλότριαι τὴν καρδίαν αὐτοῦ ὀπίσω θεῶν αὐτῶν
When Solomon was old, his wives turned away his heart after other gods; and his heart was not perfect with Yahweh his God, as the heart of David his father was.
所羅門年老的時候,他的妃嬪誘惑他的心去隨從別神,不效法他父親大衛誠誠實實地順服耶和華-他的上帝。
11:5
τότε ᾠκοδόμησεν Σαλωμων ὑψηλὸν τῷ Χαμως εἰδώλῳ Μωαβ καὶ τῷ βασιλεῖ αὐτῶν εἰδώλῳ υἱῶν Αμμων
For Solomon went after Ashtoreth the goddess of the Sidonians, and after Milcom the abomination of the Ammonites.
因為所羅門隨從西頓人的女神亞斯她錄和亞捫人可憎的神米勒公。
11:6
καὶ τῇ Ἀστάρτῃ βδελύγματι Σιδωνίων
Solomon did that which was evil in Yahweh’s sight, and didn’t go fully after Yahweh, as David his father did.
所羅門行耶和華眼中看為惡的事,不效法他父親大衛專心順從耶和華。
11:7
καὶ οὕτως ἐποίησεν πάσαις ταῖς γυναιξὶν αὐτοῦ ταῖς ἀλλοτρίαις ἐθυμίων καὶ ἔθυον τοῖς εἰδώλοις αὐτῶν
Then Solomon built a high place for Chemosh the abomination of Moab, on the mountain that is before Jerusalem, and for Molech the abomination of the children of Ammon.
所羅門為摩押可憎的神基抹和亞捫人可憎的神摩洛,在耶路撒冷對面的山上建築邱壇。
11:8
καὶ ἐποίησεν Σαλωμων τὸ πονηρὸν ἐνώπιον κυρίου οὐκ ἐπορεύθη ὀπίσω κυρίου ὡς Δαυιδ πατὴρ αὐτοῦ
So he did for all his foreign wives, who burned incense and sacrificed to their gods.
他為那些向自己的神燒香獻祭的外邦女子,就是他娶來的妃嬪也是這樣行。
11:9
καὶ ὠργίσθη κύριος ἐπὶ Σαλωμων ὅτι ἐξέκλινεν καρδίαν αὐτοῦ ἀπὸ κυρίου θεοῦ Ισραηλ τοῦ ὀφθέντος αὐτῷ δὶς
Yahweh was angry with Solomon, because his heart was turned away from Yahweh, the God of Israel, who had appeared to him twice,
耶和華向所羅門發怒,因為他的心偏離向他兩次顯現的耶和華-以色列的上帝。
11:10
καὶ ἐντειλαμένου αὐτῷ ὑπὲρ τοῦ λόγου τούτου τὸ παράπαν μὴ πορευθῆναι ὀπίσω θεῶν ἑτέρων καὶ φυλάξασθαι ποιῆσαι ἐνετείλατο αὐτῷ κύριος θεός
and had commanded him concerning this thing, that he should not go after other gods; but he didn’t keep that which Yahweh commanded.
耶和華曾吩咐他不可隨從別神,他卻沒有遵守耶和華所吩咐的。
11:11
καὶ εἶπεν κύριος πρὸς Σαλωμων ἀνθ’ ὧν ἐγένετο ταῦτα μετὰ σοῦ καὶ οὐκ ἐφύλαξας τὰς ἐντολάς μου καὶ τὰ προστάγματά μου ἐνετειλάμην σοι διαρρήσσων διαρρήξω τὴν βασιλείαν σου ἐκ χειρός σου καὶ δώσω αὐτὴν τῷ δούλῳ σου
Therefore Yahweh said to Solomon, “Because this is done by you, and you have not kept my covenant and my statutes, which I have commanded you, I will surely tear the kingdom from you, and will give it to your servant.
