📜 Verbum
Scripture and the Fathers, read aloud in the original

← All books · Septuagint › 2 Chronicles

2 Chronicles 24

Greek original · 27 verses · some words can be tapped for a gloss

← ch. 23ch. 25 →
📖 This chapter exists in 3 other originals — side by side (Hebrew Old Testament, Vulgate, Ge'ez Bible)
24:1
ὢν ἑπτὰ ἐτῶν Ιωας ἐν τῷ βασιλεῦσαι αὐτὸν καὶ τεσσαράκοντα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Σαβια ἐκ Βηρσαβεε
Joash was seven years old when he began to reign, and he reigned forty years in Jerusalem. His mother’s name was Zibiah, of Beersheba.
約阿施登基的時候年七歲,在耶路撒冷作王四十年。他母親名叫西比亞,是別是巴人。
24:2
καὶ ἐποίησεν Ιωας τὸ εὐθὲς ἐνώπιον κυρίου πάσας τὰς ἡμέρας Ιωδαε τοῦ ἱερέως
Joash did that which was right in Yahweh’s eyes all the days of Jehoiada the priest.
祭司耶何耶大在世的時候,約阿施行耶和華眼中看為正的事。
24:3
καὶ ἔλαβεν αὐτῷ Ιωδαε γυναῖκας δύο καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας
Jehoiada took for him two wives, and he became the father of sons and daughters.
耶何耶大為他娶了兩個妻,並且生兒養女。
24:4
καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἐγένετο ἐπὶ καρδίαν Ιωας ἐπισκευάσαι τὸν οἶκον κυρίου
After this, Joash intended to restore Yahweh’s house.
此後,約阿施有意重修耶和華的殿,
24:5
καὶ συνήγαγεν τοὺς ἱερεῖς καὶ τοὺς Λευίτας καὶ εἶπεν αὐτοῖς ἐξέλθατε εἰς τὰς πόλεις Ιουδα καὶ συναγάγετε ἀπὸ παντὸς Ισραηλ ἀργύριον κατισχῦσαι τὸν οἶκον κυρίου ἐνιαυτὸν κατ’ ἐνιαυτὸν καὶ σπεύσατε λαλῆσαι καὶ οὐκ ἔσπευσαν οἱ Λευῖται
He gathered together the priests and the Levites, and said to them, “Go out to the cities of Judah, and gather money to repair the house of your God from all Israel from year to year. See that you expedite this matter.” However the Levites didn’t do it right away.
便召聚眾祭司和利未人,吩咐他們說:「你們要往猶大各城去,使以色列眾人捐納銀子,每年可以修理你們上帝的殿;你們要急速辦理這事。」只是利未人不急速辦理。
24:6
καὶ ἐκάλεσεν βασιλεὺς Ιωας τὸν Ιωδαε τὸν ἄρχοντα καὶ εἶπεν αὐτῷ διὰ τί οὐκ ἐπεσκέψω περὶ τῶν Λευιτῶν τοῦ εἰσενέγκαι ἀπὸ Ιουδα καὶ Ιερουσαλημ τὸ κεκριμένον ὑπὸ Μωυσῆ ἀνθρώπου τοῦ θεοῦ ὅτε ἐξεκκλησίασεν τὸν Ισραηλ εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου
The king called for Jehoiada the chief, and said to him, “Why haven’t you required of the Levites to bring in the tax of Moses the servant of Yahweh, and of the assembly of Israel, out of Judah and out of Jerusalem, for the Tent of the Testimony?”
王召了大祭司耶何耶大來,對他說:「從前耶和華的僕人摩西,為法櫃的帳幕與以色列會眾所定的捐項,你為何不叫利未人照這例從猶大和耶路撒冷帶來作殿的費用呢?」(
24:7
ὅτι Γοθολια ἦν ἄνομος καὶ οἱ υἱοὶ αὐτῆς κατέσπασαν τὸν οἶκον τοῦ θεοῦ καὶ γὰρ τὰ ἅγια οἴκου κυρίου ἐποίησαν ταῖς Βααλιμ
For the sons of Athaliah, that wicked woman, had broken up God’s house; and they also gave all the dedicated things of Yahweh’s house to the Baals.
因為那惡婦亞她利雅的眾子曾拆毀上帝的殿,又用耶和華殿中分別為聖的物供奉巴力。)
24:8
καὶ εἶπεν βασιλεύς γενηθήτω γλωσσόκομον καὶ τεθήτω ἐν πύλῃ οἴκου κυρίου ἔξω
So the king commanded, and they made a chest, and set it outside at the gate of Yahweh’s house.
