📜 Verbum
Scripture and the Fathers, read aloud in the original

← All books · Septuagint › 1 Samuel

1 Samuel 14

Greek original · 52 verses · some words can be tapped for a gloss

← ch. 13ch. 15 →
📖 This chapter exists in 3 other originals — side by side (Hebrew Old Testament, Vulgate, Ge'ez Bible)
14:1
καὶ γίνεται ἡμέρα καὶ εἶπεν Ιωναθαν υἱὸς Σαουλ τῷ παιδαρίῳ τῷ αἴροντι τὰ σκεύη αὐτοῦ δεῦρο καὶ διαβῶμεν εἰς μεσσαβ τῶν ἀλλοφύλων τὴν ἐν τῷ πέραν ἐκείνῳ καὶ τῷ πατρὶ αὐτοῦ οὐκ ἀπήγγειλεν
Now it happened on a day that Jonathan the son of Saul said to the young man who bore his armor, “Come! Let’s go over to the Philistines’ garrison that is on the other side.” But he didn’t tell his father.
有一日,掃羅的兒子約拿單對拿他兵器的少年人說:「我們不如過到那邊,到非利士人的防營那裏去。」但他沒有告訴父親。
14:2
καὶ Σαουλ ἐκάθητο ἐπ’ ἄκρου τοῦ βουνοῦ ὑπὸ τὴν ῥόαν τὴν ἐν Μαγδων καὶ ἦσαν μετ’ αὐτοῦ ὡς ἑξακόσιοι ἄνδρες
Saul stayed in the uttermost part of Gibeah under the pomegranate tree which is in Migron; and the people who were with him were about six hundred men,
掃羅在基比亞的儘邊,坐在米磯崙的石榴樹下,跟隨他的約有六百人。
14:3
καὶ Αχια υἱὸς Αχιτωβ ἀδελφοῦ Ιωχαβηδ υἱοῦ Φινεες υἱοῦ Ηλι ἱερεὺς τοῦ θεοῦ ἐν Σηλωμ αἴρων εφουδ καὶ λαὸς οὐκ ᾔδει ὅτι πεπόρευται Ιωναθαν
including Ahijah the son of Ahitub, Ichabod’s brother, the son of Phinehas, the son of Eli the priest of Yahweh in Shiloh, wearing an ephod. The people didn’t know that Jonathan was gone.
在那裏有亞希突的兒子亞希亞,穿着以弗得。(亞希突是以迦博的哥哥,非尼哈的兒子,以利的孫子。以利從前在示羅作耶和華的祭司。)約拿單去了,百姓卻不知道。
14:4
καὶ ἀνὰ μέσον τῆς διαβάσεως οὗ ἐζήτει Ιωναθαν διαβῆναι εἰς τὴν ὑπόστασιν τῶν ἀλλοφύλων καὶ ἀκρωτήριον πέτρας ἔνθεν καὶ ἀκρωτήριον πέτρας ἔνθεν ὄνομα τῷ ἑνὶ Βαζες καὶ ὄνομα τῷ ἄλλῳ Σεννα
Between the passes, by which Jonathan sought to go over to the Philistines’ garrison, there was a rocky crag on the one side and a rocky crag on the other side; and the name of the one was Bozez, and the name of the other Seneh.
約拿單要從隘口過到非利士防營那裏去。這隘口兩邊各有一個山峰:一名播薛,一名西尼;
14:5
ὁδὸς μία ἀπὸ βορρᾶ ἐρχομένῳ Μαχμας καὶ ὁδὸς ἄλλη ἀπὸ νότου ἐρχομένῳ Γαβεε
The one crag rose up on the north in front of Michmash, and the other on the south in front of Geba.
一峰向北,與密抹相對,一峰向南,與迦巴相對。
14:6
καὶ εἶπεν Ιωναθαν πρὸς τὸ παιδάριον τὸ αἶρον τὰ σκεύη αὐτοῦ δεῦρο διαβῶμεν εἰς μεσσαβ τῶν ἀπεριτμήτων τούτων εἴ τι ποιήσαι ἡμῖν κύριος ὅτι οὐκ ἔστιν τῷ κυρίῳ συνεχόμενον σῴζειν ἐν πολλοῖς ἐν ὀλίγοις
Jonathan said to the young man who bore his armor, “Come! Let’s go over to the garrison of these uncircumcised. It may be that Yahweh will work for us, for there is no restraint on Yahweh to save by many or by few.”
約拿單對拿兵器的少年人說:「我們不如過到未受割禮人的防營那裏去,或者耶和華為我們施展能力;因為耶和華使人得勝,不在乎人多人少。」
14:7
καὶ εἶπεν αὐτῷ αἴρων τὰ σκεύη αὐτοῦ ποίει πᾶν ἐὰν καρδία σου ἐκκλίνῃ ἰδοὺ ἐγὼ μετὰ σοῦ ὡς καρδία σοῦ καρδία μοῦ
His armor bearer said to him, “Do all that is in your heart. Go, and behold, I am with you according to your heart.”
拿兵器的對他說:「隨你的心意行吧。你可以上去,我必跟隨你,與你同心。」
14:8
καὶ εἶπεν Ιωναθαν ἰδοὺ ἡμεῖς διαβαίνομεν πρὸς τοὺς ἄνδρας καὶ κατακυλισθησόμεθα πρὸς αὐτούς
Then Jonathan said, “Behold, we will pass over to the men, and we will reveal ourselves to them.
約拿單說:「我們要過到那些人那裏去,使他們看見我們。
14:9
