📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 希臘教父 › 《教會史》卷五

優西比烏

《教會史》卷五 第 6 章

希臘文原文.5 節.部分字詞可點開查義

← 第 5 章第 7 章 →
6:1
Θεμελιώσαντες οὖν καὶ οἰκοδομήσαντες οἶ μακάριοι ἀπόστολοι τὴν ἐκκλησίαν Λίνῳ τὴν τῆς ἐπισκοπῆς λειτουργίαν ἐνεχείρισαν. τούτου τοῦ Λίνου Παῦλος ἐν ταῖς πρὸς Τιμόθεον ἐπιστολαῖς μέμνηται, διαδέχεται δὲ αὐτὸν Ανέγκλητος.
「於是,當那有福的眾使徒建立並建造了教會之後,便把主教的職事交託給利諾。保羅在他寫給提摩太的書信中題到這利諾。接續他的是亞尼克勒徒。」
「When, therefore, the blessed apostles had founded and built up the Church, they committed the ministry of the bishopric to Linus. Of this Linus Paul makes mention in his epistles to Timothy. And Anencletus succeeds him.」
6:2
μετὰ τοῦτον δὲ τρίτῳ τόπῳ ἀπὸ τῶν ἀποστόλων τὴν ἐπισκοπὴν κληροῦται Κλήμης, καὶ ἑωρακὼς τοὺς μακαρίους ἀποστόλους, καὶ συμβεβληκὼς αὐτοῖς, καὶ ἔτι ἔναυλον τὸ κήρυγμα τῶν ἀποστόλων καὶ τὴν παράδοσιν πρὸ ὀφθαλμῶν ἔχων, οὐ μόνος· ἔτι γὰρ πολλοὶ ὑπελείποντο τότε ὑπὸ τῶν ἀποστόλων δεδιδαγμένοι.
「在他之後,從眾使徒算起居第三位的革利免承受了主教之職——他既親眼見過那有福的眾使徒,又與他們交往過,使徒的傳講仍在他耳中迴響,那傳統也擺在他眼前;而且不止他一人,因為那時還有許多曾受過使徒教導的人尚且存活。」
「And after him, in the third place from the apostles, Clement obtains the bishopric by lot—he who had both seen the blessed apostles and conferred with them, and still had the preaching of the apostles ringing in his ears and the tradition before his eyes; and not he alone, for many still survived at that time who had been taught by the apostles.」
6:3
ἐπὶ τούτου οὖν τοῦ Κλήμεντος στάσεως οὐκ ὀλίγης τοῖς ἐν Κορίνθῳ γενομένης ἀδελφοῖς, ἐπέστειλεν ἐν Ρώμῃ ἐκκλησία ἱκανωτάτην γραφὴν τοῖς Κορινθίοις, εἰς εἰρήνην συμβιβάζουσα αὐτοὺς, καὶ ἀνανεοῦσα τὴν πίστιν αὐτῶν καὶ ἣν νεωστὶ ἀπὸ τῶν ἀποστόλων παράδοσιν εἰλήφει.
「於是,在這革利免的時候,哥林多的弟兄中間起了不小的紛爭,羅馬的教會便寄了一封極其充足的書信給哥林多人,使他們和睦相安,又更新他們的信仰,以及他們新近從眾使徒所領受的傳統。」
「In the time, then, of this Clement, when no small dissension had arisen among the brethren in Corinth, the church in Rome sent a most adequate letter to the Corinthians, reconciling them unto peace, and renewing their faith and the tradition which they had lately received from the apostles.」
6:4
καὶ μετὰ βραχέα φησὶ τὸν δὲ Κλήμεντα τοῦτον διαδέχεται Εὐάρεστος, καὶ τὸν Εὐάρεστον Ἀλέξανδρος. εἶθ᾿ οὕτως ἕκτος ἀπὸ τῶν ἀποστόλων καθίσταται Ξύστὸς, μετὰ δὲ τοῦτον Τελεσφόρος, ὃς καὶ ἐνδόξως ἐμαρτύρησεν· ἔπειτα Ὑγῖνος, εἶτα Πίος, μεθ᾿ ὃν Ἀνίκητος. διαδεξαμένου τὸν Ἀνίκητον Σωτῆρος νῦν δωδεκάτῳ τόπῳ τὸν τῆς ἐπισκοπῆς ἀπὸ τῶν ἀποστόλων κατέχει κλῆρον Ἐλεύθερος.
過了不久,他說:「接續這革利免的是以瓦勒徒,接續以瓦勒徒的是亞歷山大。然後,從眾使徒算起居第六位的是敘斯徒;在他之後是德勒斯弗洛,他也榮耀地作了見證;然後是許癸諾,其次是丕約,接續丕約的是亞尼克徒。蘇德接續了亞尼克徒之後,如今以流德羅便執掌主教之職,從眾使徒算起居第十二位。」
And after a little he says: 「And this Clement is succeeded by Evaristus, and Evaristus by Alexander. Then thus Xystus is appointed sixth from the apostles; and after him Telesphorus, who also gloriously bore witness; then Hyginus, then Pius, after whom Anicetus. And Soter having succeeded Anicetus, now Eleutherus holds the lot of the bishopric in the twelfth place from the apostles.」
6:5
τῇ αὐτῇ τάξει καὶ τῇ αὐτῇ διδαχῇ τε ἀπὸ τῶν ἀποστόλων ἐν τῇ ἐκκλησίᾳ παράδοσις καὶ τὸ τῆς ἀληθείας κήρυγμα κατήντηκεν εἰς ἡμᾶς.
「藉著這同樣的次序,藉著這同樣的教訓,教會中那從眾使徒而來的傳統,以及那真理的傳講,便都傳到了我們這裡。」
「By this same order and by this same teaching, both the tradition in the Church from the apostles and the preaching of the truth have come down to us.」
← 第 5 章第 7 章 →
12345678910111213141516171819202122232425262728