📜 Verbum
Scripture and the Fathers, read aloud in the original

← All books · Septuagint › 1 Kings

1 Kings 7

Greek original · 50 verses · some words can be tapped for a gloss

← ch. 6ch. 8 →
📖 This chapter exists in 3 other originals — side by side (Hebrew Old Testament, Vulgate, Ge'ez Bible)
7:1
καὶ ἀπέστειλεν βασιλεὺς Σαλωμων καὶ ἔλαβεν τὸν Χιραμ ἐκ Τύρου
Solomon was building his own house thirteen years, and he finished all his house.
所羅門為自己建造宮室,十三年方才造成;
7:2
υἱὸν γυναικὸς χήρας καὶ οὗτος ἀπὸ τῆς φυλῆς Νεφθαλι καὶ πατὴρ αὐτοῦ ἀνὴρ Τύριος τέκτων χαλκοῦ καὶ πεπληρωμένος τῆς τέχνης καὶ συνέσεως καὶ ἐπιγνώσεως τοῦ ποιεῖν πᾶν ἔργον ἐν χαλκῷ καὶ εἰσήχθη πρὸς τὸν βασιλέα Σαλωμων καὶ ἐποίησεν πάντα τὰ ἔργα
For he built the House of the Forest of Lebanon. Its length was one hundred cubits, its width fifty cubits, and its height thirty cubits, on four rows of cedar pillars, with cedar beams on the pillars.
又建造黎巴嫩林宮,長一百肘,寬五十肘,高三十肘,有香柏木柱三 行,柱上有香柏木柁樑。
7:3
καὶ ἐχώνευσεν τοὺς δύο στύλους τῷ αιλαμ τοῦ οἴκου ὀκτωκαίδεκα πήχεις ὕψος τοῦ στύλου καὶ περίμετρον τέσσαρες καὶ δέκα πήχεις ἐκύκλου αὐτόν καὶ τὸ πάχος τοῦ στύλου τεσσάρων δακτύλων τὰ κοιλώματα καὶ οὕτως στῦλος δεύτερος
It was covered with cedar above over the forty-five beams that were on the pillars, fifteen in a row.
其上以香柏木為蓋,每行柱子十五根,共有四十五根。
7:4
καὶ δύο ἐπιθέματα ἐποίησεν δοῦναι ἐπὶ τὰς κεφαλὰς τῶν στύλων χωνευτὰ χαλκᾶ πέντε πήχεις τὸ ὕψος τοῦ ἐπιθέματος τοῦ ἑνός καὶ πέντε πήχεις τὸ ὕψος τοῦ ἐπιθέματος τοῦ δευτέρου
There were beams in three rows, and window was facing window in three ranks.
有窗戶三層,窗與窗相對。
7:5
καὶ ἐποίησεν δύο δίκτυα περικαλύψαι τὸ ἐπίθεμα τῶν στύλων καὶ δίκτυον τῷ ἐπιθέματι τῷ ἑνί καὶ δίκτυον τῷ ἐπιθέματι τῷ δευτέρῳ
All the doors and posts were made square with beams; and window was facing window in three ranks.
所有的門框都是厚木見方的,有窗戶三層,窗與窗相對。
7:6
καὶ ἔργον κρεμαστόν δύο στίχοι ῥοῶν χαλκῶν δεδικτυωμένοι ἔργον κρεμαστόν στίχος ἐπὶ στίχον καὶ οὕτως ἐποίησεν τῷ ἐπιθέματι τῷ δευτέρῳ
He made the hall of pillars. Its length was fifty cubits and its width thirty cubits, with a porch before them, and pillars and a threshold before them.
並建造有柱子的廊子,長五十肘,寬三十肘;在這廊前又有廊子,廊外有柱子和臺階。
7:7
καὶ ἔστησεν τοὺς στύλους τοῦ αιλαμ τοῦ ναοῦ καὶ ἔστησεν τὸν στῦλον τὸν ἕνα καὶ ἐπεκάλεσεν τὸ ὄνομα αὐτοῦ Ιαχουμ καὶ ἔστησεν τὸν στῦλον τὸν δεύτερον καὶ ἐπεκάλεσεν τὸ ὄνομα αὐτοῦ Βααζ
He made the porch of the throne where he was to judge, even the porch of judgment; and it was covered with cedar from floor to floor.
