📜 Verbum
Scripture and the Fathers, read aloud in the original

← All books · Septuagint › 1 Samuel

1 Samuel 31

Greek original · 13 verses · some words can be tapped for a gloss

← ch. 30
📖 This chapter exists in 3 other originals — side by side (Hebrew Old Testament, Vulgate, Ge'ez Bible)
31:1
καὶ οἱ ἀλλόφυλοι ἐπολέμουν ἐπὶ Ισραηλ καὶ ἔφυγον οἱ ἄνδρες Ισραηλ ἐκ προσώπου τῶν ἀλλοφύλων καὶ πίπτουσιν τραυματίαι ἐν τῷ ὄρει τῷ Γελβουε
Now the Philistines fought against Israel; and the men of Israel fled from before the Philistines, and fell down slain on Mount Gilboa.
非利士人與以色列人爭戰。以色列人在非利士人面前逃跑,在基利波有被殺仆倒的。
31:2
καὶ συνάπτουσιν ἀλλόφυλοι τῷ Σαουλ καὶ τοῖς υἱοῖς αὐτοῦ καὶ τύπτουσιν ἀλλόφυλοι τὸν Ιωναθαν καὶ τὸν Αμιναδαβ καὶ τὸν Μελχισα υἱοὺς Σαουλ
The Philistines overtook Saul and his sons; and the Philistines killed Jonathan, Abinadab, and Malchishua, the sons of Saul.
非利士人緊追掃羅和他兒子們,就殺了掃羅的兒子約拿單、亞比拿達、麥基舒亞。
31:3
καὶ βαρύνεται πόλεμος ἐπὶ Σαουλ καὶ εὑρίσκουσιν αὐτὸν οἱ ἀκοντισταί ἄνδρες τοξόται καὶ ἐτραυματίσθη εἰς τὰ ὑποχόνδρια
The battle went hard against Saul, and the archers overtook him; and he was greatly distressed by reason of the archers.
勢派甚大,掃羅被弓箭手追上,射傷甚重,
31:4
καὶ εἶπεν Σαουλ πρὸς τὸν αἴροντα τὰ σκεύη αὐτοῦ σπάσαι τὴν ῥομφαίαν σου καὶ ἀποκέντησόν με ἐν αὐτῇ μὴ ἔλθωσιν οἱ ἀπερίτμητοι οὗτοι καὶ ἀποκεντήσωσίν με καὶ ἐμπαίξωσίν μοι καὶ οὐκ ἐβούλετο αἴρων τὰ σκεύη αὐτοῦ ὅτι ἐφοβήθη σφόδρα καὶ ἔλαβεν Σαουλ τὴν ῥομφαίαν καὶ ἐπέπεσεν ἐπ’ αὐτήν
Then Saul said to his armor bearer, “Draw your sword, and thrust me through with it, lest these uncircumcised come and thrust me through and abuse me!” But his armor bearer would not, for he was terrified. Therefore Saul took his sword and fell on it.
就吩咐拿他兵器的人說:「你拔出刀來,將我刺死,免得那些未受割禮的人來刺我,凌辱我。」但拿兵器的人甚懼怕,不肯刺他;掃羅就自己伏在刀上死了。
31:5
καὶ εἶδεν αἴρων τὰ σκεύη αὐτοῦ ὅτι τέθνηκεν Σαουλ καὶ ἐπέπεσεν καὶ αὐτὸς ἐπὶ τὴν ῥομφαίαν αὐτοῦ καὶ ἀπέθανεν μετ’ αὐτοῦ
When his armor bearer saw that Saul was dead, he likewise fell on his sword, and died with him.
拿兵器的人見掃羅已死,也伏在刀上死了。
31:6
καὶ ἀπέθανεν Σαουλ καὶ οἱ τρεῖς υἱοὶ αὐτοῦ καὶ αἴρων τὰ σκεύη αὐτοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κατὰ τὸ αὐτό
So Saul died with his three sons, his armor bearer, and all his men that same day together.
這樣,掃羅和他三個兒子,與拿他兵器的人,以及跟隨他的人,都一同死亡。
31:7
