📜 Verbum
Scripture and the Fathers, read aloud in the original

← All books · Septuagint › 1 Samuel

1 Samuel 2

Greek original · 36 verses · some words can be tapped for a gloss

← ch. 1ch. 3 →
📖 This chapter exists in 3 other originals — side by side (Hebrew Old Testament, Vulgate, Ge'ez Bible)
2:1
καὶ εἶπεν ἐστερεώθη καρδία μου ἐν κυρίῳ ὑψώθη κέρας μου ἐν θεῷ μου ἐπλατύνθη ἐπὶ ἐχθροὺς τὸ στόμα μου εὐφράνθην ἐν σωτηρίᾳ σου
Hannah prayed, and said, “My heart exults in Yahweh! My horn is exalted in Yahweh. My mouth is enlarged over my enemies, because I rejoice in your salvation.
哈拿禱告說: 我的心因耶和華快樂; 我的角因耶和華高舉。 我的口向仇敵張開; 我因耶和華的救恩歡欣。
2:2
ὅτι οὐκ ἔστιν ἅγιος ὡς κύριος καὶ οὐκ ἔστιν δίκαιος ὡς θεὸς ἡμῶν οὐκ ἔστιν ἅγιος πλὴν σοῦ
There is no one as holy as Yahweh, for there is no one besides you, nor is there any rock like our God.
只有耶和華為聖; 除他以外沒有可比的, 也沒有磐石像我們的上帝。
2:3
μὴ καυχᾶσθε καὶ μὴ λαλεῖτε ὑψηλά μὴ ἐξελθάτω μεγαλορρημοσύνη ἐκ τοῦ στόματος ὑμῶν ὅτι θεὸς γνώσεων κύριος καὶ θεὸς ἑτοιμάζων ἐπιτηδεύματα αὐτοῦ
“Don’t keep talking so exceedingly proudly. Don’t let arrogance come out of your mouth, for Yahweh is a God of knowledge. By him actions are weighed.
人不要誇口說驕傲的話, 也不要出狂妄的言語; 因耶和華是大有智識的上帝, 人的行為被他衡量。
2:4
τόξον δυνατῶν ἠσθένησεν καὶ ἀσθενοῦντες περιεζώσαντο δύναμιν
“The bows of the mighty men are broken. Those who stumbled are armed with strength.
勇士的弓都已折斷; 跌倒的人以力量束腰。
2:5
πλήρεις ἄρτων ἠλαττώθησαν καὶ οἱ πεινῶντες παρῆκαν γῆν ὅτι στεῖρα ἔτεκεν ἑπτά καὶ πολλὴ ἐν τέκνοις ἠσθένησεν
Those who were full have hired themselves out for bread. Those who were hungry are satisfied. Yes, the barren has borne seven. She who has many children languishes.
素來飽足的,反作用人求食; 飢餓的,再不飢餓。 不生育的,生了七個兒子; 多有兒女的,反倒衰微。
2:6
κύριος θανατοῖ καὶ ζωογονεῖ κατάγει εἰς ᾅδου καὶ ἀνάγει
“Yahweh kills and makes alive. He brings down to Sheol and brings up.
耶和華使人死,也使人活, 使人下陰間,也使人往上升。
2:7
κύριος πτωχίζει καὶ πλουτίζει ταπεινοῖ καὶ ἀνυψοῖ
Yahweh makes poor and makes rich. He brings low, he also lifts up.
他使人貧窮,也使人富足, 使人卑微,也使人高貴。
2:8
ἀνιστᾷ ἀπὸ γῆς πένητα καὶ ἀπὸ κοπρίας ἐγείρει πτωχὸν καθίσαι μετὰ δυναστῶν λαῶν καὶ θρόνον δόξης κατακληρονομῶν αὐτοῖς
He raises up the poor out of the dust. He lifts up the needy from the dunghill to make them sit with princes and inherit the throne of glory. For the pillars of the earth are Yahweh’s. He has set the world on them.
他從灰塵裏抬舉貧寒人, 從糞堆中提拔窮乏人, 使他們與王子同坐, 得着榮耀的座位。 地的柱子屬於耶和華; 他將世界立在其上。
2:9
διδοὺς εὐχὴν τῷ εὐχομένῳ καὶ εὐλόγησεν ἔτη δικαίου ὅτι οὐκ ἐν ἰσχύι δυνατὸς ἀνήρ
He will keep the feet of his holy ones, but the wicked will be put to silence in darkness; for no man will prevail by strength.
