26:1
Ἀλλὰ γὰρ πρὸς τοῖς ἀποδοθεῖσιν Εἰρηναίου συγγράμμασι καὶ ταῖς ἐπιστολαῖς φέρεταί τις αὐτοῦ ἀναγκαιότατος, λόγος συντομώτατος καὶ τὰ μάλιστα ἀναγκαιότατος, περὶ ἐπιστήμης ἐπιγεγραμμένος· καὶ ἄλλος ὃν ἀνατέθεικεν ἀδελφῷ, Μαρκιανῷ τοὔνομα, εἰς ἐπίδειξεν τοῦ ἀποστολικοῦ κηρύγματος· καὶ βιβλίον τι διαλέξεων διαφόρων, ἐν ᾧ τῆς πρὸς Ἑβραίους ἐπιστολῆς καὶ τῆς λεγομένης Σοφίας Σολομῶνος μνημονεύει, ῥητά τινα ἐξ αὐτῶν παραθέμενος. καὶ τὰ μὲν εἰς ἡμετέραν ἐλθόντα γνῶσιν τῶν Εἰρηναίου τοσαῦτα. Κομόδου δὲ τὴν ἀρχὴν ἐπὶ δέκα καὶ τρισὶν ἔτεσι καταλύσαντος αὐτοκράτωρ Σεβῆρος οὐδ᾿ ὅλοις μησὶν ἓξ μετὰ τὴν Κομόδου τελευτὴν Περτίνακος διαγενομένου κρατεῖ.
然而,除已提及愛任紐的那些著作與書信之外,還流傳著他一篇極其必要、極為簡短、尤其必要的論述,題為《論知識》;另有一篇是他獻給一位名叫馬爾基安的弟兄的,題為《使徒宣講之證明》;還有一卷雜論之書,他在其中提到了《希伯來書》和那所謂的《所羅門智慧書》,並引述了其中若干段落。那麼,傳到我們所知的愛任紐著作,就是這些。康茂德在十三年後結束了他的統治,而珀提那克斯在康茂德死後尚不足六個整月,皇帝塞維魯便執掌了政權。
But indeed, besides the treatises and letters of Irenaeus that have been mentioned, there is current a most necessary and very brief, and especially most necessary, discourse of his, entitled 「Concerning Knowledge」; and another, which he dedicated to a brother named Marcianus, 「In Demonstration of the Apostolic Preaching」; and a certain book of various discourses, in which he mentions the Epistle to the Hebrews and the so-called Wisdom of Solomon, citing certain passages from them. Such, then, are the works of Irenaeus that have come to our knowledge. And when Commodus had brought his rule to an end after thirteen years, and Pertinax had survived not even six full months after the death of Commodus, the emperor Severus held power.