於是王下令,眾人做了一櫃,放在耶和華殿的門外,
24:9
καὶ κηρυξάτωσαν ἐν Ιουδα καὶ ἐν Ιερουσαλημ εἰσενέγκαι κυρίῳ καθὼς εἶπεν Μωυσῆς παῖς τοῦ θεοῦ ἐπὶ τὸν Ισραηλ ἐν τῇ ἐρήμῳ
They made a proclamation through Judah and Jerusalem, to bring in for Yahweh the tax that Moses the servant of God laid on Israel in the wilderness.
又通告猶大和耶路撒冷的百姓,要將上帝僕人摩西在曠野所吩咐以色列人的捐項給耶和華送來。
24:10
καὶ ἔδωκαν πάντες ἄρχοντες καὶ πᾶς λαὸς καὶ εἰσέφερον καὶ ἐνέβαλλον εἰς τὸ γλωσσόκομον ἕως οὗ ἐπληρώθη
All the princes and all the people rejoiced, and brought in, and cast into the chest, until they had filled it.
眾首領和百姓都歡歡喜喜地將銀子送來,投入櫃中,直到捐完。
24:11
καὶ ἐγένετο ὡς εἰσέφερον τὸ γλωσσόκομον πρὸς τοὺς προστάτας τοῦ βασιλέως διὰ χειρὸς τῶν Λευιτῶν καὶ ὡς εἶδον ὅτι ἐπλεόνασεν τὸ ἀργύριον καὶ ἦλθεν γραμματεὺς τοῦ βασιλέως καὶ προστάτης τοῦ ἱερέως τοῦ μεγάλου καὶ ἐξεκένωσαν τὸ γλωσσόκομον καὶ κατέστησαν εἰς τὸν τόπον αὐτοῦ οὕτως ἐποίουν ἡμέραν ἐξ ἡμέρας καὶ συνήγαγον ἀργύριον πολύ
Whenever the chest was brought to the king’s officers by the hand of the Levites, and when they saw that there was much money, the king’s scribe and the chief priest’s officer came and emptied the chest, and took it, and carried it to its place again. Thus they did day by day, and gathered money in abundance.
利未人見銀子多了,就把櫃抬到王所派的司事面前;王的書記和大祭司的屬員來將櫃倒空,仍放在原處。日日都是這樣,積蓄的銀子甚多。
24:12
καὶ ἔδωκεν αὐτὸ βασιλεὺς καὶ Ιωδαε ἱερεὺς τοῖς ποιοῦσιν τὰ ἔργα εἰς τὴν ἐργασίαν οἴκου κυρίου καὶ ἐμισθοῦντο λατόμους καὶ τέκτονας ἐπισκευάσαι τὸν οἶκον κυρίου καὶ χαλκεῖς σιδήρου καὶ χαλκοῦ ἐπισκευάσαι τὸν οἶκον κυρίου
The king and Jehoiada gave it to those who did the work of the service of Yahweh’s house. They hired masons and carpenters to restore Yahweh’s house, and also those who worked iron and bronze to repair Yahweh’s house.
王與耶何耶大將銀子交給耶和華殿裏辦事的人,他們就雇了石匠、木匠重修耶和華的殿,又雇了鐵匠、銅匠修理耶和華的殿。
24:13
καὶ ἐποίουν οἱ ποιοῦντες τὰ ἔργα καὶ ἀνέβη μῆκος τῶν ἔργων ἐν χερσὶν αὐτῶν καὶ ἀνέστησαν τὸν οἶκον κυρίου ἐπὶ τὴν στάσιν αὐτοῦ καὶ ἐνίσχυσαν
So the workmen worked, and the work of repairing went forward in their hands. They set up God’s house as it was designed, and strengthened it.
工人操作,漸漸修成,將上帝殿修造得與從前一樣,而且甚是堅固。
24:14
καὶ ὡς συνετέλεσαν ἤνεγκαν πρὸς τὸν βασιλέα καὶ πρὸς Ιωδαε τὸ κατάλοιπον τοῦ ἀργυρίου καὶ ἐποίησαν σκεύη εἰς οἶκον κυρίου σκεύη λειτουργικὰ ὁλοκαυτωμάτων καὶ θυίσκας χρυσᾶς καὶ ἀργυρᾶς καὶ ἀνήνεγκαν ὁλοκαυτώσεις ἐν οἴκῳ κυρίου διὰ παντὸς πάσας τὰς ἡμέρας Ιωδαε
When they had finished, they brought the rest of the money before the king and Jehoiada, from which were made vessels for Yahweh’s house, even vessels with which to minister and to offer, including spoons and vessels of gold and silver. They offered burnt offerings in Yahweh’s house continually all the days of Jehoiada.
