📜 Verbum
Scripture and the Fathers, read aloud in the original

← All books · Septuagint › 1 Kings

1 Kings 20

Greek original · 29 verses · some words can be tapped for a gloss

← ch. 19ch. 21 →
📖 This chapter exists in 3 other originals — side by side (Hebrew Old Testament, Vulgate, Ge'ez Bible)
20:1
καὶ ἀμπελὼν εἷς ἦν τῷ Ναβουθαι τῷ Ιεζραηλίτῃ παρὰ τῷ ἅλῳ Αχααβ βασιλέως Σαμαρείας
Ben Hadad the king of Syria gathered all his army together; and there were thirty-two kings with him, with horses and chariots. He went up and besieged Samaria, and fought against it.
亞蘭王便‧哈達聚集他的全軍,率領三十二個王,帶着車馬上來圍攻撒馬利亞;
20:2
καὶ ἐλάλησεν Αχααβ πρὸς Ναβουθαι λέγων δός μοι τὸν ἀμπελῶνά σου καὶ ἔσται μοι εἰς κῆπον λαχάνων ὅτι ἐγγίων οὗτος τῷ οἴκῳ μου καὶ δώσω σοι ἀμπελῶνα ἄλλον ἀγαθὸν ὑπὲρ αὐτόν εἰ δὲ ἀρέσκει ἐνώπιόν σου δώσω σοι ἀργύριον ἀντάλλαγμα τοῦ ἀμπελῶνός σου τούτου καὶ ἔσται μοι εἰς κῆπον λαχάνων
He sent messengers into the city to Ahab king of Israel and said to him, “Ben Hadad says,
又差遣使者進城見以色列王亞哈,對他說:「便‧哈達如此說:
20:3
καὶ εἶπεν Ναβουθαι πρὸς Αχααβ μή μοι γένοιτο παρὰ θεοῦ μου δοῦναι κληρονομίαν πατέρων μου σοί
‘Your silver and your gold are mine. Your wives also and your children, even the best, are mine.’”
你的金銀都要歸我,你妻子兒女中最美的也要歸我。」
20:4
καὶ ἐγένετο τὸ πνεῦμα Αχααβ τεταραγμένον καὶ ἐκοιμήθη ἐπὶ τῆς κλίνης αὐτοῦ καὶ συνεκάλυψεν τὸ πρώσωπον αὐτοῦ καὶ οὐκ ἔφαγεν ἄρτον
The king of Israel answered, “It is according to your saying, my lord, O king. I am yours, and all that I have.”
以色列王回答說:「我主我王啊,可以依着你的話,我與我所有的都歸你。」
20:5
καὶ εἰσῆλθεν Ιεζαβελ γυνὴ αὐτοῦ πρὸς αὐτὸν καὶ ἐλάλησεν πρὸς αὐτόν τί τὸ πνεῦμά σου τεταραγμένον καὶ οὐκ εἶ σὺ ἐσθίων ἄρτον
The messengers came again and said, “Ben Hadad says, ‘I sent indeed to you, saying, “You shall deliver me your silver, your gold, your wives, and your children;
使者又來說:「便‧哈達如此說:我已差遣人去見你,要你將你的金銀、妻子、兒女都給我。
20:6
καὶ εἶπεν πρὸς αὐτήν ὅτι ἐλάλησα πρὸς Ναβουθαι τὸν Ιεζραηλίτην λέγων δός μοι τὸν ἀμπελῶνά σου ἀργυρίου εἰ δὲ βούλει δώσω σοι ἀμπελῶνα ἄλλον ἀντ’ αὐτοῦ καὶ εἶπεν οὐ δώσω σοι κληρονομίαν πατέρων μου
but I will send my servants to you tomorrow about this time, and they will search your house and the houses of your servants. Whatever is pleasant in your eyes, they will put it in their hand, and take it away.”’”
但明日約在這時候,我還要差遣臣僕到你那裏,搜查你的家和你僕人的家,將你眼中一切所喜愛的都拿了去。」
20:7
καὶ εἶπεν πρὸς αὐτὸν Ιεζαβελ γυνὴ αὐτοῦ σὺ νῦν οὕτως ποιεῖς βασιλέα ἐπὶ Ισραηλ ἀνάστηθι φάγε ἄρτον καὶ σαυτοῦ γενοῦ ἐγὼ δώσω σοι τὸν ἀμπελῶνα Ναβουθαι τοῦ Ιεζραηλίτου
Then the king of Israel called all the elders of the land, and said, “Please notice how this man seeks mischief; for he sent to me for my wives, and for my children, and for my silver, and for my gold; and I didn’t deny him.”