καὶ εἶδον οἱ ἄνδρες Ισραηλ οἱ ἐν τῷ πέραν τῆς κοιλάδος καὶ οἱ ἐν τῷ πέραν τοῦ Ιορδάνου ὅτι ἔφυγον οἱ ἄνδρες Ισραηλ καὶ ὅτι τέθνηκεν Σαουλ καὶ οἱ υἱοὶ αὐτοῦ καὶ καταλείπουσιν τὰς πόλεις αὐτῶν καὶ φεύγουσιν καὶ ἔρχονται οἱ ἀλλόφυλοι καὶ κατοικοῦσιν ἐν αὐταῖς
When the men of Israel who were on the other side of the valley, and those who were beyond the Jordan, saw that the men of Israel fled and that Saul and his sons were dead, they abandoned the cities and fled; and the Philistines came and lived in them.
住平原那邊並約旦河西的以色列人,見以色列軍兵逃跑,掃羅和他兒子都死了,也就棄城逃跑。非利士人便來住在其中。
31:8
καὶ ἐγενήθη τῇ ἐπαύριον καὶ ἔρχονται οἱ ἀλλόφυλοι ἐκδιδύσκειν τοὺς νεκροὺς καὶ εὑρίσκουσιν τὸν Σαουλ καὶ τοὺς τρεῖς υἱοὺς αὐτοῦ πεπτωκότας ἐπὶ τὰ ὄρη Γελβουε
On the next day, when the Philistines came to strip the slain, they found Saul and his three sons fallen on Mount Gilboa.
次日,非利士人來剝那被殺之人的衣服,看見掃羅和他三個兒子仆倒在基利波山,
31:9
καὶ ἀποστρέφουσιν αὐτὸν καὶ ἐξέδυσαν τὰ σκεύη αὐτοῦ καὶ ἀποστέλλουσιν αὐτὰ εἰς γῆν ἀλλοφύλων κύκλῳ εὐαγγελίζοντες τοῖς εἰδώλοις αὐτῶν καὶ τῷ λαῷ αὐτῶν
They cut off his head, stripped off his armor, and sent into the land of the Philistines all around, to carry the news to the house of their idols and to the people.
就割下他的首級,剝了他的軍裝,打發人到 非利士地的四境,報信與他們廟裏的偶像和眾民;
31:10
καὶ ἀνέθηκαν τὰ σκεύη αὐτοῦ εἰς τὸ Ἀσταρτεῖον καὶ τὸ σῶμα αὐτοῦ κατέπηξαν ἐν τῷ τείχει Βαιθσαν
They put his armor in the house of the Ashtaroth, and they fastened his body to the wall of Beth Shan.
又將掃羅的軍裝放在亞斯她錄廟裏,將他的屍身釘在伯‧珊的城牆上。
31:11
καὶ ἀκούουσιν οἱ κατοικοῦντες Ιαβις τῆς Γαλααδίτιδος ἐποίησαν οἱ ἀλλόφυλοι τῷ Σαουλ
When the inhabitants of Jabesh Gilead heard what the Philistines had done to Saul,
基列‧雅比的居民聽見非利士人向掃羅所行的事,
31:12
καὶ ἀνέστησαν πᾶς ἀνὴρ δυνάμεως καὶ ἐπορεύθησαν ὅλην τὴν νύκτα καὶ ἔλαβον τὸ σῶμα Σαουλ καὶ τὸ σῶμα Ιωναθαν τοῦ υἱοῦ αὐτοῦ ἀπὸ τείχους Βαιθσαν καὶ φέρουσιν αὐτοὺς εἰς Ιαβις καὶ κατακαίουσιν αὐτοὺς ἐκεῖ
all the valiant men arose, went all night, and took the body of Saul and the bodies of his sons from the wall of Beth Shan; and they came to Jabesh and burned them there.
他們中間所有的勇士就起身,走了一夜,將掃羅和他兒子的屍身從伯‧珊城牆上取下來,送到雅比那裏,用火燒了;
31:13
καὶ λαμβάνουσιν τὰ ὀστᾶ αὐτῶν καὶ θάπτουσιν ὑπὸ τὴν ἄρουραν τὴν Ιαβις καὶ νηστεύουσιν ἑπτὰ ἡμέρας
They took their bones and buried them under the tamarisk tree in Jabesh, and fasted seven days.
將他們骸骨葬在雅比的垂絲柳樹下,就禁食七日。
← ch. 30
12345678910111213141516171819202122232425262728293031