所以耶和華對他說:「你既行了這事,不遵守我所吩咐你守的約和律例,我必將你的國奪回,賜給你的臣子。
11:12
πλὴν ἐν ταῖς ἡμέραις σου οὐ ποιήσω αὐτὰ διὰ Δαυιδ τὸν πατέρα σου ἐκ χειρὸς υἱοῦ σου λήμψομαι αὐτήν
Nevertheless, I will not do it in your days, for David your father’s sake; but I will tear it out of your son’s hand.
然而,因你父親大衛的緣故,我不在你活着的日子行這事,必從你兒子的手中將國奪回。
11:13
πλὴν ὅλην τὴν βασιλείαν οὐ μὴ λάβω σκῆπτρον ἓν δώσω τῷ υἱῷ σου διὰ Δαυιδ τὸν δοῦλόν μου καὶ διὰ Ιερουσαλημ τὴν πόλιν ἣν ἐξελεξάμην
However, I will not tear away all the kingdom; but I will give one tribe to your son, for David my servant’s sake, and for Jerusalem’s sake which I have chosen.”
只是我不將全國奪回,要因我僕人大衛和我所選擇的耶路撒冷,還留一支派給你的兒子。」
11:14
καὶ ἤγειρεν κύριος σαταν τῷ Σαλωμων τὸν Αδερ τὸν Ιδουμαῖον καὶ τὸν Εσρωμ υἱὸν Ελιαδαε τὸν ἐν Ραεμμαθ Αδραζαρ βασιλέα Σουβα κύριον αὐτοῦ καὶ συνηθροίσθησαν ἐπ’ αὐτὸν ἄνδρες καὶ ἦν ἄρχων συστρέμματος καὶ προκατελάβετο τὴν Δαμασεκ καὶ ἦσαν σαταν τῷ Ισραηλ πάσας τὰς ἡμέρας Σαλωμων καὶ Αδερ Ιδουμαῖος ἐκ τοῦ σπέρματος τῆς βασιλείας ἐν Ιδουμαίᾳ
Yahweh raised up an adversary to Solomon: Hadad the Edomite. He was one of the king’s offspring in Edom.
耶和華使以東人哈達興起,作所羅門的敵人;他是以東王的後裔。
11:15
καὶ ἐγένετο ἐν τῷ ἐξολεθρεῦσαι Δαυιδ τὸν Εδωμ ἐν τῷ πορευθῆναι Ιωαβ ἄρχοντα τῆς στρατιᾶς θάπτειν τοὺς τραυματίας ἔκοψαν πᾶν ἀρσενικὸν ἐν τῇ Ιδουμαίᾳ
For when David was in Edom, and Joab the captain of the army had gone up to bury the slain, and had struck every male in Edom
先前大衛攻擊以東,元帥約押上去葬埋陣亡的人,將以東的男丁都殺了。
11:16
ὅτι ἓξ μῆνας ἐνεκάθητο ἐκεῖ Ιωαβ καὶ πᾶς Ισραηλ ἐν τῇ Ιδουμαίᾳ ἕως ὅτου ἐξωλέθρευσεν πᾶν ἀρσενικὸν ἐκ τῆς Ιδουμαίας
(for Joab and all Israel remained there six months, until he had cut off every male in Edom),
約押和以色列眾人在以東住了六個月,直到將以東的男丁盡都剪除。
11:17
καὶ ἀπέδρα Αδερ αὐτὸς καὶ πάντες ἄνδρες Ιδουμαῖοι τῶν παίδων τοῦ πατρὸς αὐτοῦ μετ’ αὐτοῦ καὶ εἰσῆλθον εἰς Αἴγυπτον καὶ Αδερ παιδάριον μικρόν
Hadad fled, he and certain Edomites of his father’s servants with him, to go into Egypt, when Hadad was still a little child.