以色列王召了國中的長老來,對他們說:「請你們看看,這人是怎樣地謀害我,他先差遣人到我這裏來,要我的妻子、兒女,和金銀,我並沒有推辭他。」
20:8
καὶ ἔγραψεν βιβλίον ἐπὶ τῷ ὀνόματι Αχααβ καὶ ἐσφραγίσατο τῇ σφραγῖδι αὐτοῦ καὶ ἀπέστειλεν τὸ βιβλίον πρὸς τοὺς πρεσβυτέρους καὶ τοὺς ἐλευθέρους τοὺς κατοικοῦντας μετὰ Ναβουθαι
All the elders and all the people said to him, “Don’t listen, and don’t consent.”
長老和百姓對王說:「不要聽從他,也不要應允他。」
20:9
καὶ ἐγέγραπτο ἐν τοῖς βιβλίοις λέγων νηστεύσατε νηστείαν καὶ καθίσατε τὸν Ναβουθαι ἐν ἀρχῇ τοῦ λαοῦ
Therefore he said to the messengers of Ben Hadad, “Tell my lord the king, ‘All that you sent for to your servant at the first I will do, but this thing I cannot do.’” The messengers departed and brought him back the message.
故此,以色列王對便‧哈達的使者說:「你們告訴我主我王說:王頭一次差遣人向僕人所要的,僕人都依從;但這次所要的,我不能依從。」使者就去回覆便‧哈達。
20:10
καὶ ἐγκαθίσατε δύο ἄνδρας υἱοὺς παρανόμων ἐξ ἐναντίας αὐτοῦ καὶ καταμαρτυρησάτωσαν αὐτοῦ λέγοντες ηὐλόγησεν θεὸν καὶ βασιλέα καὶ ἐξαγαγέτωσαν αὐτὸν καὶ λιθοβολησάτωσαν αὐτόν καὶ ἀποθανέτω
Ben Hadad sent to him, and said, “The gods do so to me, and more also, if the dust of Samaria will be enough for handfuls for all the people who follow me.”
便‧哈達又差遣人去見亞哈說:「撒馬利亞的塵土若夠跟從我的人每人捧一捧的,願神明重重地降罰與我!」
20:11
καὶ ἐποίησαν οἱ ἄνδρες τῆς πόλεως αὐτοῦ οἱ πρεσβύτεροι καὶ οἱ ἐλεύθεροι οἱ κατοικοῦντες ἐν τῇ πόλει αὐτοῦ καθὰ ἀπέστειλεν πρὸς αὐτοὺς Ιεζαβελ καθὰ γέγραπται ἐν τοῖς βιβλίοις οἷς ἀπέστειλεν πρὸς αὐτούς
The king of Israel answered, “Tell him, ‘Don’t let him who puts on his armor brag like he who takes it off.’”
以色列王說:「你告訴他說,才頂盔貫甲的,休要像摘盔卸甲的誇口。」
20:12
ἐκάλεσαν νηστείαν καὶ ἐκάθισαν τὸν Ναβουθαι ἐν ἀρχῇ τοῦ λαοῦ
When Ben Hadad heard this message as he was drinking, he and the kings in the pavilions, he said to his servants, “Prepare to attack!” So they prepared to attack the city.
便‧哈達和諸王正在帳幕裏喝酒,聽見這話,就對他臣僕說:「擺隊吧!」他們就擺隊攻城。
20:13
καὶ ἦλθον δύο ἄνδρες υἱοὶ παρανόμων καὶ ἐκάθισαν ἐξ ἐναντίας αὐτοῦ καὶ κατεμαρτύρησαν αὐτοῦ λέγοντες ηὐλόγηκας θεὸν καὶ βασιλέα καὶ ἐξήγαγον αὐτὸν ἔξω τῆς πόλεως καὶ ἐλιθοβόλησαν αὐτὸν λίθοις καὶ ἀπέθανεν
Behold, a prophet came near to Ahab king of Israel, and said, “Yahweh says, ‘Have you seen all this great multitude? Behold, I will deliver it into your hand today. Then you will know that I am Yahweh.’”
有一個先知來見以色列王亞哈,說:「耶和華如此說:『這一大群人你看見了嗎?今日我必將他們交在你手裏,你就知道我是耶和華。』」
20:14
καὶ ἀπέστειλαν πρὸς Ιεζαβελ λέγοντες λελιθοβόληται Ναβουθαι καὶ τέθνηκεν
Ahab said, “By whom?” He said, “Yahweh says, ‘By the young men of the princes of the provinces.’” Then he said, “Who shall begin the battle?” He answered, “You.”