工程完了,他們就把其餘的銀子拿到王與耶何耶大面前,用以製造耶和華殿供奉所用的器皿和調羹,並金銀的器皿。 耶何耶大的政策被廢棄 耶何耶大在世的時候,眾人常在耶和華殿裏獻燔祭。
24:15
καὶ ἐγήρασεν Ιωδαε πλήρης ἡμερῶν καὶ ἐτελεύτησεν ὢν ἑκατὸν καὶ τριάκοντα ἐτῶν ἐν τῷ τελευτᾶν αὐτόν
But Jehoiada grew old and was full of days, and he died. He was one hundred thirty years old when he died.
耶何耶大年紀老邁,日子滿足而死。死的時候年一百三十歲,
24:16
καὶ ἔθαψαν αὐτὸν ἐν πόλει Δαυιδ μετὰ τῶν βασιλέων ὅτι ἐποίησεν ἀγαθωσύνην μετὰ Ισραηλ καὶ μετὰ τοῦ θεοῦ καὶ τοῦ οἴκου αὐτοῦ
They buried him in David’s city among the kings, because he had done good in Israel, and toward God and his house.
葬在大衛城列王的墳墓裏;因為他在以色列人中行善,又事奉上帝,修理上帝的殿。
24:17
καὶ ἐγένετο μετὰ τὴν τελευτὴν Ιωδαε εἰσῆλθον οἱ ἄρχοντες Ιουδα καὶ προσεκύνησαν τὸν βασιλέα τότε ἐπήκουσεν αὐτοῖς βασιλεύς
Now after the death of Jehoiada, the princes of Judah came and bowed down to the king. Then the king listened to them.
耶何耶大死後,猶大的眾首領來朝拜王;王就聽從他們。
24:18
καὶ ἐγκατέλιπον τὸν κύριον θεὸν τῶν πατέρων αὐτῶν καὶ ἐδούλευον ταῖς Ἀστάρταις καὶ τοῖς εἰδώλοις καὶ ἐγένετο ὀργὴ ἐπὶ Ιουδαν καὶ ἐπὶ Ιερουσαλημ ἐν τῇ ἡμέρᾳ ταύτῃ
They abandoned the house of Yahweh, the God of their fathers, and served the Asherah poles and the idols, so wrath came on Judah and Jerusalem for this their guiltiness.
他們離棄耶和華-他們列祖上帝的殿,去事奉亞舍拉和偶像;因他們這罪,就有忿怒臨到猶大和耶路撒冷。
24:19
καὶ ἀπέστειλεν πρὸς αὐτοὺς προφήτας ἐπιστρέψαι πρὸς κύριον καὶ οὐκ ἤκουσαν καὶ διεμαρτύραντο αὐτοῖς καὶ οὐκ ἤκουσαν
Yet he sent prophets to them to bring them again to Yahweh, and they testified against them; but they would not listen.
但上帝仍遣先知到他們那裏,引導他們歸向耶和華。這先知警戒他們,他們卻不肯聽。
24:20
καὶ πνεῦμα θεοῦ ἐνέδυσεν τὸν Αζαριαν τὸν τοῦ Ιωδαε τὸν ἱερέα καὶ ἀνέστη ἐπάνω τοῦ λαοῦ καὶ εἶπεν τάδε λέγει κύριος τί παραπορεύεσθε τὰς ἐντολὰς κυρίου καὶ οὐκ εὐοδωθήσεσθε ὅτι ἐγκατελίπετε τὸν κύριον καὶ ἐγκαταλείψει ὑμᾶς
The Spirit of God came on Zechariah the son of Jehoiada the priest; and he stood above the people, and said to them, “God says, ‘Why do you disobey Yahweh’s commandments, so that you can’t prosper? Because you have forsaken Yahweh, he has also forsaken you.’”
那時,上帝的靈感動祭司耶何耶大的兒子撒迦利亞,他就站在上面對民說:「上帝如此說:你們為何干犯耶和華的誡命,以致不得亨通呢?因為你們離棄耶和華,所以他也離棄你們。」
24:21
καὶ ἐπέθεντο αὐτῷ καὶ ἐλιθοβόλησαν αὐτὸν δῑ ἐντολῆς Ιωας τοῦ βασιλέως ἐν αὐλῇ οἴκου κυρίου
They conspired against him, and stoned him with stones at the commandment of the king in the court of Yahweh’s house.
眾民同心謀害撒迦利亞,就照王的吩咐,在耶和華殿的院內用石頭打死他。
24:22
καὶ οὐκ ἐμνήσθη Ιωας τοῦ ἐλέους οὗ ἐποίησεν μετ’ αὐτοῦ Ιωδαε πατὴρ αὐτοῦ καὶ ἐθανάτωσεν τὸν υἱὸν αὐτοῦ καὶ ὡς ἀπέθνῃσκεν εἶπεν ἴδοι κύριος καὶ κρινάτω
Thus Joash the king didn’t remember the kindness which Jehoiada his father had done to him, but killed his son. When he died, he said, “May Yahweh look at it, and repay it.”
