📜 Verbum
Scripture and the Fathers, read aloud in the original

← All books · Septuagint › 2 Chronicles

2 Chronicles 4

Greek original · 22 verses · some words can be tapped for a gloss

← ch. 3ch. 5 →
📖 This chapter exists in 3 other originals — side by side (Hebrew Old Testament, Vulgate, Ge'ez Bible)
4:1
καὶ ἐποίησεν τὸ θυσιαστήριον χαλκοῦν πήχεων εἴκοσι μῆκος καὶ τὸ εὖρος πήχεων εἴκοσι ὕψος πήχεων δέκα
Then he made an altar of bronze, twenty cubits long, twenty cubits wide, and ten cubits high.
他又製造一座銅壇,長二十肘,寬二十肘,高十肘;
4:2
καὶ ἐποίησεν τὴν θάλασσαν χυτήν πήχεων δέκα τὴν διαμέτρησιν στρογγύλην κυκλόθεν καὶ πήχεων πέντε τὸ ὕψος καὶ τὸ κύκλωμα πήχεων τριάκοντα
Also he made the molten sea of ten cubits from brim to brim. It was round, five cubits high, and thirty cubits in circumference.
又鑄一個銅海,樣式是圓的,高五肘,徑十肘,圍三十肘;
4:3
καὶ ὁμοίωμα μόσχων ὑποκάτωθεν αὐτῆς κύκλῳ κυκλοῦσιν αὐτήν πήχεις δέκα περιέχουσιν τὸν λουτῆρα κυκλόθεν δύο γένη ἐχώνευσαν τοὺς μόσχους ἐν τῇ χωνεύσει αὐτῶν
Under it was the likeness of oxen, which encircled it, for ten cubits, encircling the sea. The oxen were in two rows, cast when it was cast.
海周圍有野瓜 的樣式,每肘十瓜,共有兩行,是鑄海的時候鑄上的;
4:4
ἐποίησαν αὐτούς δώδεκα μόσχους οἱ τρεῖς βλέποντες βορρᾶν καὶ οἱ τρεῖς βλέποντες δυσμὰς καὶ οἱ τρεῖς βλέποντες νότον καὶ οἱ τρεῖς βλέποντες κατ’ ἀνατολάς καὶ θάλασσα ἐπ’ αὐτῶν ἄνω ἦσαν τὰ ὀπίσθια αὐτῶν ἔσω
It stood on twelve oxen, three looking toward the north, three looking toward the west, three looking toward the south, and three looking toward the east; and the sea was set on them above, and all their hindquarters were inward.
有十二隻銅牛馱海:三隻向北,三隻向西,三隻向南,三隻向東;海在牛上,牛尾向內;
4:5
καὶ τὸ πάχος αὐτῆς παλαιστής καὶ τὸ χεῖλος αὐτῆς ὡς χεῖλος ποτηρίου διαγεγλυμμένα βλαστοὺς κρίνου χωροῦσαν μετρητὰς τρισχιλίους καὶ ἐξετέλεσεν
It was a handbreadth thick. Its brim was made like the brim of a cup, like the flower of a lily. It received and held three thousand baths.
海厚一掌,邊如杯邊,又如百合花,可容三千罷特;
4:6
καὶ ἐποίησεν λουτῆρας δέκα καὶ ἔθηκεν τοὺς πέντε ἐκ δεξιῶν καὶ τοὺς πέντε ἐξ ἀριστερῶν τοῦ πλύνειν ἐν αὐτοῖς τὰ ἔργα τῶν ὁλοκαυτωμάτων καὶ ἀποκλύζειν ἐν αὐτοῖς καὶ θάλασσα εἰς τὸ νίπτεσθαι τοὺς ἱερεῖς ἐν αὐτῇ
He also made ten basins, and put five on the right hand and five on the left, to wash in them. The things that belonged to the burnt offering were washed in them, but the sea was for the priests to wash in.