亞哈說:「藉着誰呢?」他回答說:「耶和華說,藉着跟從省長的少年人。」亞哈說:「要誰率領呢?」他說:「要你親自率領。」
20:15
καὶ ἐγένετο ὡς ἤκουσεν Ιεζαβελ καὶ εἶπεν πρὸς Αχααβ ἀνάστα κληρονόμει τὸν ἀμπελῶνα Ναβουθαι τοῦ Ιεζραηλίτου ὃς οὐκ ἔδωκέν σοι ἀργυρίου ὅτι οὐκ ἔστιν Ναβουθαι ζῶν ὅτι τέθνηκεν
Then he mustered the young men of the princes of the provinces, and they were two hundred and thirty-two. After them, he mustered all the people, even all the children of Israel, being seven thousand.
於是亞哈數點跟從省長的少年人,共有二百三十二名,後又數點以色列的眾兵,共有七千名。
20:16
καὶ ἐγένετο ὡς ἤκουσεν Αχααβ ὅτι τέθνηκεν Ναβουθαι Ιεζραηλίτης καὶ διέρρηξεν τὰ ἱμάτια ἑαυτοῦ καὶ περιεβάλετο σάκκον καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἀνέστη καὶ κατέβη Αχααβ εἰς τὸν ἀμπελῶνα Ναβουθαι τοῦ Ιεζραηλίτου κληρονομῆσαι αὐτόν
They went out at noon. But Ben Hadad was drinking himself drunk in the pavilions, he and the kings, the thirty-two kings who helped him.
午間,他們就出城;便‧哈達和幫助他的三十二個王正在帳幕裏痛飲。
20:17
καὶ εἶπεν κύριος πρὸς Ηλιου τὸν Θεσβίτην λέγων
The young men of the princes of the provinces went out first; and Ben Hadad sent out, and they told him, saying, “Men are coming out from Samaria.”
跟從省長的少年人先出城;便‧哈達差遣人去探望,他們回報說:「有人從撒馬利亞出來了。」
20:18
ἀνάστηθι καὶ κατάβηθι εἰς ἀπαντὴν Αχααβ βασιλέως Ισραηλ τοῦ ἐν Σαμαρείᾳ ἰδοὺ οὗτος ἐν ἀμπελῶνι Ναβουθαι ὅτι καταβέβηκεν ἐκεῖ κληρονομῆσαι αὐτόν
He said, “If they have come out for peace, take them alive; or if they have come out for war, take them alive.”
他說:「他們若為講和出來,要活捉他們;若為打仗出來,也要活捉他們。」
20:19
καὶ λαλήσεις πρὸς αὐτὸν λέγων τάδε λέγει κύριος ὡς σὺ ἐφόνευσας καὶ ἐκληρονόμησας διὰ τοῦτο τάδε λέγει κύριος ἐν παντὶ τόπῳ ἔλειξαν αἱ ὕες καὶ οἱ κύνες τὸ αἷμα Ναβουθαι ἐκεῖ λείξουσιν οἱ κύνες τὸ αἷμά σου καὶ αἱ πόρναι λούσονται ἐν τῷ αἵματί σου
So these went out of the city, the young men of the princes of the provinces, and the army which followed them.
跟從省長的少年人出城,軍兵跟隨他們;
20:20
καὶ εἶπεν Αχααβ πρὸς Ηλιου εἰ εὕρηκάς με ἐχθρός μου καὶ εἶπεν εὕρηκα διότι μάτην πέπρασαι ποιῆσαι τὸ πονηρὸν ἐνώπιον κυρίου παροργίσαι αὐτόν
They each killed his man. The Syrians fled, and Israel pursued them. Ben Hadad the king of Syria escaped on a horse with horsemen.
各人遇見敵人就殺。亞蘭人逃跑,以色列人追趕他們;亞蘭王便‧哈達騎着馬和馬兵一同逃跑。
20:21
τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σὲ κακὰ καὶ ἐκκαύσω ὀπίσω σου καὶ ἐξολεθρεύσω τοῦ Αχααβ οὐροῦντα πρὸς τοῖχον καὶ συνεχόμενον καὶ ἐγκαταλελειμμένον ἐν Ισραηλ
The king of Israel went out and struck the horses and chariots, and killed the Syrians with a great slaughter.
以色列王出城攻打車馬,大大擊殺亞蘭人。
20:22
καὶ δώσω τὸν οἶκόν σου ὡς τὸν οἶκον Ιεροβοαμ υἱοῦ Ναβατ καὶ ὡς τὸν οἶκον Βαασα υἱοῦ Αχια περὶ τῶν παροργισμάτων ὧν παρώργισας καὶ ἐξήμαρτες τὸν Ισραηλ
The prophet came near to the king of Israel and said to him, “Go, strengthen yourself, and plan what you must do, for at the return of the year, the king of Syria will come up against you.”