他必保護聖民的腳步, 使惡人在黑暗中寂然不動; 人都不能靠力量得勝。
2:10
κύριος ἀσθενῆ ποιήσει ἀντίδικον αὐτοῦ κύριος ἅγιος μὴ καυχάσθω φρόνιμος ἐν τῇ φρονήσει αὐτοῦ καὶ μὴ καυχάσθω δυνατὸς ἐν τῇ δυνάμει αὐτοῦ καὶ μὴ καυχάσθω πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ ἀλλ’ ἐν τούτῳ καυχάσθω καυχώμενος συνίειν καὶ γινώσκειν τὸν κύριον καὶ ποιεῖν κρίμα καὶ δικαιοσύνην ἐν μέσῳ τῆς γῆς κύριος ἀνέβη εἰς οὐρανοὺς καὶ ἐβρόντησεν αὐτὸς κρινεῖ ἄκρα γῆς καὶ δίδωσιν ἰσχὺν τοῖς βασιλεῦσιν ἡμῶν καὶ ὑψώσει κέρας χριστοῦ αὐτοῦ
Those who strive with Yahweh shall be broken to pieces. He will thunder against them in the sky. “Yahweh will judge the ends of the earth. He will give strength to his king, and exalt the horn of his anointed.”
與耶和華爭競的,必被打碎; 耶和華必從天上以雷攻擊他, 必審判地極的人, 將力量賜與所立的王, 高舉受膏者的角。
2:11
καὶ κατέλιπον αὐτὸν ἐκεῖ ἐνώπιον κυρίου καὶ ἀπῆλθον εἰς Αρμαθαιμ καὶ τὸ παιδάριον ἦν λειτουργῶν τῷ προσώπῳ κυρίου ἐνώπιον Ηλι τοῦ ἱερέως
Elkanah went to Ramah to his house. The child served Yahweh before Eli the priest.
以利加拿往拉瑪回家去了。那孩子在祭司以利面前事奉耶和華。
2:12
καὶ οἱ υἱοὶ Ηλι τοῦ ἱερέως υἱοὶ λοιμοὶ οὐκ εἰδότες τὸν κύριον
Now the sons of Eli were wicked men. They didn’t know Yahweh.
以利的兩個兒子是惡人,不認識耶和華。
2:13
καὶ τὸ δικαίωμα τοῦ ἱερέως παρὰ τοῦ λαοῦ παντὸς τοῦ θύοντος καὶ ἤρχετο τὸ παιδάριον τοῦ ἱερέως ὡς ἂν ἡψήθη τὸ κρέας καὶ κρεάγρα τριόδους ἐν τῇ χειρὶ αὐτοῦ
The custom of the priests with the people was that when anyone offered a sacrifice, the priest’s servant came while the meat was boiling, with a fork of three teeth in his hand;
這二祭司待百姓是這樣的規矩:凡有人獻祭,正煮肉的時候,祭司的僕人就來,手拿三齒的叉子,
2:14
καὶ ἐπάταξεν αὐτὴν εἰς τὸν λέβητα τὸν μέγαν εἰς τὸ χαλκίον εἰς τὴν κύθραν πᾶν ἐὰν ἀνέβη ἐν τῇ κρεάγρᾳ ἐλάμβανεν ἑαυτῷ ἱερεύς κατὰ τάδε ἐποίουν παντὶ Ισραηλ τοῖς ἐρχομένοις θῦσαι κυρίῳ ἐν Σηλωμ
and he stabbed it into the pan, or kettle, or cauldron, or pot. The priest took all that the fork brought up for himself. They did this to all the Israelites who came there to Shiloh.
將叉子往罐裏,或鼎裏,或釜裏,或鍋裏一插,插上來的肉,祭司都取了去。凡上到示羅的以色列人,他們都是這樣看待。
2:15
καὶ πρὶν θυμιαθῆναι τὸ στέαρ ἤρχετο τὸ παιδάριον τοῦ ἱερέως καὶ ἔλεγεν τῷ ἀνδρὶ τῷ θύοντι δὸς κρέας ὀπτῆσαι τῷ ἱερεῖ καὶ οὐ μὴ λάβω παρὰ σοῦ ἑφθὸν ἐκ τοῦ λέβητος
Yes, before they burned the fat, the priest’s servant came, and said to the man who sacrificed, “Give meat to roast for the priest; for he will not accept boiled meat from you, but raw.”