那時哈達還是幼童;他和他父親的臣僕,幾個以東人逃往埃及。
11:18
καὶ ἀνίστανται ἄνδρες ἐκ τῆς πόλεως Μαδιαμ καὶ ἔρχονται εἰς Φαραν καὶ λαμβάνουσιν ἄνδρας μετ’ αὐτῶν καὶ ἔρχονται πρὸς Φαραω βασιλέα Αἰγύπτου καὶ εἰσῆλθεν Αδερ πρὸς Φαραω καὶ ἔδωκεν αὐτῷ οἶκον καὶ ἄρτους διέταξεν αὐτῷ
They arose out of Midian and came to Paran; and they took men with them out of Paran, and they came to Egypt, to Pharaoh king of Egypt, who gave him a house, and appointed him food, and gave him land.
他們從米甸起行,到了巴蘭;從巴蘭帶着幾個人來到埃及見埃及王法老;法老為他派定糧食,又給他房屋田地。
11:19
καὶ εὗρεν Αδερ χάριν ἐναντίον Φαραω σφόδρα καὶ ἔδωκεν αὐτῷ γυναῖκα ἀδελφὴν τῆς γυναικὸς αὐτοῦ ἀδελφὴν Θεκεμινας τὴν μείζω
Hadad found great favor in the sight of Pharaoh, so that he gave him as wife the sister of his own wife, the sister of Tahpenes the queen.
哈達在法老面前大蒙恩惠,以致法老將王后答比匿的妹子賜他為妻。
11:20
καὶ ἔτεκεν αὐτῷ ἀδελφὴ Θεκεμινας τῷ Αδερ τὸν Γανηβαθ υἱὸν αὐτῆς καὶ ἐξέθρεψεν αὐτὸν Θεκεμινα ἐν μέσῳ υἱῶν Φαραω καὶ ἦν Γανηβαθ ἐν μέσῳ υἱῶν Φαραω
The sister of Tahpenes bore him Genubath his son, whom Tahpenes weaned in Pharaoh’s house; and Genubath was in Pharaoh’s house among the sons of Pharaoh.
答比匿的妹子給哈達生了一個兒子,名叫基努拔。答比匿使基努拔在法老的宮裏斷奶,基努拔就與法老的眾子一同住在法老的宮裏。
11:21
καὶ Αδερ ἤκουσεν ἐν Αἰγύπτῳ ὅτι κεκοίμηται Δαυιδ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ὅτι τέθνηκεν Ιωαβ ἄρχων τῆς στρατιᾶς καὶ εἶπεν Αδερ πρὸς Φαραω ἐξαπόστειλόν με καὶ ἀποστρέψω εἰς τὴν γῆν μου
When Hadad heard in Egypt that David slept with his fathers, and that Joab the captain of the army was dead, Hadad said to Pharaoh, “Let me depart, that I may go to my own country.”
哈達在埃及聽見大衛與他列祖同睡,元帥約押也死了,就對法老說:「求王容我回本國去。」
11:22
καὶ εἶπεν Φαραω τῷ Αδερ τίνι σὺ ἐλαττονῇ μετ’ ἐμοῦ καὶ ἰδοὺ σὺ ζητεῖς ἀπελθεῖν εἰς τὴν γῆν σου καὶ εἶπεν αὐτῷ Αδερ ὅτι ἐξαποστέλλων ἐξαποστελεῖς με καὶ ἀνέστρεψεν Αδερ εἰς τὴν γῆν αὐτοῦ
Then Pharaoh said to him, “But what have you lacked with me, that behold, you seek to go to your own country?” He answered, “Nothing, however only let me depart.”
法老對他說:「你在我這裏有甚麼缺乏,你竟要回你本國去呢?」他回答說:「我沒有缺乏甚麼,只是求王容我回去。」
11:25
αὕτη κακία ἣν ἐποίησεν Αδερ καὶ ἐβαρυθύμησεν ἐν Ισραηλ καὶ ἐβασίλευσεν ἐν γῇ Εδωμ
He was an adversary to Israel all the days of Solomon, in addition to the mischief of Hadad. He abhorred Israel, and reigned over Syria.