又製造十個盆:五個放在右邊,五個放在左邊,獻燔祭所用之物都洗在其內;但海是為祭司沐浴的。
4:7
καὶ ἐποίησεν τὰς λυχνίας τὰς χρυσᾶς δέκα κατὰ τὸ κρίμα αὐτῶν καὶ ἔθηκεν ἐν τῷ ναῷ πέντε ἐκ δεξιῶν καὶ πέντε ἐξ ἀριστερῶν
He made the ten lamp stands of gold according to the ordinance concerning them; and he set them in the temple, five on the right hand and five on the left.
他又照所定的樣式造十個金燈臺,放在殿裏:五個在右邊,五個在左邊;
4:8
καὶ ἐποίησεν τραπέζας δέκα καὶ ἔθηκεν ἐν τῷ ναῷ πέντε ἐκ δεξιῶν καὶ πέντε ἐξ εὐωνύμων καὶ ἐποίησεν φιάλας χρυσᾶς ἑκατόν
He made also ten tables, and placed them in the temple, five on the right side and five on the left. He made one hundred basins of gold.
又造十張桌子,放在殿裏:五張在右邊,五張在左邊;又造一百個金碗;
4:9
καὶ ἐποίησεν τὴν αὐλὴν τῶν ἱερέων καὶ τὴν αὐλὴν τὴν μεγάλην καὶ θύρας τῇ αὐλῇ καὶ θυρώματα αὐτῶν κατακεχαλκωμένα χαλκῷ
Furthermore he made the court of the priests, the great court, and doors for the court, and overlaid their doors with bronze.
又建立祭司院和大院,並院門,用銅包裹門扇;
4:10
καὶ τὴν θάλασσαν ἔθηκεν ἀπὸ γωνίας τοῦ οἴκου ἐκ δεξιῶν ὡς πρὸς ἀνατολὰς κατέναντι
He set the sea on the right side of the house eastward, toward the south.
將海安在殿門的右邊,就是南邊。
4:11
καὶ ἐποίησεν Χιραμ τὰς κρεάγρας καὶ τὰ πυρεῖα καὶ τὴν ἐσχάραν τοῦ θυσιαστηρίου καὶ πάντα τὰ σκεύη αὐτοῦ καὶ συνετέλεσεν Χιραμ ποιῆσαι πᾶσαν τὴν ἐργασίαν ἣν ἐποίησεν Σαλωμων τῷ βασιλεῖ ἐν οἴκῳ τοῦ θεοῦ
Huram made the pots, the shovels, and the basins. So Huram finished doing the work that he did for King Solomon in God’s house:
戶蘭又造了盆、鏟、碗。這樣,他為所羅門王做完了上帝殿的工。
4:12
στύλους δύο καὶ ἐπ’ αὐτῶν γωλαθ τῇ χωθαρεθ ἐπὶ τῶν κεφαλῶν τῶν στύλων δύο καὶ δίκτυα δύο συγκαλύψαι τὰς κεφαλὰς τῶν χωθαρεθ ἐστιν ἐπὶ τῶν κεφαλῶν τῶν στύλων
the two pillars, the bowls, the two capitals which were on the top of the pillars, the two networks to cover the two bowls of the capitals that were on the top of the pillars,
所造的就是:兩根柱子和柱上兩個如球的頂,並兩個蓋柱頂的網子
4:13
καὶ κώδωνας χρυσοῦς τετρακοσίους εἰς τὰ δύο δίκτυα καὶ δύο γένη ῥοΐσκων ἐν τῷ δικτύῳ τῷ ἑνὶ τοῦ συγκαλύψαι τὰς δύο γωλαθ τῶν χωθαρεθ ἐστιν ἐπάνω τῶν στύλων
and the four hundred pomegranates for the two networks—two rows of pomegranates for each network, to cover the two bowls of the capitals that were on the pillars.
