📜 Verbum
Scripture and the Fathers, read aloud in the original

← All books · Septuagint › 1 Samuel

1 Samuel 11

Greek original · 15 verses · some words can be tapped for a gloss

← ch. 10ch. 12 →
📖 This chapter exists in 3 other originals — side by side (Hebrew Old Testament, Vulgate, Ge'ez Bible)
11:1
καὶ ἐγενήθη ὡς μετὰ μῆνα καὶ ἀνέβη Ναας Αμμανίτης καὶ παρεμβάλλει ἐπὶ Ιαβις Γαλααδ καὶ εἶπον πάντες οἱ ἄνδρες Ιαβις πρὸς Ναας τὸν Αμμανίτην διάθου ἡμῖν διαθήκην καὶ δουλεύσομέν σοι
Then Nahash the Ammonite came up and encamped against Jabesh Gilead; and all the men of Jabesh said to Nahash, “Make a covenant with us, and we will serve you.”
亞捫人的王拿轄上來,對着基列‧雅比安營。雅比眾人對拿轄說:「你與我們立約,我們就服事你。」
11:2
καὶ εἶπεν πρὸς αὐτοὺς Ναας Αμμανίτης ἐν ταύτῃ διαθήσομαι ὑμῖν διαθήκην ἐν τῷ ἐξορύξαι ὑμῶν πάντα ὀφθαλμὸν δεξιόν καὶ θήσομαι ὄνειδος ἐπὶ Ισραηλ
Nahash the Ammonite said to them, “On this condition I will make it with you, that all your right eyes be gouged out. I will make this dishonor all Israel.”
亞捫人拿轄說:「你們若由我剜出你們各人的右眼,以此凌辱以色列眾人,我就與你們立約。」
11:3
καὶ λέγουσιν αὐτῷ οἱ ἄνδρες Ιαβις ἄνες ἡμῖν ἑπτὰ ἡμέρας καὶ ἀποστελοῦμεν ἀγγέλους εἰς πᾶν ὅριον Ισραηλ ἐὰν μὴ σῴζων ἡμᾶς ἐξελευσόμεθα πρὸς ὑμᾶς
The elders of Jabesh said to him, “Give us seven days, that we may send messengers to all the borders of Israel; and then, if there is no one to save us, we will come out to you.”
雅比的長老對他說:「求你寬容我們七日,等我們打發人往以色列的全境去;若沒有人救我們,我們就出來歸順你。」
11:4
καὶ ἔρχονται οἱ ἄγγελοι εἰς Γαβαα πρὸς Σαουλ καὶ λαλοῦσιν τοὺς λόγους εἰς τὰ ὦτα τοῦ λαοῦ καὶ ἦραν πᾶς λαὸς τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν
Then the messengers came to Gibeah of Saul, and spoke these words in the ears of the people, then all the people lifted up their voice and wept.
使者到了掃羅住的基比亞,將這話說給百姓聽,百姓就都放聲而哭。
11:5
καὶ ἰδοὺ Σαουλ ἤρχετο μετὰ τὸ πρωὶ ἐξ ἀγροῦ καὶ εἶπεν Σαουλ τί ὅτι κλαίει λαός καὶ διηγοῦνται αὐτῷ τὰ ῥήματα τῶν υἱῶν Ιαβις
Behold, Saul came following the oxen out of the field; and Saul said, “What ails the people that they weep?” They told him the words of the men of Jabesh.
掃羅正從田間趕牛回來,問說:「百姓為甚麼哭呢?」眾人將雅比人的話告訴他。
11:6
καὶ ἐφήλατο πνεῦμα κυρίου ἐπὶ Σαουλ ὡς ἤκουσεν τὰ ῥήματα ταῦτα καὶ ἐθυμώθη ἐπ’ αὐτοὺς ὀργὴ αὐτοῦ σφόδρα
God’s Spirit came mightily on Saul when he heard those words, and his anger burned hot.
掃羅聽見這話,就被上帝的靈大大感動,甚是發怒。
11:7
καὶ ἔλαβεν δύο βόας καὶ ἐμέλισεν αὐτὰς καὶ ἀπέστειλεν εἰς πᾶν ὅριον Ισραηλ ἐν χειρὶ ἀγγέλων λέγων ὃς οὐκ ἔστιν ἐκπορευόμενος ὀπίσω Σαουλ καὶ ὀπίσω Σαμουηλ κατὰ τάδε ποιήσουσιν τοῖς βουσὶν αὐτοῦ καὶ ἐπῆλθεν ἔκστασις κυρίου ἐπὶ τὸν λαὸν Ισραηλ καὶ ἐβόησαν ὡς ἀνὴρ εἷς
He took a yoke of oxen and cut them in pieces, then sent them throughout all the borders of Israel by the hand of messengers, saying, “Whoever doesn’t come out after Saul and after Samuel, so shall it be done to his oxen.” The dread of Yahweh fell on the people, and they came out as one man.