又建造一廊,其中設立審判的座位,這廊從地到頂都用香柏木遮蔽。
7:8
καὶ ἐπὶ τῶν κεφαλῶν τῶν στύλων ἔργον κρίνου κατὰ τὸ αιλαμ τεσσάρων πηχῶν
His house where he was to dwell, the other court within the porch, was of the same construction. He made also a house for Pharaoh’s daughter (whom Solomon had taken as wife), like this porch.
廊後院內有所羅門住的宮室;工作與這工作相同。所羅門又為所娶法老的女兒建造一宮,做法與這廊子一樣。
7:9
καὶ μέλαθρον ἐπ’ ἀμφοτέρων τῶν στύλων καὶ ἐπάνωθεν τῶν πλευρῶν ἐπίθεμα τὸ μέλαθρον τῷ πάχει
All these were of costly stones, even of stone cut according to measure, sawed with saws, inside and outside, even from the foundation to the coping, and so on the outside to the great court.
建造這一切所用的石頭都是寶貴的,是按着尺寸鑿成的,是用鋸裏外鋸齊的;從根基直到檐石,從外頭直到大院,都是如此。
7:10
καὶ ἐποίησεν τὴν θάλασσαν δέκα ἐν πήχει ἀπὸ τοῦ χείλους αὐτῆς ἕως τοῦ χείλους αὐτῆς στρογγύλον κύκλῳ τὸ αὐτό πέντε ἐν πήχει τὸ ὕψος αὐτῆς καὶ συνηγμένοι τρεῖς καὶ τριάκοντα ἐν πήχει ἐκύκλουν αὐτήν
The foundation was of costly stones, even great stones, stones of ten cubits and stones of eight cubits.
根基是寶貴的大石頭,有長十肘的,有長八肘的;
7:11
καὶ ὑποστηρίγματα ὑποκάτωθεν τοῦ χείλους αὐτῆς κυκλόθεν ἐκύκλουν αὐτήν δέκα ἐν πήχει κυκλόθεν ἀνιστᾶν τὴν θάλασσαν
Above were costly stones, even cut stone, according to measure, and cedar wood.
上面有香柏木和按着尺寸鑿成寶貴的石頭。
7:12
καὶ τὸ χεῖλος αὐτῆς ὡς ἔργον χείλους ποτηρίου βλαστὸς κρίνου καὶ τὸ πάχος αὐτοῦ παλαιστής
The great court around had three courses of cut stone with a course of cedar beams, like the inner court of Yahweh’s house and the porch of the house.
大院周圍有鑿成的石頭三層、香柏木一層,都照耶和華殿的內院和殿廊的樣式。
7:13
καὶ δώδεκα βόες ὑποκάτω τῆς θαλάσσης οἱ τρεῖς ἐπιβλέποντες βορρᾶν καὶ οἱ τρεῖς ἐπιβλέποντες θάλασσαν καὶ οἱ τρεῖς ἐπιβλέποντες νότον καὶ οἱ τρεῖς ἐπιβλέποντες ἀνατολήν καὶ πάντα τὰ ὀπίσθια εἰς τὸν οἶκον καὶ θάλασσα ἐπ’ αὐτῶν ἐπάνωθεν
King Solomon sent and brought Hiram out of Tyre.
所羅門王差遣人往泰爾去,將戶蘭召了來。
7:14
καὶ ἐποίησεν δέκα μεχωνωθ χαλκᾶς πέντε πήχεις μῆκος τῆς μεχωνωθ τῆς μιᾶς καὶ τέσσαρες πήχεις πλάτος αὐτῆς καὶ ἓξ ἐν πήχει ὕψος αὐτῆς
He was the son of a widow of the tribe of Naphtali, and his father was a man of Tyre, a worker in bronze; and he was filled with wisdom and understanding and skill to work all works in bronze. He came to King Solomon and performed all his work.
他是拿弗他利支派中一個寡婦的兒子,他父親是泰爾人,作銅匠的。戶蘭滿有智慧、聰明、技能,善於各樣銅作。他來到所羅門王那裏,做王一切所要做的。
7:15
καὶ τοῦτο τὸ ἔργον τῶν μεχωνωθ σύγκλειστον αὐτοῖς καὶ σύγκλειστον ἀνὰ μέσον τῶν ἐξεχομένων
For he fashioned the two pillars of bronze, eighteen cubits high apiece; and a line of twelve cubits encircled either of them.