又在未燒脂油以前,祭司的僕人就來對獻祭的人說:「將肉給祭司,叫他烤吧。他不要煮過的,要生的。」
2:16
καὶ ἔλεγεν ἀνὴρ θύων θυμιαθήτω πρῶτον ὡς καθήκει τὸ στέαρ καὶ λαβὲ σεαυτῷ ἐκ πάντων ὧν ἐπιθυμεῖ ψυχή σου καὶ εἶπεν οὐχί ὅτι νῦν δώσεις καὶ ἐὰν μή λήμψομαι κραταιῶς
If the man said to him, “Let the fat be burned first, and then take as much as your soul desires;” then he would say, “No, but you shall give it to me now; and if not, I will take it by force.”
獻祭的人若說:「必須先燒脂油,然後你可以隨意取肉。」僕人就說:「你立時給我,不然我便搶去。」
2:17
καὶ ἦν ἁμαρτία τῶν παιδαρίων ἐνώπιον κυρίου μεγάλη σφόδρα ὅτι ἠθέτουν τὴν θυσίαν κυρίου
The sin of the young men was very great before Yahweh; for the men despised Yahweh’s offering.
如此,這二少年人的罪在耶和華面前甚重了,因為他們藐視耶和華的祭物 。
2:18
καὶ Σαμουηλ ἦν λειτουργῶν ἐνώπιον κυρίου παιδάριον περιεζωσμένον εφουδ βαρ
But Samuel ministered before Yahweh, being a child, clothed with a linen ephod.
那時,撒母耳還是孩子,穿着細麻布的以弗得,侍立在耶和華面前。
2:19
καὶ διπλοΐδα μικρὰν ἐποίησεν αὐτῷ μήτηρ αὐτοῦ καὶ ἀνέφερεν αὐτῷ ἐξ ἡμερῶν εἰς ἡμέρας ἐν τῷ ἀναβαίνειν αὐτὴν μετὰ τοῦ ἀνδρὸς αὐτῆς θῦσαι τὴν θυσίαν τῶν ἡμερῶν
Moreover his mother made him a little robe, and brought it to him from year to year when she came up with her husband to offer the yearly sacrifice.
他母親每年為他做一件小外袍,同着丈夫上來獻年祭的時候帶來給他。
2:20
καὶ εὐλόγησεν Ηλι τὸν Ελκανα καὶ τὴν γυναῖκα αὐτοῦ λέγων ἀποτείσαι σοι κύριος σπέρμα ἐκ τῆς γυναικὸς ταύτης ἀντὶ τοῦ χρέους οὗ ἔχρησας τῷ κυρίῳ καὶ ἀπῆλθεν ἄνθρωπος εἰς τὸν τόπον αὐτοῦ
Eli blessed Elkanah and his wife, and said, “May Yahweh give you offspring from this woman for the petition which was asked of Yahweh.” Then they went to their own home.
以利為以利加拿和他的妻祝福,說:「願耶和華由這婦人再賜你後裔,代替你從耶和華求來的孩子。」他們就回本鄉去了。
2:21
καὶ ἐπεσκέψατο κύριος τὴν Ανναν καὶ ἔτεκεν ἔτι τρεῖς υἱοὺς καὶ δύο θυγατέρας καὶ ἐμεγαλύνθη τὸ παιδάριον Σαμουηλ ἐνώπιον κυρίου
Yahweh visited Hannah, and she conceived and bore three sons and two daughters. The child Samuel grew before Yahweh.
耶和華眷顧哈拿,她就懷孕生了三個兒子,兩個女兒。那孩子撒母耳在耶和華面前漸漸長大。
2:22
καὶ Ηλι πρεσβύτης σφόδρα καὶ ἤκουσεν ἐποίουν οἱ υἱοὶ αὐτοῦ τοῖς υἱοῖς Ισραηλ
Now Eli was very old; and he heard all that his sons did to all Israel, and how that they slept with the women who served at the door of the Tent of Meeting.
以利年甚老邁,聽見他兩個兒子待以色列眾人的事,又聽見他們與會幕門前伺候的婦人苟合,
2:23
καὶ εἶπεν αὐτοῖς ἵνα τί ποιεῖτε κατὰ τὸ ῥῆμα τοῦτο ἐγὼ ἀκούω ἐκ στόματος παντὸς τοῦ λαοῦ κυρίου
He said to them, “Why do you do such things? For I hear of your evil dealings from all these people.