和四百石榴,安在兩個網子上(每網兩行蓋着兩個柱上如球的頂)。
4:14
καὶ τὰς μεχωνωθ ἐποίησεν δέκα καὶ τοὺς λουτῆρας ἐποίησεν ἐπὶ τῶν μεχωνωθ
He also made the bases, and he made the basins on the bases—
盆座和其上的盆,
4:15
καὶ τὴν θάλασσαν μίαν καὶ τοὺς μόσχους τοὺς δώδεκα ὑποκάτω αὐτῆς
one sea, and the twelve oxen under it.
海和海下的十二隻牛,
4:16
καὶ τοὺς ποδιστῆρας καὶ τοὺς ἀναλημπτῆρας καὶ τοὺς λέβητας καὶ τὰς κρεάγρας καὶ πάντα τὰ σκεύη αὐτῶν ἐποίησεν Χιραμ καὶ ἀνήνεγκεν τῷ βασιλεῖ Σαλωμων ἐν οἴκῳ κυρίου χαλκοῦ καθαροῦ
Huram-abi also made the pots, the shovels, the forks, and all its vessels for King Solomon, for Yahweh’s house, of bright bronze.
盆、鏟子、肉鍤子,與耶和華殿裏的一切器皿,都是巧匠戶蘭用光亮的銅為所羅門王造成的,
4:17
ἐν τῷ περιχώρῳ τοῦ Ιορδάνου ἐχώνευσεν αὐτὰ βασιλεὺς ἐν τῷ πάχει τῆς γῆς ἐν οἴκῳ Σοκχωθ καὶ ἀνὰ μέσον Σιρδαθα
The king cast them in the plain of the Jordan, in the clay ground between Succoth and Zeredah.
是在約旦平原疏割和撒利但中間藉膠泥鑄成的。
4:18
καὶ ἐποίησεν Σαλωμων πάντα τὰ σκεύη ταῦτα εἰς πλῆθος σφόδρα ὅτι οὐκ ἐξέλιπεν ὁλκὴ τοῦ χαλκοῦ
Thus Solomon made all these vessels in great abundance, so that the weight of the bronze could not be determined.
所羅門製造的這一切甚多,銅的輕重無法可查。
4:19
καὶ ἐποίησεν Σαλωμων πάντα τὰ σκεύη οἴκου κυρίου καὶ τὸ θυσιαστήριον τὸ χρυσοῦν καὶ τὰς τραπέζας καὶ ἐπ’ αὐτῶν ἄρτοι προθέσεως
Solomon made all the vessels that were in God’s house: the golden altar, the tables with the show bread on them,
所羅門又造上帝殿裏的金壇和陳設餅的桌子,
4:20
καὶ τὰς λυχνίας καὶ τοὺς λύχνους τοῦ φωτὸς κατὰ τὸ κρίμα καὶ κατὰ πρόσωπον τοῦ δαβιρ χρυσίου καθαροῦ
and the lamp stands with their lamps to burn according to the ordinance before the inner sanctuary, of pure gold;
並精金的燈臺和燈盞,可以照例點在內殿前。
4:21
καὶ λαβίδες αὐτῶν καὶ οἱ λύχνοι αὐτῶν καὶ τὰς φιάλας καὶ τὰς θυΐσκας καὶ τὰ πυρεῖα χρυσίου καθαροῦ
and the flowers, the lamps, and the tongs of gold that was purest gold;
燈臺上的花和燈盞,並蠟剪都是金的,且是純金的;
4:22
καὶ θύρα τοῦ οἴκου ἐσωτέρα εἰς τὰ ἅγια τῶν ἁγίων εἰς τὰς θύρας τοῦ οἴκου τοῦ ναοῦ χρυσᾶς
and the snuffers, the basins, the spoons, and the fire pans of pure gold. As for the entry of the house, its inner doors for the most holy place and the doors of the main hall of the temple were of gold.
又用精金製造鑷子、盤子、調羹、火鼎。至於殿門和至聖所的門扇,並殿的門扇,都是金子妝飾的。
← ch. 3ch. 5 →
123456789101112131415161718192021222324252627282930313233343536