他製造兩根銅柱,每根高十八肘,圍十二肘;
7:16
καὶ ἐπὶ τὰ συγκλείσματα αὐτῶν ἀνὰ μέσον τῶν ἐξεχομένων λέοντες καὶ βόες καὶ χερουβιν καὶ ἐπὶ τῶν ἐξεχομένων οὕτως καὶ ἐπάνωθεν καὶ ὑποκάτωθεν τῶν λεόντων καὶ τῶν βοῶν χῶραι ἔργον καταβάσεως
He made two capitals of molten bronze to set on the tops of the pillars. The height of the one capital was five cubits, and the height of the other capital was five cubits.
又用銅鑄了兩個柱頂安在柱上,各高五肘。
7:17
καὶ τέσσαρες τροχοὶ χαλκοῖ τῇ μεχωνωθ τῇ μιᾷ καὶ τὰ προσέχοντα χαλκᾶ καὶ τέσσαρα μέρη αὐτῶν ὠμίαι ὑποκάτω τῶν λουτήρων
There were nets of checker work and wreaths of chain work for the capitals which were on the top of the pillars: seven for the one capital, and seven for the other capital.
柱頂上有裝修的網子和擰成的鍊索,每頂七個。
7:18
καὶ χεῖρες ἐν τοῖς τροχοῖς ἐν τῇ μεχωνωθ καὶ τὸ ὕψος τοῦ τροχοῦ τοῦ ἑνὸς πήχεος καὶ ἡμίσους
So he made the pillars; and there were two rows of pomegranates around the one network, to cover the capitals that were on the top of the pillars; and he did so for the other capital.
網子周圍有兩行石榴遮蓋柱頂,兩個柱頂都是如此。
7:19
καὶ τὸ ἔργον τῶν τροχῶν ἔργον τροχῶν ἅρματος αἱ χεῖρες αὐτῶν καὶ οἱ νῶτοι αὐτῶν καὶ πραγματεία αὐτῶν τὰ πάντα χωνευτά
The capitals that were on the top of the pillars in the porch were of lily work, four cubits.
廊子的柱頂徑四肘,刻着百合花。
7:20
αἱ τέσσαρες ὠμίαι ἐπὶ τῶν τεσσάρων γωνιῶν τῆς μεχωνωθ τῆς μιᾶς ἐκ τῆς μεχωνωθ οἱ ὦμοι αὐτῆς
There were capitals above also on the two pillars, close by the belly which was beside the network. There were two hundred pomegranates in rows around the other capital.
兩柱頂的鼓肚上挨着網子,各有兩行石榴環繞,兩行共有二百。
7:21
καὶ ἐπὶ τῆς κεφαλῆς τῆς μεχωνωθ ἥμισυ τοῦ πήχεος μέγεθος στρογγύλον κύκλῳ ἐπὶ τῆς κεφαλῆς τῆς μεχωνωθ καὶ ἀρχὴ χειρῶν αὐτῆς καὶ τὰ συγκλείσματα αὐτῆς καὶ ἠνοίγετο ἐπὶ τὰς ἀρχὰς τῶν χειρῶν αὐτῆς
He set up the pillars at the porch of the temple. He set up the right pillar and called its name Jachin; and he set up the left pillar and called its name Boaz.
他將兩根柱子立在殿廊前頭:右邊立一根,起名叫雅斤;左邊立一根,起名叫波阿斯。
7:22
καὶ τὰ συγκλείσματα αὐτῆς χερουβιν καὶ λέοντες καὶ φοίνικες ἑστῶτα ἐχόμενον ἕκαστον κατὰ πρόσωπον αὐτοῦ ἔσω καὶ τὰ κυκλόθεν
On the tops of the pillars was lily work. So the work of the pillars was finished.
在柱頂上刻着百合花。這樣,造柱子的工就完畢了。
7:23
κατ’ αὐτὴν ἐποίησεν πάσας τὰς δέκα μεχωνωθ τάξιν μίαν καὶ μέτρον ἓν πάσαις
He made the molten sea ten cubits from brim to brim, round in shape. Its height was five cubits; and a line of thirty cubits encircled it.
他又鑄一個銅海,樣式是圓的,高五肘,徑十肘,圍三十肘。
7:24
καὶ ἐποίησεν δέκα χυτροκαύλους χαλκοῦς τεσσαράκοντα χοεῖς χωροῦντα τὸν χυτρόκαυλον τὸν ἕνα μετρήσει χυτρόκαυλος εἷς ἐπὶ τῆς μεχωνωθ τῆς μιᾶς ταῖς δέκα μεχωνωθ
Under its brim around there were buds which encircled it for ten cubits, encircling the sea. The buds were in two rows, cast when it was cast.