他將一對牛切成塊子,託付使者傳送以色列的全境,說:「凡不出來跟隨掃羅和撒母耳的,也必這樣切開他的牛。」於是耶和華使百姓懼怕,他們就都出來,如同一人。
11:8
καὶ ἐπισκέπτεται αὐτοὺς Αβιεζεκ ἐν Βαμα πᾶν ἄνδρα Ισραηλ ἑξακοσίας χιλιάδας καὶ ἄνδρας Ιουδα ἑβδομήκοντα χιλιάδας
He counted them in Bezek; and the children of Israel were three hundred thousand, and the men of Judah thirty thousand.
掃羅在比色數點他們:以色列人有三十萬,猶大人有三萬。
11:9
καὶ εἶπεν τοῖς ἀγγέλοις τοῖς ἐρχομένοις τάδε ἐρεῖτε τοῖς ἀνδράσιν Ιαβις αὔριον ὑμῖν σωτηρία διαθερμάναντος τοῦ ἡλίου καὶ ἦλθον οἱ ἄγγελοι εἰς τὴν πόλιν καὶ ἀπαγγέλλουσιν τοῖς ἀνδράσιν Ιαβις καὶ εὐφράνθησαν
They said to the messengers who came, “Tell the men of Jabesh Gilead, ‘Tomorrow, by the time the sun is hot, you will be rescued.’” The messengers came and told the men of Jabesh; and they were glad.
眾人對那使者說:「你們要回覆基列‧雅比人說,明日太陽近午的時候,你們必得解救。」使者回去告訴雅比人,他們就歡喜了。
11:10
καὶ εἶπαν οἱ ἄνδρες Ιαβις πρὸς Ναας τὸν Αμμανίτην αὔριον ἐξελευσόμεθα πρὸς ὑμᾶς καὶ ποιήσετε ἡμῖν τὸ ἀγαθὸν ἐνώπιον ὑμῶν
Therefore the men of Jabesh said, “Tomorrow we will come out to you, and you shall do with us all that seems good to you.”
於是雅比人對亞捫人說:「明日我們出來歸順你們,你們可以隨意待我們。」
11:11
καὶ ἐγενήθη μετὰ τὴν αὔριον καὶ ἔθετο Σαουλ τὸν λαὸν εἰς τρεῖς ἀρχάς καὶ εἰσπορεύονται μέσον τῆς παρεμβολῆς ἐν φυλακῇ τῇ πρωινῇ καὶ ἔτυπτον τοὺς υἱοὺς Αμμων ἕως διεθερμάνθη ἡμέρα καὶ ἐγενήθησαν οἱ ὑπολελειμμένοι διεσπάρησαν καὶ οὐχ ὑπελείφθησαν ἐν αὐτοῖς δύο κατὰ τὸ αὐτό
On the next day, Saul put the people in three companies; and they came into the middle of the camp in the morning watch, and struck the Ammonites until the heat of the day. Those who remained were scattered, so that no two of them were left together.
第二日,掃羅將百姓分為三隊,在晨更的時候入了亞捫人的營,擊殺他們直到太陽近午,剩下的人都逃散,沒有二人同在一處的。
11:12
καὶ εἶπεν λαὸς πρὸς Σαμουηλ τίς εἴπας ὅτι Σαουλ οὐ βασιλεύσει ἡμῶν παράδος τοὺς ἄνδρας καὶ θανατώσομεν αὐτούς
The people said to Samuel, “Who is he who said, ‘Shall Saul reign over us?’ Bring those men, that we may put them to death!”
百姓對撒母耳說:「那說『掃羅豈能管理我們』的是誰呢?可以將他交出來,我們好殺死他。」
11:13
καὶ εἶπεν Σαουλ οὐκ ἀποθανεῖται οὐδεὶς ἐν τῇ ἡμέρᾳ ταύτῃ ὅτι σήμερον κύριος ἐποίησεν σωτηρίαν ἐν Ισραηλ
Saul said, “No man shall be put to death today; for today Yahweh has rescued Israel.”
掃羅說:「今日耶和華在以色列中施行拯救,所以不可殺人。」
11:14
καὶ εἶπεν Σαμουηλ πρὸς τὸν λαὸν λέγων πορευθῶμεν εἰς Γαλγαλα καὶ ἐγκαινίσωμεν ἐκεῖ τὴν βασιλείαν
Then Samuel said to the people, “Come! Let’s go to Gilgal, and renew the kingdom there.”
撒母耳對百姓說:「我們要往吉甲去,在那裏立國。」
11:15
καὶ ἐπορεύθη πᾶς λαὸς εἰς Γαλγαλα καὶ ἔχρισεν Σαμουηλ ἐκεῖ τὸν Σαουλ εἰς βασιλέα ἐνώπιον κυρίου ἐν Γαλγαλοις καὶ ἔθυσεν ἐκεῖ θυσίας καὶ εἰρηνικὰς ἐνώπιον κυρίου καὶ εὐφράνθη Σαμουηλ καὶ πᾶς Ισραηλ ὥστε λίαν
All the people went to Gilgal; and there they made Saul king before Yahweh in Gilgal. There they offered sacrifices of peace offerings before Yahweh; and there Saul and all the men of Israel rejoiced greatly.
眾百姓就到了吉甲那裏,在耶和華面前立掃羅為王,又在耶和華面前獻平安祭。掃羅和以色列眾人大大歡喜。
← ch. 10ch. 12 →
12345678910111213141516171819202122232425262728293031