📜 Verbum
Scripture and the Fathers, read aloud in the original

← All books · Septuagint › 2 Chronicles

2 Chronicles 5

Greek original · 14 verses · some words can be tapped for a gloss

← ch. 4ch. 6 →
📖 This chapter exists in 3 other originals — side by side (Hebrew Old Testament, Vulgate, Ge'ez Bible)
5:1
καὶ συνετελέσθη πᾶσα ἐργασία ἣν ἐποίησεν Σαλωμων ἐν οἴκῳ κυρίου καὶ εἰσήνεγκεν Σαλωμων τὰ ἅγια Δαυιδ τοῦ πατρὸς αὐτοῦ τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη ἔδωκεν εἰς θησαυρὸν οἴκου κυρίου
Thus all the work that Solomon did for Yahweh’s house was finished. Solomon brought in the things that David his father had dedicated, even the silver, the gold, and all the vessels, and put them in the treasuries of God’s house.
所羅門做完了耶和華殿的一切工,就把他父大衛分別為聖的金銀和器皿都帶來,放在上帝殿的府庫裏。
5:2
τότε ἐξεκκλησίασεν Σαλωμων τοὺς πρεσβυτέρους Ισραηλ καὶ πάντας τοὺς ἄρχοντας τῶν φυλῶν τοὺς ἡγουμένους πατριῶν υἱῶν Ισραηλ εἰς Ιερουσαλημ τοῦ ἀνενέγκαι κιβωτὸν διαθήκης κυρίου ἐκ πόλεως Δαυιδ αὕτη Σιων
Then Solomon assembled the elders of Israel and all the heads of the tribes, the princes of the fathers’ households of the children of Israel, to Jerusalem, to bring up the ark of Yahweh’s covenant out of David’s city, which is Zion.
那時,所羅門將以色列的長老、各支派的首領,並以色列的族長招聚到耶路撒冷,要把耶和華的約櫃從大衛城-就是錫安-運上來。
5:3
καὶ ἐξεκκλησιάσθησαν πρὸς τὸν βασιλέα πᾶς ἀνὴρ Ισραηλ ἐν τῇ ἑορτῇ οὗτος μὴν ἕβδομος
So all the men of Israel assembled themselves to the king at the feast, which was in the seventh month.
於是以色列眾人在七月節前都聚集到王那裏。
5:4
καὶ ἦλθον πάντες οἱ πρεσβύτεροι Ισραηλ καὶ ἔλαβον πάντες οἱ Λευῖται τὴν κιβωτὸν
All the elders of Israel came. The Levites took up the ark.
以色列眾長老來到,利未人便抬起約櫃。
5:5
καὶ ἀνήνεγκαν τὴν κιβωτὸν καὶ τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ πάντα τὰ σκεύη τὰ ἅγια τὰ ἐν τῇ σκηνῇ καὶ ἀνήνεγκαν αὐτὴν οἱ ἱερεῖς καὶ οἱ Λευῖται
They brought up the ark, the Tent of Meeting, and all the holy vessels that were in the Tent. The Levitical priests brought these up.
祭司利未人將約櫃運上來,又將會幕和會幕的一切聖器具都帶上來。
5:6
καὶ βασιλεὺς Σαλωμων καὶ πᾶσα συναγωγὴ Ισραηλ καὶ οἱ φοβούμενοι καὶ οἱ ἐπισυνηγμένοι αὐτῶν ἔμπροσθεν τῆς κιβωτοῦ θύοντες μόσχους καὶ πρόβατα οἳ οὐκ ἀριθμηθήσονται καὶ οἳ οὐ λογισθήσονται ἀπὸ τοῦ πλήθους
King Solomon and all the congregation of Israel who were assembled to him were before the ark, sacrificing sheep and cattle that could not be counted or numbered for multitude.
所羅門王和聚集到他那裏的以色列全會眾都在約櫃前獻牛羊為祭,多得不可勝數。
5:7
καὶ εἰσήνεγκαν οἱ ἱερεῖς τὴν κιβωτὸν διαθήκης κυρίου εἰς τὸν τόπον αὐτῆς εἰς τὸ δαβιρ τοῦ οἴκου εἰς τὰ ἅγια τῶν ἁγίων ὑποκάτω τῶν πτερύγων τῶν χερουβιν
The priests brought in the ark of Yahweh’s covenant to its place, into the inner sanctuary of the house, to the most holy place, even under the wings of the cherubim.
祭司將耶和華的約櫃抬進內殿,就是至聖所,放在兩個基路伯的翅膀底下。
5:8
καὶ ἦν τὰ χερουβιν διαπεπετακότα τὰς πτέρυγας αὐτῶν ἐπὶ τὸν τόπον τῆς κιβωτοῦ καὶ συνεκάλυπτεν τὰ χερουβιν ἐπὶ τὴν κιβωτὸν καὶ ἐπὶ τοὺς ἀναφορεῖς αὐτῆς ἐπάνωθεν
