📜 Verbum
Scripture and the Fathers, read aloud in the original

← All books · Septuagint › 2 Chronicles

2 Chronicles 13

Greek original · 23 verses · some words can be tapped for a gloss

← ch. 12ch. 14 →
📖 This chapter exists in 3 other originals — side by side (Hebrew Old Testament, Vulgate, Ge'ez Bible)
13:1
ἐν τῷ ὀκτωκαιδεκάτῳ ἔτει τῆς βασιλείας Ιεροβοαμ ἐβασίλευσεν Αβια ἐπὶ Ιουδαν
In the eighteenth year of King Jeroboam, Abijah began to reign over Judah.
耶羅波安王十八年,亞比雅登基作猶大王,
13:2
ἔτη τρία ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Μααχα θυγάτηρ Ουριηλ ἀπὸ Γαβαων καὶ πόλεμος ἦν ἀνὰ μέσον Αβια καὶ ἀνὰ μέσον Ιεροβοαμ
He reigned three years in Jerusalem. His mother’s name was Micaiah the daughter of Uriel of Gibeah. There was war between Abijah and Jeroboam.
在耶路撒冷作王三年。他母親名叫米該亞 ,是基比亞人烏列的女兒。 亞比雅常與耶羅波安爭戰。
13:3
καὶ παρετάξατο Αβια τὸν πόλεμον ἐν δυνάμει πολεμισταῖς δυνάμεως τετρακοσίαις χιλιάσιν ἀνδρῶν δυνατῶν καὶ Ιεροβοαμ παρετάξατο πρὸς αὐτὸν πόλεμον ἐν ὀκτακοσίαις χιλιάσιν δυνατοὶ πολεμισταὶ δυνάμεως
Abijah joined battle with an army of valiant men of war, even four hundred thousand chosen men; and Jeroboam set the battle in array against him with eight hundred thousand chosen men, who were mighty men of valor.
有一次亞比雅率領挑選的兵四十萬擺陣,都是勇敢的戰士;耶羅波安也挑選大能的勇士八十萬,對亞比雅擺陣。
13:4
καὶ ἀνέστη Αβια ἀπὸ τοῦ ὄρους Σομορων ἐστιν ἐν τῷ ὄρει Εφραιμ καὶ εἶπεν ἀκούσατε Ιεροβοαμ καὶ πᾶς Ισραηλ
Abijah stood up on Mount Zemaraim, which is in the hill country of Ephraim, and said, “Hear me, Jeroboam and all Israel:
亞比雅站在以法蓮山地中的洗瑪臉山上,說:「耶羅波安和以色列眾人哪,要聽我說!
13:5
οὐχ ὑμῖν γνῶναι ὅτι κύριος θεὸς Ισραηλ ἔδωκεν βασιλείαν ἐπὶ τὸν Ισραηλ εἰς τὸν αἰῶνα τῷ Δαυιδ καὶ τοῖς υἱοῖς αὐτοῦ διαθήκην ἁλός
Ought you not to know that Yahweh, the God of Israel, gave the kingdom over Israel to David forever, even to him and to his sons by a covenant of salt?
耶和華-以色列的上帝曾立鹽約 ,將以色列國永遠賜給大衛和他的子孫,你們不知道嗎?
13:6
καὶ ἀνέστη Ιεροβοαμ τοῦ Ναβατ παῖς Σαλωμων τοῦ Δαυιδ καὶ ἀπέστη ἀπὸ τοῦ κυρίου αὐτοῦ
Yet Jeroboam the son of Nebat, the servant of Solomon the son of David, rose up, and rebelled against his lord.
無奈大衛兒子所羅門的臣僕、尼八兒子耶羅波安起來背叛他的主人。
13:7
καὶ συνήχθησαν πρὸς αὐτὸν ἄνδρες λοιμοὶ υἱοὶ παράνομοι καὶ ἀντέστη πρὸς Ροβοαμ τὸν τοῦ Σαλωμων καὶ Ροβοαμ ἦν νεώτερος καὶ δειλὸς τῇ καρδίᾳ καὶ οὐκ ἀντέστη κατὰ πρόσωπον αὐτοῦ
Worthless men were gathered to him, wicked fellows who strengthened themselves against Rehoboam the son of Solomon, when Rehoboam was young and tender hearted, and could not withstand them.
有些無賴的匪徒聚集跟從他,逞強攻擊所羅門的兒子羅波安;那時羅波安還幼弱,不能抵擋他們。
13:8
καὶ νῦν λέγετε ὑμεῖς ἀντιστῆναι κατὰ πρόσωπον βασιλείας κυρίου διὰ χειρὸς υἱῶν Δαυιδ καὶ ὑμεῖς πλῆθος πολύ καὶ μεθ’ ὑμῶν μόσχοι χρυσοῖ οὓς ἐποίησεν ὑμῖν Ιεροβοαμ εἰς θεούς
“Now you intend to withstand the kingdom of Yahweh in the hand of the sons of David. You are a great multitude, and the golden calves which Jeroboam made you for gods are with you.