這樣,約阿施王不想念撒迦利亞的父親耶何耶大向自己所施的恩,殺了他的兒子。撒迦利亞臨死的時候說:「願耶和華鑒察伸冤!」
24:23
καὶ ἐγένετο μετὰ τὴν συντέλειαν τοῦ ἐνιαυτοῦ ἀνέβη ἐπ’ αὐτὸν δύναμις Συρίας καὶ ἦλθεν ἐπὶ Ιουδαν καὶ ἐπὶ Ιερουσαλημ καὶ κατέφθειραν πάντας τοὺς ἄρχοντας τοῦ λαοῦ ἐν τῷ λαῷ καὶ πάντα τὰ σκῦλα αὐτῶν ἀπέστειλαν τῷ βασιλεῖ Δαμασκοῦ
At the end of the year, the army of the Syrians came up against him. They came to Judah and Jerusalem, and destroyed all the princes of the people from among the people, and sent all their plunder to the king of Damascus.
滿了一年,亞蘭的軍兵上來攻擊約阿施,來到猶大和耶路撒冷,殺了民中的眾首領,將所掠的財貨送到大馬士革王那裏。
24:24
ὅτι ἐν ὀλίγοις ἀνδράσιν παρεγένετο δύναμις Συρίας καὶ θεὸς παρέδωκεν εἰς τὰς χεῖρας αὐτῶν δύναμιν πολλὴν σφόδρα ὅτι ἐγκατέλιπον κύριον θεὸν τῶν πατέρων αὐτῶν καὶ μετὰ Ιωας ἐποίησεν κρίματα
For the army of the Syrians came with a small company of men; and Yahweh delivered a very great army into their hand, because they had forsaken Yahweh, the God of their fathers. So they executed judgment on Joash.
亞蘭的軍兵雖來了一小隊,耶和華卻將大隊的軍兵交在他們手裏,是因猶大人離棄耶和華-他們列祖的上帝,所以藉亞蘭人懲罰約阿施。
24:25
καὶ μετὰ τὸ ἀπελθεῖν αὐτοὺς ἀπ’ αὐτοῦ ἐν τῷ ἐγκαταλιπεῖν αὐτὸν ἐν μαλακίαις μεγάλαις καὶ ἐπέθεντο αὐτῷ οἱ παῖδες αὐτοῦ ἐν αἵμασιν υἱοῦ Ιωδαε τοῦ ἱερέως καὶ ἐθανάτωσαν αὐτὸν ἐπὶ τῆς κλίνης αὐτοῦ καὶ ἀπέθανεν καὶ ἔθαψαν αὐτὸν ἐν πόλει Δαυιδ καὶ οὐκ ἔθαψαν αὐτὸν ἐν τῷ τάφῳ τῶν βασιλέων
When they had departed from him (for they left him seriously wounded), his own servants conspired against him for the blood of the sons of Jehoiada the priest, and killed him on his bed, and he died. They buried him in David’s city, but they didn’t bury him in the tombs of the kings.
亞蘭人離開約阿施的時候,他患重病;臣僕背叛他,要報祭司耶何耶大兒子流血之仇,殺他在床上,葬他在大衛城,只是不葬在列王的墳墓裏。
24:26
καὶ οἱ ἐπιθέμενοι ἐπ’ αὐτὸν Ζαβεδ τοῦ Σαμαθ Αμμανίτης καὶ Ιωζαβεδ τοῦ Σομαρωθ Μωαβίτης
These are those who conspired against him: Zabad the son of Shimeath the Ammonitess and Jehozabad the son of Shimrith the Moabitess.
背叛他的是亞捫婦人示米押的兒子撒拔和摩押婦人示米利的兒子約薩拔。
24:27
καὶ οἱ υἱοὶ αὐτοῦ πάντες καὶ προσῆλθον αὐτῷ οἱ πέντε καὶ τὰ λοιπὰ ἰδοὺ γεγραμμένα ἐπὶ τὴν γραφὴν τῶν βασιλέων καὶ ἐβασίλευσεν Αμασιας υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ
Now concerning his sons, the greatness of the burdens laid on him, and the rebuilding of God’s house, behold, they are written in the commentary of the book of the kings. Amaziah his son reigned in his place.
至於他的眾子和他所受的警戒,並他重修上帝殿的事,都寫在列王的傳上。他兒子亞瑪謝接續他作王。
← ch. 23ch. 25 →
123456789101112131415161718192021222324252627282930313233343536