For the cherubim spread out their wings over the place of the ark, and the cherubim covered the ark and its poles above.
基路伯張着翅膀在約櫃之上,遮掩約櫃和抬櫃的槓。
5:9
καὶ ὑπερεῖχον οἱ ἀναφορεῖς καὶ ἐβλέποντο αἱ κεφαλαὶ τῶν ἀναφορέων ἐκ τῶν ἁγίων εἰς πρόσωπον τοῦ δαβιρ οὐκ ἐβλέποντο ἔξω καὶ ἦσαν ἐκεῖ ἕως τῆς ἡμέρας ταύτης
The poles were so long that the ends of the poles were seen from the ark in front of the inner sanctuary, but they were not seen outside; and it is there to this day.
這槓甚長,槓頭在內殿前可以看見,在殿外卻不能看見,直到如今還在那裏。
5:10
οὐκ ἦν ἐν τῇ κιβωτῷ πλὴν δύο πλάκες ἃς ἔθηκεν Μωυσῆς ἐν Χωρηβ διέθετο κύριος μετὰ τῶν υἱῶν Ισραηλ ἐν τῷ ἐξελθεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου
There was nothing in the ark except the two tablets which Moses put there at Horeb, when Yahweh made a covenant with the children of Israel, when they came out of Egypt.
約櫃裏惟有兩塊石版,就是以色列人出埃及後,耶和華與他們立約的時候,摩西在何烈山所放的。除此以外,並無別物。
5:11
καὶ ἐγένετο ἐν τῷ ἐξελθεῖν τοὺς ἱερεῖς ἐκ τῶν ἁγίων ὅτι πάντες οἱ ἱερεῖς οἱ εὑρεθέντες ἡγιάσθησαν οὐκ ἦσαν διατεταγμένοι κατ’ ἐφημερίαν
When the priests had come out of the holy place (for all the priests who were present had sanctified themselves, and didn’t keep their divisions;
當時,在那裏所有的祭司都已自潔,並不分班供職。
5:12
καὶ οἱ Λευῖται οἱ ψαλτῳδοὶ πάντες τοῖς υἱοῖς Ασαφ τῷ Αιμαν τῷ Ιδιθουν καὶ τοῖς υἱοῖς αὐτῶν καὶ τοῖς ἀδελφοῖς αὐτῶν τῶν ἐνδεδυμένων στολὰς βυσσίνας ἐν κυμβάλοις καὶ ἐν νάβλαις καὶ ἐν κινύραις ἑστηκότες κατέναντι τοῦ θυσιαστηρίου καὶ μετ’ αὐτῶν ἱερεῖς ἑκατὸν εἴκοσι σαλπίζοντες ταῖς σάλπιγξιν
also the Levites who were the singers, all of them, even Asaph, Heman, Jeduthun, and their sons and their brothers, arrayed in fine linen, with cymbals and stringed instruments and harps, stood at the east end of the altar, and with them one hundred twenty priests sounding with trumpets);
他們出聖所的時候,歌唱的利未人亞薩、希幔、耶杜頓,和他們的眾子眾弟兄都穿細麻布衣服,站在壇的東邊,敲鈸、鼓瑟、彈琴,同着他們有一百二十個祭司吹號。
5:13
καὶ ἐγένετο μία φωνὴ ἐν τῷ σαλπίζειν καὶ ἐν τῷ ψαλτῳδεῖν καὶ ἐν τῷ ἀναφωνεῖν φωνῇ μιᾷ τοῦ ἐξομολογεῖσθαι καὶ αἰνεῖν τῷ κυρίῳ καὶ ὡς ὕψωσαν φωνὴν ἐν σάλπιγξιν καὶ ἐν κυμβάλοις καὶ ἐν ὀργάνοις τῶν ᾠδῶν καὶ ἔλεγον ἐξομολογεῖσθε τῷ κυρίῳ ὅτι ἀγαθόν ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ καὶ οἶκος ἐνεπλήσθη νεφέλης δόξης κυρίου
when the trumpeters and singers were as one, to make one sound to be heard in praising and thanking Yahweh; and when they lifted up their voice with the trumpets and cymbals and instruments of music, and praised Yahweh, saying, “For he is good, for his loving kindness endures forever!” then the house was filled with a cloud, even Yahweh’s house,
吹號的、歌唱的都一齊發聲,聲合為一,讚美感謝耶和華。吹號、敲鈸,用各種樂器,揚聲讚美耶和華說: 耶和華本為善, 他的慈愛永遠長存! 那時,耶和華的殿有雲充滿,
5:14
καὶ οὐκ ἠδύναντο οἱ ἱερεῖς τοῦ στῆναι λειτουργεῖν ἀπὸ προσώπου τῆς νεφέλης ὅτι ἐνέπλησεν δόξα κυρίου τὸν οἶκον τοῦ θεοῦ
so that the priests could not stand to minister by reason of the cloud; for Yahweh’s glory filled God’s house.
甚至祭司不能站立供職,因為耶和華的榮光充滿了上帝的殿。
← ch. 4ch. 6 →
123456789101112131415161718192021222324252627282930313233343536