「現在你們有意抗拒大衛子孫手下所治耶和華的國,你們的人也甚多,你們那裏又有耶羅波安為你們所造當作神的金牛犢。
13:9
οὐκ ἐξεβάλετε τοὺς ἱερεῖς κυρίου τοὺς υἱοὺς Ααρων καὶ τοὺς Λευίτας καὶ ἐποιήσατε ἑαυτοῖς ἱερεῖς ἐκ τοῦ λαοῦ τῆς γῆς πᾶς προσπορευόμενος πληρῶσαι τὰς χεῖρας ἐν μόσχῳ ἐκ βοῶν καὶ κριοῖς ἑπτὰ καὶ ἐγίνετο εἰς ἱερέα τῷ μὴ ὄντι θεῷ
Haven’t you driven out the priests of Yahweh, the sons of Aaron, and the Levites, and made priests for yourselves according to the ways of the peoples of other lands? Whoever comes to consecrate himself with a young bull and seven rams may be a priest of those who are no gods.
你們不是驅逐耶和華的祭司亞倫的後裔和利未人嗎?不是照着外邦人的惡俗為自己立祭司嗎?無論何人牽一隻公牛犢、七隻公綿羊將自己分別出來,就可作虛無之神的祭司。
13:10
καὶ ἡμεῖς κύριον τὸν θεὸν ἡμῶν οὐκ ἐγκατελίπομεν καὶ οἱ ἱερεῖς αὐτοῦ λειτουργοῦσιν τῷ κυρίῳ οἱ υἱοὶ Ααρων καὶ οἱ Λευῖται ἐν ταῖς ἐφημερίαις αὐτῶν
“But as for us, Yahweh is our God, and we have not forsaken him. We have priests serving Yahweh, the sons of Aaron, and the Levites in their work.
至於我們,耶和華是我們的上帝,我們並沒有離棄他。我們有事奉耶和華的祭司,都是亞倫的後裔,並有利未人各盡其職,
13:11
θυμιῶσιν τῷ κυρίῳ ὁλοκαυτώματα πρωὶ καὶ δείλης καὶ θυμίαμα συνθέσεως καὶ προθέσεις ἄρτων ἐπὶ τῆς τραπέζης τῆς καθαρᾶς καὶ λυχνία χρυσῆ καὶ οἱ λυχνοὶ τῆς καύσεως ἀνάψαι δείλης ὅτι φυλάσσομεν ἡμεῖς τὰς φυλακὰς κυρίου τοῦ θεοῦ τῶν πατέρων ἡμῶν καὶ ὑμεῖς ἐγκατελίπετε αὐτόν
They burn to Yahweh every morning and every evening burnt offerings and sweet incense. They also set the show bread in order on the pure table, and care for the gold lamp stand with its lamps, to burn every evening; for we keep the instruction of Yahweh our God, but you have forsaken him.
每日早晚向耶和華獻燔祭,燒美香,又在精金的桌子上擺陳設餅;又有金燈臺和燈盞,每晚點起,因為我們遵守耶和華-我們上帝的命;惟有你們離棄了他。
13:12
καὶ ἰδοὺ μεθ’ ἡμῶν ἐν ἀρχῇ κύριος καὶ οἱ ἱερεῖς αὐτοῦ καὶ αἱ σάλπιγγες τῆς σημασίας τοῦ σημαίνειν ἐφ’ ὑμᾶς οἱ υἱοὶ τοῦ Ισραηλ πολεμήσετε πρὸς κύριον θεὸν τῶν πατέρων ἡμῶν ὅτι οὐκ εὐοδωθήσεται ὑμῖν
Behold, God is with us at our head, and his priests with the trumpets of alarm to sound an alarm against you. Children of Israel, don’t fight against Yahweh, the God of your fathers; for you will not prosper.”
率領我們的是上帝,我們這裏也有上帝的祭司拿號向你們吹出大聲。以色列人哪,不要與耶和華-你們列祖的上帝爭戰,因你們必不能亨通。」
13:13
καὶ Ιεροβοαμ ἀπέστρεψεν τὸ ἔνεδρον ἐλθεῖν αὐτῶν ἐκ τῶν ὄπισθεν καὶ ἐγένετο ἔμπροσθεν Ιουδα καὶ τὸ ἔνεδρον ἐκ τῶν ὄπισθεν
But Jeroboam caused an ambush to come about behind them; so they were before Judah, and the ambush was behind them.
耶羅波安卻在猶大人的後頭設伏兵。這樣,以色列人在猶大人的前頭,伏兵在猶大人的後頭。
13:14
καὶ ἀπέστρεψεν Ιουδας καὶ ἰδοὺ αὐτοῖς πόλεμος ἐκ τῶν ἔμπροσθεν καὶ ἐκ τῶν ὄπισθεν καὶ ἐβόησαν πρὸς κύριον καὶ οἱ ἱερεῖς ἐσάλπισαν ταῖς σάλπιγξιν
When Judah looked back, behold, the battle was before and behind them; and they cried to Yahweh, and the priests sounded with the trumpets.