在海邊之下,周圍有野瓜的樣式;每肘十瓜,共有兩行,是鑄海的時候鑄上的。
7:25
καὶ ἔθετο τὰς δέκα μεχωνωθ πέντε ἀπὸ τῆς ὠμίας τοῦ οἴκου ἐκ δεξιῶν καὶ πέντε ἀπὸ τῆς ὠμίας τοῦ οἴκου ἐξ ἀριστερῶν καὶ θάλασσα ἀπὸ τῆς ὠμίας τοῦ οἴκου ἐκ δεξιῶν κατ’ ἀνατολὰς ἀπὸ τοῦ κλίτους τοῦ νότου
It stood on twelve oxen, three looking toward the north, and three looking toward the west, and three looking toward the south, and three looking toward the east; and the sea was set on them above, and all their hindquarters were inward.
有十二隻銅牛馱海:三隻向北,三隻向西,三隻向南,三隻向東;海在牛上,牛尾都向內。
7:26
καὶ ἐποίησεν Χιραμ τοὺς λέβητας καὶ τὰς θερμάστρεις καὶ τὰς φιάλας καὶ συνετέλεσεν Χιραμ ποιῶν πάντα τὰ ἔργα ἐποίησεν τῷ βασιλεῖ Σαλωμων ἐν οἴκῳ κυρίου
It was a hand width thick. Its brim was worked like the brim of a cup, like the flower of a lily. It held two thousand baths.
海厚一掌,邊如杯邊,又如百合花,可容二千罷特。
7:27
στύλους δύο καὶ τὰ στρεπτὰ τῶν στύλων ἐπὶ τῶν κεφαλῶν τῶν στύλων δύο καὶ τὰ δίκτυα δύο τοῦ καλύπτειν ἀμφότερα τὰ στρεπτὰ τῶν γλυφῶν τὰ ὄντα ἐπὶ τῶν στύλων
He made the ten bases of bronze. The length of one base was four cubits, four cubits its width, and three cubits its height.
他用銅製造十個盆座,每座長四肘,寬四肘,高三肘。
7:28
τὰς ῥόας τετρακοσίας ἀμφοτέροις τοῖς δικτύοις δύο στίχοι ῥοῶν τῷ δικτύῳ τῷ ἑνὶ περικαλύπτειν ἀμφότερα τὰ στρεπτὰ ἐπ’ ἀμφοτέροις τοῖς στύλοις
The work of the bases was like this: they had panels; and there were panels between the ledges;
座的造法是這樣:四面都有心子,心子在邊子當中,
7:29
καὶ τὰς μεχωνωθ δέκα καὶ τοὺς χυτροκαύλους δέκα ἐπὶ τῶν μεχωνωθ
and on the panels that were between the ledges were lions, oxen, and cherubim; and on the ledges there was a pedestal above; and beneath the lions and oxen were wreaths of hanging work.
心子上有獅子和牛,並基路伯;邊上有小座,獅子和牛以下有垂下的瓔珞。
7:30
καὶ τὴν θάλασσαν μίαν καὶ τοὺς βόας δώδεκα ὑποκάτω τῆς θαλάσσης
Every base had four bronze wheels and axles of bronze; and its four feet had supports. The supports were cast beneath the basin, with wreaths at the side of each.
每盆座有四個銅輪和銅軸。小座的四角上在盆以下,有鑄成的盆架,其旁都有瓔珞。
7:31
καὶ τοὺς λέβητας καὶ τὰς θερμάστρεις καὶ τὰς φιάλας καὶ πάντα τὰ σκεύη ἐποίησεν Χιραμ τῷ βασιλεῖ Σαλωμων τῷ οἴκῳ κυρίου καὶ οἱ στῦλοι τεσσαράκοντα καὶ ὀκτὼ τοῦ οἴκου τοῦ βασιλέως καὶ τοῦ οἴκου κυρίου πάντα τὰ ἔργα τοῦ βασιλέως ἐποίησεν Χιραμ χαλκᾶ ἄρδην
Its opening within the capital and above was a cubit. Its opening was round like the work of a pedestal, a cubit and a half; and also on its opening were engravings, and their panels were square, not round.
小座高一肘,口是圓的,彷彿座的樣式,徑一肘半,在口上有雕工,心子是方的,不是圓的。
7:32
οὐκ ἦν σταθμὸς τοῦ χαλκοῦ οὗ ἐποίησεν πάντα τὰ ἔργα ταῦτα ἐκ πλήθους σφόδρα οὐκ ἦν τέρμα τῷ σταθμῷ τοῦ χαλκοῦ
The four wheels were underneath the panels; and the axles of the wheels were in the base. The height of a wheel was a cubit and half a cubit.