他就對他們說:「你們為何行這樣的事呢?我從這眾百姓聽見你們的惡行。
2:24
μή τέκνα ὅτι οὐκ ἀγαθὴ ἀκοή ἣν ἐγὼ ἀκούω μὴ ποιεῖτε οὕτως ὅτι οὐκ ἀγαθαὶ αἱ ἀκοαί ἃς ἐγὼ ἀκούω τοῦ μὴ δουλεύειν λαὸν θεῷ
No, my sons; for it is not a good report that I hear! You make Yahweh’s people disobey.
我兒啊,不可這樣!我聽見你們的風聲不好,你們使耶和華的百姓犯了罪。
2:25
ἐὰν ἁμαρτάνων ἁμάρτῃ ἀνὴρ εἰς ἄνδρα καὶ προσεύξονται ὑπὲρ αὐτοῦ πρὸς κύριον καὶ ἐὰν τῷ κυρίῳ ἁμάρτῃ τίς προσεύξεται ὑπὲρ αὐτοῦ καὶ οὐκ ἤκουον τῆς φωνῆς τοῦ πατρὸς αὐτῶν ὅτι βουλόμενος ἐβούλετο κύριος διαφθεῖραι αὐτούς
If one man sins against another, God will judge him; but if a man sins against Yahweh, who will intercede for him?” Notwithstanding, they didn’t listen to the voice of their father, because Yahweh intended to kill them.
人若得罪人,有士師審判他;人若得罪耶和華,誰能為他祈求呢?」然而他們還是不聽父親的話,因為耶和華想要殺他們。
2:26
καὶ τὸ παιδάριον Σαμουηλ ἐπορεύετο καὶ ἐμεγαλύνετο καὶ ἀγαθὸν καὶ μετὰ κυρίου καὶ μετὰ ἀνθρώπων
The child Samuel grew on, and increased in favor both with Yahweh and also with men.
孩子撒母耳漸漸長大,耶和華與人越發喜愛他。
2:27
καὶ ἦλθεν ἄνθρωπος θεοῦ πρὸς Ηλι καὶ εἶπεν τάδε λέγει κύριος ἀποκαλυφθεὶς ἀπεκαλύφθην πρὸς οἶκον πατρός σου ὄντων αὐτῶν ἐν γῇ Αἰγύπτῳ δούλων τῷ οἴκῳ Φαραω
A man of God came to Eli and said to him, “Yahweh says, ‘Did I reveal myself to the house of your father when they were in Egypt in bondage to Pharaoh’s house?
有神人來見以利,對他說:「耶和華如此說:『你祖父在埃及法老家作奴僕的時候,我不是向他們顯現嗎?
2:28
καὶ ἐξελεξάμην τὸν οἶκον τοῦ πατρός σου ἐκ πάντων τῶν σκήπτρων Ισραηλ ἐμοὶ ἱερατεύειν καὶ ἀναβαίνειν ἐπὶ θυσιαστήριόν μου καὶ θυμιᾶν θυμίαμα καὶ αἴρειν εφουδ καὶ ἔδωκα τῷ οἴκῳ τοῦ πατρός σου τὰ πάντα τοῦ πυρὸς υἱῶν Ισραηλ εἰς βρῶσιν
Didn’t I choose him out of all the tribes of Israel to be my priest, to go up to my altar, to burn incense, to wear an ephod before me? Didn’t I give to the house of your father all the offerings of the children of Israel made by fire?
在以色列眾支派中,我不是揀選人作我的祭司,使他燒香,在我壇上獻祭,在我面前穿以弗得,又將以色列人所獻的火祭都賜給你父家嗎?
2:29
καὶ ἵνα τί ἐπέβλεψας ἐπὶ τὸ θυμίαμά μου καὶ εἰς τὴν θυσίαν μου ἀναιδεῖ ὀφθαλμῷ καὶ ἐδόξασας τοὺς υἱούς σου ὑπὲρ ἐμὲ ἐνευλογεῖσθαι ἀπαρχῆς πάσης θυσίας Ισραηλ ἔμπροσθέν μου
Why do you kick at my sacrifice and at my offering, which I have commanded in my habitation, and honor your sons above me, to make yourselves fat with the best of all the offerings of Israel my people?’