所羅門活着的時候,哈達為患之外,利遜也作以色列的敵人。他恨惡以色列人,且作了亞蘭人的王。
11:26
καὶ Ιεροβοαμ υἱὸς Ναβατ Εφραθι ἐκ τῆς Σαριρα υἱὸς γυναικὸς χήρας δοῦλος Σαλωμων
Jeroboam the son of Nebat, an Ephraimite of Zeredah, a servant of Solomon, whose mother’s name was Zeruah, a widow, also lifted up his hand against the king.
所羅門的臣僕、尼八的兒子耶羅波安也舉手攻擊王。他是以法蓮支派的洗利達人,他母親是寡婦,名叫洗魯阿。
11:27
καὶ τοῦτο τὸ πρᾶγμα ὡς ἐπήρατο χεῖρας ἐπὶ βασιλέα Σαλωμων ᾠκοδόμησεν τὴν ἄκραν συνέκλεισεν τὸν φραγμὸν τῆς πόλεως Δαυιδ τοῦ πατρὸς αὐτοῦ
This was the reason why he lifted up his hand against the king: Solomon built Millo, and repaired the breach of his father David’s city.
他舉手攻擊王的緣故,乃由先前所羅門建造米羅,修補他父親大衛城的破口。
11:28
καὶ ἄνθρωπος Ιεροβοαμ ἰσχυρὸς δυνάμει καὶ εἶδεν Σαλωμων τὸ παιδάριον ὅτι ἀνὴρ ἔργων ἐστίν καὶ κατέστησεν αὐτὸν ἐπὶ τὰς ἄρσεις οἴκου Ιωσηφ
The man Jeroboam was a mighty man of valor; and Solomon saw that the young man was industrious, and he put him in charge of all the labor of the house of Joseph.
耶羅波安是大有才能的人。所羅門見這少年人殷勤,就派他監管約瑟家的一切工程。
11:29
καὶ ἐγενήθη ἐν τῷ καιρῷ ἐκείνῳ καὶ Ιεροβοαμ ἐξῆλθεν ἐξ Ιερουσαλημ καὶ εὗρεν αὐτὸν Αχιας Σηλωνίτης προφήτης ἐν τῇ ὁδῷ καὶ ἀπέστησεν αὐτὸν ἐκ τῆς ὁδοῦ καὶ Αχιας περιβεβλημένος ἱματίῳ καινῷ καὶ ἀμφότεροι ἐν τῷ πεδίῳ
At that time, when Jeroboam went out of Jerusalem, the prophet Ahijah the Shilonite found him on the way. Now Ahijah had clad himself with a new garment; and the two of them were alone in the field.
一日,耶羅波安出了耶路撒冷,示羅人先知亞希雅在路上遇見他;亞希雅身上穿着一件新衣。他們二人在田野,以外並無別人。
11:30
καὶ ἐπελάβετο Αχια τοῦ ἱματίου αὐτοῦ τοῦ καινοῦ τοῦ ἐπ’ αὐτῷ καὶ διέρρηξεν αὐτὸ δώδεκα ῥήγματα
Ahijah took the new garment that was on him, and tore it in twelve pieces.