猶大人回頭觀看,見前後都有敵兵,就呼求耶和華,祭司也吹號。
13:15
καὶ ἐβόησαν ἄνδρες Ιουδα καὶ ἐγένετο ἐν τῷ βοᾶν ἄνδρας Ιουδα καὶ κύριος ἐπάταξεν τὸν Ιεροβοαμ καὶ τὸν Ισραηλ ἐναντίον Αβια καὶ Ιουδα
Then the men of Judah gave a shout. As the men of Judah shouted, God struck Jeroboam and all Israel before Abijah and Judah.
於是猶大人吶喊;猶大人吶喊的時候,上帝就使耶羅波安和以色列眾人敗在亞比雅與猶大人面前。
13:16
καὶ ἔφυγον οἱ υἱοὶ Ισραηλ ἀπὸ προσώπου Ιουδα καὶ παρέδωκεν αὐτοὺς κύριος εἰς τὰς χεῖρας αὐτῶν
The children of Israel fled before Judah, and God delivered them into their hand.
以色列人在猶大人面前逃跑,上帝將他們交在猶大人手裏。
13:17
καὶ ἐπάταξεν ἐν αὐτοῖς Αβια καὶ λαὸς αὐτοῦ πληγὴν μεγάλην καὶ ἔπεσον τραυματίαι ἀπὸ Ισραηλ πεντακόσιαι χιλιάδες ἄνδρες δυνατοί
Abijah and his people killed them with a great slaughter, so five hundred thousand chosen men of Israel fell down slain.
亞比雅和他的軍兵大大殺戮以色列人,以色列人仆倒死亡的精兵有五十萬。
13:18
καὶ ἐταπεινώθησαν οἱ υἱοὶ Ισραηλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ κατίσχυσαν οἱ υἱοὶ Ιουδα ὅτι ἤλπισαν ἐπὶ κύριον θεὸν τῶν πατέρων αὐτῶν
Thus the children of Israel were brought under at that time, and the children of Judah prevailed, because they relied on Yahweh, the God of their fathers.
那時,以色列人被制伏了,猶大人得勝,是因倚靠耶和華-他們列祖的上帝。
13:19
καὶ κατεδίωξεν Αβια ὀπίσω Ιεροβοαμ καὶ προκατελάβετο παρ’ αὐτοῦ πόλεις τὴν Βαιθηλ καὶ τὰς κώμας αὐτῆς καὶ τὴν Ισανα καὶ τὰς κώμας αὐτῆς καὶ τὴν Εφρων καὶ τὰς κώμας αὐτῆς
Abijah pursued Jeroboam, and took cities from him: Bethel with its villages, Jeshanah with its villages, and Ephron with its villages.
亞比雅追趕耶羅波安,攻取了他的幾座城,就是伯特利和屬伯特利的鎮市,耶沙拿和屬耶沙拿的鎮市,以法拉音 和屬以法拉音的鎮市。
13:20
καὶ οὐκ ἔσχεν ἰσχὺν Ιεροβοαμ ἔτι πάσας τὰς ἡμέρας Αβια καὶ ἐπάταξεν αὐτὸν κύριος καὶ ἐτελεύτησεν
Jeroboam didn’t recover strength again in the days of Abijah. Yahweh struck him, and he died.
亞比雅在世的時候,耶羅波安不能再強盛;耶和華攻擊他,他就死了。
13:21
καὶ κατίσχυσεν Αβια καὶ ἔλαβεν ἑαυτῷ γυναῖκας δέκα τέσσαρας καὶ ἐγέννησεν υἱοὺς εἴκοσι δύο καὶ θυγατέρας δέκα ἕξ
But Abijah grew mighty and took for himself fourteen wives, and became the father of twenty-two sons and sixteen daughters.
亞比雅卻漸漸強盛,娶妻妾十四個,生了二十二個兒子,十六個女兒。
13:22
καὶ οἱ λοιποὶ λόγοι Αβια καὶ αἱ πράξεις αὐτοῦ καὶ οἱ λόγοι αὐτοῦ γεγραμμένοι ἐπὶ βιβλίῳ τοῦ προφήτου Αδδω
The rest of the acts of Abijah, his ways, and his sayings are written in the commentary of the prophet Iddo.
亞比雅其餘的事和他的言行都寫在先知易多的傳上。
13:23
καὶ ἀπέθανεν Αβια μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἔθαψαν αὐτὸν ἐν πόλει Δαυιδ καὶ ἐβασίλευσεν Ασα υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ ἐν ταῖς ἡμέραις Ασα ἡσύχασεν γῆ Ιουδα ἔτη δέκα
The rest of the acts of Abijah, his ways, and his sayings are written in the commentary of the prophet Iddo.
亞比雅其餘的事和他的言行都寫在先知易多的傳上。
← ch. 12ch. 14 →
123456789101112131415161718192021222324252627282930313233343536