四個輪子在心子以下,輪軸與座相連,每輪高一肘半。
7:33
ἐν τῷ περιοίκῳ τοῦ Ιορδάνου ἐχώνευσεν αὐτὰ βασιλεὺς ἐν τῷ πάχει τῆς γῆς ἀνὰ μέσον Σοκχωθ καὶ ἀνὰ μέσον Σιρα
The work of the wheels was like the work of a chariot wheel. Their axles, their rims, their spokes, and their hubs were all of cast metal.
輪的樣式如同車輪;軸、輞、輻、轂都是鑄的。
7:34
καὶ ἔδωκεν βασιλεὺς Σαλωμων τὰ σκεύη ἐποίησεν ἐν οἴκῳ κυρίου τὸ θυσιαστήριον τὸ χρυσοῦν καὶ τὴν τράπεζαν ἐφ’ ἧς οἱ ἄρτοι τῆς προσφορᾶς χρυσῆν
There were four supports at the four corners of each base. Its supports were of the base itself.
每座四角上都有盆架,是與座一同鑄成的。
7:35
καὶ τὰς λυχνίας πέντε ἐκ δεξιῶν καὶ πέντε ἐξ ἀριστερῶν κατὰ πρόσωπον τοῦ δαβιρ χρυσᾶς συγκλειομένας καὶ τὰ λαμπάδια καὶ τοὺς λύχνους καὶ τὰς ἐπαρυστρίδας χρυσᾶς
In the top of the base there was a round band half a cubit high; and on the top of the base its supports and its panels were the same.
座上有圓架,高半肘;座上有撐子和心子,是與座一同鑄的。
7:36
καὶ τὰ πρόθυρα καὶ οἱ ἧλοι καὶ αἱ φιάλαι καὶ τὰ τρύβλια καὶ αἱ θυίσκαι χρυσαῖ σύγκλειστα καὶ τὰ θυρώματα τῶν θυρῶν τοῦ οἴκου τοῦ ἐσωτάτου ἁγίου τῶν ἁγίων καὶ τὰς θύρας τοῦ οἴκου τοῦ ναοῦ χρυσᾶς
On the plates of its supports and on its panels, he engraved cherubim, lions, and palm trees, each in its space, with wreaths all around.
在撐子和心子上刻着基路伯、獅子,和棕樹,周圍有瓔珞。
7:37
καὶ ἀνεπληρώθη πᾶν τὸ ἔργον ἐποίησεν Σαλωμων οἴκου κυρίου καὶ εἰσήνεγκεν Σαλωμων τὰ ἅγια Δαυιδ τοῦ πατρὸς αὐτοῦ καὶ πάντα τὰ ἅγια Σαλωμων τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη ἔδωκεν εἰς τοὺς θησαυροὺς οἴκου κυρίου
He made the ten bases in this way: all of them had one casting, one measure, and one form.
十個盆座都是這樣,鑄法、尺寸、樣式相同。
7:38
καὶ τὸν οἶκον αὐτοῦ ᾠκοδόμησεν Σαλωμων τρισκαίδεκα ἔτεσιν
He made ten basins of bronze. One basin contained forty baths. Every basin measured four cubits. One basin was on every one of the ten bases.
又用銅製造十個盆,每盆可容四十罷特。盆徑四肘,在那十座上,每座安設一盆。
7:39
καὶ ᾠκοδόμησεν τὸν οἶκον δρυμῷ τοῦ Λιβάνου ἑκατὸν πήχεις μῆκος αὐτοῦ καὶ πεντήκοντα πήχεις πλάτος αὐτοῦ καὶ τριάκοντα πηχῶν ὕψος αὐτοῦ καὶ τριῶν στίχων στύλων κεδρίνων καὶ ὠμίαι κέδριναι τοῖς στύλοις
He set the bases, five on the right side of the house and five on the left side of the house. He set the sea on the right side of the house eastward and toward the south.