那先知來見以色列王,對他說:「你當自強,留心怎樣防備;因為到明年這時候,亞蘭王必上來攻擊你。」
20:23
καὶ τῇ Ιεζαβελ ἐλάλησεν κύριος λέγων οἱ κύνες καταφάγονται αὐτὴν ἐν τῷ προτειχίσματι Ιεζραελ
The servants of the king of Syria said to him, “Their god is a god of the hills; therefore they were stronger than we. But let’s fight against them in the plain, and surely we will be stronger than they.
亞蘭王的臣僕對亞蘭王說:「以色列人的神是山神,所以他們勝過我們;但在平原與他們打仗,我們必定得勝。
20:24
τὸν τεθνηκότα τοῦ Αχααβ ἐν τῇ πόλει φάγονται οἱ κύνες καὶ τὸν τεθνηκότα αὐτοῦ ἐν τῷ πεδίῳ φάγονται τὰ πετεινὰ τοῦ οὐρανοῦ
Do this thing: take the kings away, every man out of his place, and put captains in their place.
王當這樣行:把諸王革去,派軍長代替他們,
20:25
πλὴν ματαίως Αχααβ ὡς ἐπράθη ποιῆσαι τὸ πονηρὸν ἐνώπιον κυρίου ὡς μετέθηκεν αὐτὸν Ιεζαβελ γυνὴ αὐτοῦ
Muster an army like the army that you have lost, horse for horse and chariot for chariot. We will fight against them in the plain, and surely we will be stronger than they are.” He listened to their voice and did so.
又照着王喪失軍兵之數,再招募一軍,馬補馬,車補車,我們在平原與他們打仗,必定得勝。」王便聽臣僕的話去行。
20:26
καὶ ἐβδελύχθη σφόδρα πορεύεσθαι ὀπίσω τῶν βδελυγμάτων κατὰ πάντα ἐποίησεν Αμορραῖος ὃν ἐξωλέθρευσεν κύριος ἀπὸ προσώπου υἱῶν Ισραηλ
At the return of the year, Ben Hadad mustered the Syrians and went up to Aphek to fight against Israel.
次年,便‧哈達果然點齊亞蘭人上亞弗去,要與以色列人打仗。
20:27
καὶ ὑπὲρ τοῦ λόγου ὡς κατενύγη Αχααβ ἀπὸ προσώπου τοῦ κυρίου καὶ ἐπορεύετο κλαίων καὶ διέρρηξεν τὸν χιτῶνα αὐτοῦ καὶ ἐζώσατο σάκκον ἐπὶ τὸ σῶμα αὐτοῦ καὶ ἐνήστευσεν καὶ περιεβάλετο σάκκον ἐν τῇ ἡμέρᾳ ἐπάταξεν Ναβουθαι τὸν Ιεζραηλίτην
The children of Israel were mustered and given provisions, and went against them. The children of Israel encamped before them like two little flocks of young goats, but the Syrians filled the country.
以色列人也點齊軍兵,預備食物,迎着亞蘭人出去,對着他們安營,好像兩小群山羊羔;亞蘭人卻滿了地面。
20:28
καὶ ἐγένετο ῥῆμα κυρίου ἐν χειρὶ δούλου αὐτοῦ Ηλιου περὶ Αχααβ καὶ εἶπεν κύριος
A man of God came near and spoke to the king of Israel, and said, “Yahweh says, ‘Because the Syrians have said, “Yahweh is a god of the hills, but he is not a god of the valleys,” therefore I will deliver all this great multitude into your hand, and you shall know that I am Yahweh.’”
有神人來見以色列王,說:「耶和華如此說:『亞蘭人既說我-耶和華是山神,不是平原的神,所以我必將這一大群人都交在你手中,你們就知道我是耶和華。』」
20:29
ἑώρακας ὡς κατενύγη Αχααβ ἀπὸ προσώπου μου οὐκ ἐπάξω τὴν κακίαν ἐν ταῖς ἡμέραις αὐτοῦ ἀλλ’ ἐν ταῖς ἡμέραις τοῦ υἱοῦ αὐτοῦ ἐπάξω τὴν κακίαν
They encamped opposite each other for seven days. Then on the seventh day the battle was joined; and the children of Israel killed one hundred thousand footmen of the Syrians in one day.
以色列人與亞蘭人相對安營七日,到第七日兩軍交戰;那一日以色列人殺了亞蘭人步兵十萬,
← ch. 19ch. 21 →
12345678910111213141516171819202122