亞希雅將自己穿的那件新衣撕成十二片,
11:31
καὶ εἶπεν τῷ Ιεροβοαμ λαβὲ σεαυτῷ δέκα ῥήγματα ὅτι τάδε λέγει κύριος θεὸς Ισραηλ ἰδοὺ ἐγὼ ῥήσσω τὴν βασιλείαν ἐκ χειρὸς Σαλωμων καὶ δώσω σοι δέκα σκῆπτρα
He said to Jeroboam, “Take ten pieces; for Yahweh, the God of Israel, says, ‘Behold, I will tear the kingdom out of the hand of Solomon and will give ten tribes to you
對耶羅波安說:「你可以拿十片。耶和華-以色列的上帝如此說:『我必將國從所羅門手裏奪回,將十個支派賜給你。(
11:32
καὶ δύο σκῆπτρα ἔσονται αὐτῷ διὰ τὸν δοῦλόν μου Δαυιδ καὶ διὰ Ιερουσαλημ τὴν πόλιν ἣν ἐξελεξάμην ἐν αὐτῇ ἐκ πασῶν φυλῶν Ισραηλ
(but he shall have one tribe, for my servant David’s sake and for Jerusalem’s sake, the city which I have chosen out of all the tribes of Israel),
我因僕人大衛和我在以色列眾支派中所選擇的耶路撒冷城的緣故,仍給所羅門留一個支派。)
11:33
ἀνθ’ ὧν κατέλιπέν με καὶ ἐποίησεν τῇ Ἀστάρτῃ βδελύγματι Σιδωνίων καὶ τῷ Χαμως καὶ τοῖς εἰδώλοις Μωαβ καὶ τῷ βασιλεῖ αὐτῶν προσοχθίσματι υἱῶν Αμμων καὶ οὐκ ἐπορεύθη ἐν ταῖς ὁδοῖς μου τοῦ ποιῆσαι τὸ εὐθὲς ἐνώπιον ἐμοῦ ὡς Δαυιδ πατὴρ αὐτοῦ
because they have forsaken me, and have worshiped Ashtoreth the goddess of the Sidonians, Chemosh the god of Moab, and Milcom the god of the children of Ammon. They have not walked in my ways, to do that which is right in my eyes, and to keep my statutes and my ordinances, as David his father did.
因為他離棄我,敬拜西頓人的女神亞斯她錄、摩押的神基抹,和亞捫人的神米勒公,沒有遵從我的道,行我眼中看為正的事,守我的律例典章,像他父親大衛一樣。
11:34
καὶ οὐ μὴ λάβω ὅλην τὴν βασιλείαν ἐκ χειρὸς αὐτοῦ διότι ἀντιτασσόμενος ἀντιτάξομαι αὐτῷ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ διὰ Δαυιδ τὸν δοῦλόν μου ὃν ἐξελεξάμην αὐτόν
“‘However, I will not take the whole kingdom out of his hand, but I will make him prince all the days of his life for David my servant’s sake whom I chose, who kept my commandments and my statutes,
但我不從他手裏將全國奪回;使他終身為君,是因我所揀選的僕人大衛謹守我的誡命律例。
11:35
καὶ λήμψομαι τὴν βασιλείαν ἐκ χειρὸς τοῦ υἱοῦ αὐτοῦ καὶ δώσω σοι τὰ δέκα σκῆπτρα
but I will take the kingdom out of his son’s hand and will give it to you, even ten tribes.
我必從他兒子的手裏將國奪回,以十個支派賜給你,
11:36
τῷ δὲ υἱῷ αὐτοῦ δώσω τὰ δύο σκῆπτρα ὅπως θέσις τῷ δούλῳ μου Δαυιδ πάσας τὰς ἡμέρας ἐνώπιον ἐμοῦ ἐν Ιερουσαλημ τῇ πόλει ἣν ἐξελεξάμην ἐμαυτῷ τοῦ θέσθαι ὄνομά μου ἐκεῖ
I will give one tribe to his son, that David my servant may have a lamp always before me in Jerusalem, the city which I have chosen for myself to put my name there.
還留一個支派給他的兒子,使我僕人大衛在我所選擇立我名的耶路撒冷城裏,在我面前長有燈光。
11:37
καὶ σὲ λήμψομαι καὶ βασιλεύσεις ἐν οἷς ἐπιθυμεῖ ψυχή σου καὶ σὺ ἔσῃ βασιλεὺς ἐπὶ τὸν Ισραηλ
I will take you, and you shall reign according to all that your soul desires, and shall be king over Israel.