五個安在殿門的右邊,五個放在殿門的左邊;又將海放在殿門的右旁,就是南邊。
7:40
καὶ ἐφάτνωσεν τὸν οἶκον ἄνωθεν ἐπὶ τῶν πλευρῶν τῶν στύλων καὶ ἀριθμὸς τῶν στύλων τεσσαράκοντα καὶ πέντε δέκα καὶ πέντε στίχος
Hiram made the pots, the shovels, and the basins. So Hiram finished doing all the work that he worked for King Solomon in Yahweh’s house:
戶蘭又造了盆、鏟子,和盤子。這樣,他為所羅門王做完了耶和華殿的一切工。
7:41
καὶ μέλαθρα τρία καὶ χώρα ἐπὶ χώραν τρισσῶς
the two pillars; the two bowls of the capitals that were on the top of the pillars; the two networks to cover the two bowls of the capitals that were on the top of the pillars;
所造的就是:兩根柱子和柱上兩個如球的頂;並兩個蓋柱頂的網子;
7:42
καὶ πάντα τὰ θυρώματα καὶ αἱ χῶραι τετράγωνοι μεμελαθρωμέναι καὶ ἀπὸ τοῦ θυρώματος ἐπὶ θύραν τρισσῶς
the four hundred pomegranates for the two networks; two rows of pomegranates for each network, to cover the two bowls of the capitals that were on the pillars;
和四百石榴,安在兩個網子上,每網兩行,蓋着兩個柱上如球的頂;
7:43
καὶ τὸ αιλαμ τῶν στύλων πεντήκοντα πηχῶν μῆκος καὶ τριάκοντα ἐν πλάτει ἐζυγωμένα αιλαμ ἐπὶ πρόσωπον αὐτῶν καὶ στῦλοι καὶ πάχος ἐπὶ πρόσωπον αὐτῆς τοῖς αιλαμμιν
the ten bases; the ten basins on the bases;
十個座和其上的十個盆;
7:44
καὶ τὸ αιλαμ τῶν θρόνων οὗ κρινεῖ ἐκεῖ αιλαμ τοῦ κριτηρίου
the one sea; the twelve oxen under the sea;
海和海下的十二隻牛;
7:45
καὶ οἶκος αὐτῷ ἐν καθήσεται ἐκεῖ αὐλὴ μία ἐξελισσομένη τούτοις κατὰ τὸ ἔργον τοῦτο καὶ οἶκον τῇ θυγατρὶ Φαραω ἣν ἔλαβεν Σαλωμων κατὰ τὸ αιλαμ τοῦτο
the pots; the shovels; and the basins. All of these vessels, which Hiram made for King Solomon for Yahweh’s house, were of burnished bronze.
盆、鏟子、盤子。這一切都是戶蘭給所羅門王用光亮的銅為耶和華的殿造成的,
7:46
πάντα ταῦτα ἐκ λίθων τιμίων κεκολαμμένα ἐκ διαστήματος ἔσωθεν καὶ ἐκ τοῦ θεμελίου ἕως τῶν γεισῶν καὶ ἔξωθεν εἰς τὴν αὐλὴν τὴν μεγάλην
The king cast them in the plain of the Jordan, in the clay ground between Succoth and Zarethan.
是遵王命在約旦平原、疏割和撒拉但中間藉膠泥鑄成的。
7:47
τὴν τεθεμελιωμένην ἐν τιμίοις λίθοις μεγάλοις λίθοις δεκαπήχεσιν καὶ τοῖς ὀκταπήχεσιν
Solomon left all the vessels unweighed, because there were so many of them. The weight of the bronze could not be determined.
這一切所羅門都沒有過秤;因為甚多,銅的輕重也無法可查。
7:48
καὶ ἐπάνωθεν τιμίοις κατὰ τὸ μέτρον ἀπελεκήτων καὶ κέδροις
Solomon made all the vessels that were in Yahweh’s house: the golden altar and the table that the show bread was on, of gold;
所羅門又造耶和華殿裏的金壇和陳設餅的金桌子;
7:49
τῆς αὐλῆς τῆς μεγάλης κύκλῳ τρεῖς στίχοι ἀπελεκήτων καὶ στίχος κεκολαμμένης κέδρου
and the lamp stands, five on the right side and five on the left, in front of the inner sanctuary, of pure gold; and the flowers, the lamps, and the tongs, of gold;
內殿前的精金燈臺:右邊五個,左邊五個,並其上的金花、燈盞、蠟剪,
7:50
καὶ συνετέλεσεν Σαλωμων ὅλον τὸν οἶκον αὐτοῦ
the cups, the snuffers, the basins, the spoons, and the fire pans, of pure gold; and the hinges, both for the doors of the inner house, the most holy place, and for the doors of the house, of the temple, of gold.
與精金的杯、盤、鑷子、調羹、火鼎,以及至聖所、內殿的門樞,和外殿的門樞。
← ch. 6ch. 8 →
12345678910111213141516171819202122