我所吩咐獻在我居所的祭物,你們為何踐踏?尊重你的兒子過於尊重我,將我民以色列所獻美好的祭物肥己呢?』
2:30
διὰ τοῦτο τάδε εἶπεν κύριος θεὸς Ισραηλ εἶπα οἶκός σου καὶ οἶκος τοῦ πατρός σου διελεύσεται ἐνώπιόν μου ἕως αἰῶνος καὶ νῦν φησιν κύριος μηδαμῶς ἐμοί ὅτι ἀλλ’ τοὺς δοξάζοντάς με δοξάσω καὶ ἐξουθενῶν με ἀτιμωθήσεται
“Therefore Yahweh, the God of Israel, says, ‘I said indeed that your house and the house of your father should walk before me forever.’ But now Yahweh says, ‘Far be it from me; for those who honor me I will honor, and those who despise me will be cursed.
因此,耶和華-以色列的上帝說:『我曾說,你和你父家必永遠行在我面前;現在我卻說,決不容你們這樣行。因為尊重我的,我必重看他;藐視我的,他必被輕視。
2:31
ἰδοὺ ἡμέραι ἔρχονται καὶ ἐξολεθρεύσω τὸ σπέρμα σου καὶ τὸ σπέρμα οἴκου πατρός σου
Behold, the days come that I will cut off your arm and the arm of your father’s house, that there will not be an old man in your house.
日子必到,我要折斷你的膀臂和你父家的膀臂,使你家中沒有一個老年人。
2:32
καὶ οὐκ ἔσται σου πρεσβύτης ἐν οἴκῳ μου πάσας τὰς ἡμέρας
You will see the affliction of my habitation, in all the wealth which I will give Israel. There shall not be an old man in your house forever.
在上帝使以色列人享福的時候,你必看見我居所的敗落。在你家中必永遠沒有一個老年人。
2:33
καὶ ἄνδρα οὐκ ἐξολεθρεύσω σοι ἀπὸ τοῦ θυσιαστηρίου μου ἐκλιπεῖν τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ καταρρεῖν τὴν ψυχὴν αὐτοῦ καὶ πᾶς περισσεύων οἴκου σου πεσοῦνται ἐν ῥομφαίᾳ ἀνδρῶν
The man of yours whom I don’t cut off from my altar will consume your eyes and grieve your heart. All the increase of your house will die in the flower of their age.
我必不從我壇前滅盡你家中的人;那未滅的必使你眼目乾癟、心中憂傷。你家中所生的人都必死在中年。
2:34
καὶ τοῦτό σοι τὸ σημεῖον ἥξει ἐπὶ τοὺς δύο υἱούς σου τούτους Οφνι καὶ Φινεες ἐν ἡμέρᾳ μιᾷ ἀποθανοῦνται ἀμφότεροι
This will be the sign to you that will come on your two sons, on Hophni and Phinehas: in one day they will both die.
你的兩個兒子何弗尼、非尼哈所遭遇的事可作你的證據:他們二人必一日同死。
2:35
καὶ ἀναστήσω ἐμαυτῷ ἱερέα πιστόν ὃς πάντα τὰ ἐν τῇ καρδίᾳ μου καὶ τὰ ἐν τῇ ψυχῇ μου ποιήσει καὶ οἰκοδομήσω αὐτῷ οἶκον πιστόν καὶ διελεύσεται ἐνώπιον χριστοῦ μου πάσας τὰς ἡμέρας
I will raise up a faithful priest for myself who will do according to that which is in my heart and in my mind. I will build him a sure house. He will walk before my anointed forever.
我要為自己立一個忠心的祭司;他必照我的心意而行。我要為他建立堅固的家;他必永遠行在我的受膏者面前。
2:36
καὶ ἔσται περισσεύων ἐν οἴκῳ σου ἥξει προσκυνεῖν αὐτῷ ὀβολοῦ ἀργυρίου λέγων παράρριψόν με ἐπὶ μίαν τῶν ἱερατειῶν σου φαγεῖν ἄρτον
It will happen that everyone who is left in your house will come and bow down to him for a piece of silver and a loaf of bread, and will say, “Please put me into one of the priests’ offices, that I may eat a morsel of bread.”’”
你家所剩下的人都必來叩拜他,求塊銀子,求個餅,說:求你賜我祭司的職分,好叫我得點餅吃。』」
← ch. 1ch. 3 →
12345678910111213141516171819202122232425262728293031