我必揀選你,使你照心裏一切所願的,作王治理以色列。
11:38
καὶ ἔσται ἐὰν φυλάξῃς πάντα ὅσα ἂν ἐντείλωμαί σοι καὶ πορευθῇς ἐν ταῖς ὁδοῖς μου καὶ ποιήσῃς τὸ εὐθὲς ἐνώπιον ἐμοῦ τοῦ φυλάξασθαι τὰς ἐντολάς μου καὶ τὰ προστάγματά μου καθὼς ἐποίησεν Δαυιδ δοῦλός μου καὶ ἔσομαι μετὰ σοῦ καὶ οἰκοδομήσω σοι οἶκον πιστόν καθὼς ᾠκοδόμησα τῷ Δαυιδ
It shall be, if you will listen to all that I command you, and will walk in my ways, and do that which is right in my eyes, to keep my statutes and my commandments, as David my servant did, that I will be with you, and will build you a sure house, as I built for David, and will give Israel to you.
你若聽從我一切所吩咐你的,遵行我的道,行我眼中看為正的事,謹守我的律例誡命,像我僕人大衛所行的,我就與你同在,為你立堅固的家,像我為大衛所立的一樣,將以色列人賜給你。
11:40
καὶ ἐζήτησεν Σαλωμων θανατῶσαι τὸν Ιεροβοαμ καὶ ἀνέστη καὶ ἀπέδρα εἰς Αἴγυπτον πρὸς Σουσακιμ βασιλέα Αἰγύπτου καὶ ἦν ἐν Αἰγύπτῳ ἕως οὗ ἀπέθανεν Σαλωμων
Therefore Solomon sought to kill Jeroboam, but Jeroboam arose and fled into Egypt, to Shishak king of Egypt, and was in Egypt until the death of Solomon.
所羅門因此想要殺耶羅波安。耶羅波安卻起身逃往埃及;到了埃及王示撒那裏,就住在埃及,直到所羅門死了。
11:41
καὶ τὰ λοιπὰ τῶν ῥημάτων Σαλωμων καὶ πάντα ὅσα ἐποίησεν καὶ πᾶσαν τὴν φρόνησιν αὐτοῦ οὐκ ἰδοὺ ταῦτα γέγραπται ἐν βιβλίῳ ῥημάτων Σαλωμων
Now the rest of the acts of Solomon, and all that he did, and his wisdom, aren’t they written in the book of the acts of Solomon?
所羅門其餘的事,凡他所行的和他的智慧都寫在所羅門記上。
11:42
καὶ αἱ ἡμέραι ἃς ἐβασίλευσεν Σαλωμων ἐν Ιερουσαλημ τεσσαράκοντα ἔτη
The time that Solomon reigned in Jerusalem over all Israel was forty years.
所羅門在耶路撒冷作以色列眾人的王共四十年。
11:43
καὶ ἐκοιμήθη Σαλωμων μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἔθαψαν αὐτὸν ἐν πόλει Δαυιδ τοῦ πατρὸς αὐτοῦ καὶ ἐγενήθη ὡς ἤκουσεν Ιεροβοαμ υἱὸς Ναβατ καὶ αὐτοῦ ἔτι ὄντος ἐν Αἰγύπτῳ ὡς ἔφυγεν ἐκ προσώπου Σαλωμων καὶ ἐκάθητο ἐν Αἰγύπτῳ κατευθύνει καὶ ἔρχεται εἰς τὴν πόλιν αὐτοῦ εἰς τὴν γῆν Σαριρα τὴν ἐν ὄρει Εφραιμ καὶ βασιλεὺς Σαλωμων ἐκοιμήθη μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐβασίλευσεν Ροβοαμ υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ
Solomon slept with his fathers, and was buried in his father David’s city; and Rehoboam his son reigned in his place.
所羅門與他列祖同睡,葬在他父親大衛的城裏。他兒子羅波安接續他作王。
← ch. 10ch. 12 →
12345678910111213141516171819202122