ἐὰν τάδε εἴπωσιν πρὸς ἡμᾶς ἀπόστητε ἐκεῖ ἕως ἂν ἀπαγγείλωμεν ὑμῖν καὶ στησόμεθα ἐφ’ ἑαυτοῖς καὶ οὐ μὴ ἀναβῶμεν ἐπ’ αὐτούς
If they say this to us, ‘Wait until we come to you!’ then we will stand still in our place and will not go up to them.
他們若對我們說:『你們站住,等我們到你們那裏去』,我們就站住,不上他們那裏去。
14:10
καὶ ἐὰν τάδε εἴπωσιν πρὸς ἡμᾶς ἀνάβητε πρὸς ἡμᾶς καὶ ἀναβησόμεθα ὅτι παραδέδωκεν αὐτοὺς κύριος εἰς τὰς χεῖρας ἡμῶν τοῦτο ἡμῖν τὸ σημεῖον
But if they say this, ‘Come up to us!’ then we will go up, for Yahweh has delivered them into our hand. This shall be the sign to us.”
他們若說:『你們上到我們這裏來』,這話就是我們的證據;我們便上去,因為耶和華將他們交在我們手裏了。」
14:11
καὶ εἰσῆλθον ἀμφότεροι εἰς μεσσαβ τῶν ἀλλοφύλων καὶ λέγουσιν οἱ ἀλλόφυλοι ἰδοὺ οἱ Εβραῖοι ἐκπορεύονται ἐκ τῶν τρωγλῶν αὐτῶν οὗ ἐκρύβησαν ἐκεῖ
Both of them revealed themselves to the garrison of the Philistines; and the Philistines said, “Behold, the Hebrews are coming out of the holes where they had hidden themselves!”
二人就使非利士的防兵看見。非利士人說:「希伯來人從所藏的洞穴裏出來了!」
14:12
καὶ ἀπεκρίθησαν οἱ ἄνδρες μεσσαβ πρὸς Ιωναθαν καὶ πρὸς τὸν αἴροντα τὰ σκεύη αὐτοῦ καὶ λέγουσιν ἀνάβητε πρὸς ἡμᾶς καὶ γνωριοῦμεν ὑμῖν ῥῆμα καὶ εἶπεν Ιωναθαν πρὸς τὸν αἴροντα τὰ σκεύη αὐτοῦ ἀνάβηθι ὀπίσω μου ὅτι παρέδωκεν αὐτοὺς κύριος εἰς χεῖρας Ισραηλ
The men of the garrison answered Jonathan and his armor bearer, and said, “Come up to us, and we will show you something!” Jonathan said to his armor bearer, “Come up after me, for Yahweh has delivered them into the hand of Israel.”
防兵對約拿單和拿兵器的人說:「你們上到這裏來,我們有一件事指示你們。」約拿單就對拿兵器的人說:「你跟隨我上去,因為耶和華將他們交在以色列人手裏了。」
14:13
καὶ ἀνέβη Ιωναθαν ἐπὶ τὰς χεῖρας αὐτοῦ καὶ ἐπὶ τοὺς πόδας αὐτοῦ καὶ αἴρων τὰ σκεύη αὐτοῦ μετ’ αὐτοῦ καὶ ἐπέβλεψαν κατὰ πρόσωπον Ιωναθαν καὶ ἐπάταξεν αὐτούς καὶ αἴρων τὰ σκεύη αὐτοῦ ἐπεδίδου ὀπίσω αὐτοῦ
Jonathan climbed up on his hands and on his feet, and his armor bearer after him, and they fell before Jonathan; and his armor bearer killed them after him.
約拿單就爬上去,拿兵器的人跟隨他。約拿單殺倒非利士人,拿兵器的人也隨着殺他們。
14:14
καὶ ἐγενήθη πληγὴ πρώτη ἣν ἐπάταξεν Ιωναθαν καὶ αἴρων τὰ σκεύη αὐτοῦ ὡς εἴκοσι ἄνδρες ἐν βολίσι καὶ ἐν πετροβόλοις καὶ ἐν κόχλαξιν τοῦ πεδίου
That first slaughter, which Jonathan and his armor bearer made, was about twenty men, within as it were half a furrow’s length in an acre of land.
約拿單和拿兵器的人起頭所殺的約有二十人,都在一畝地的半犂溝之內。
14:15
καὶ ἐγενήθη ἔκστασις ἐν τῇ παρεμβολῇ καὶ ἐν ἀγρῷ καὶ πᾶς λαὸς οἱ ἐν μεσσαβ καὶ οἱ διαφθείροντες ἐξέστησαν καὶ αὐτοὶ οὐκ ἤθελον ποιεῖν καὶ ἐθάμβησεν γῆ καὶ ἐγενήθη ἔκστασις παρὰ κυρίου
There was a trembling in the camp, in the field, and among all the people; the garrison and the raiders also trembled; and the earth quaked, so there was an exceedingly great trembling.
於是在營中、在田野、在眾民內都有戰兢,防兵和掠兵也都戰兢,地也震動,戰兢之勢甚大。
14:16
καὶ εἶδον οἱ σκοποὶ τοῦ Σαουλ ἐν Γαβεε Βενιαμιν καὶ ἰδοὺ παρεμβολὴ τεταραγμένη ἔνθεν καὶ ἔνθεν
The watchmen of Saul in Gibeah of Benjamin looked; and behold, the multitude melted away and scattered.
在便雅憫的基比亞,掃羅的守望兵看見非利士的軍眾潰散,四圍亂竄。
14:17
καὶ εἶπεν Σαουλ τῷ λαῷ τῷ μετ’ αὐτοῦ ἐπισκέψασθε δὴ καὶ ἴδετε τίς πεπόρευται ἐξ ὑμῶν καὶ ἐπεσκέψαντο καὶ ἰδοὺ οὐχ εὑρίσκετο Ιωναθαν καὶ αἴρων τὰ σκεύη αὐτοῦ
Then Saul said to the people who were with him, “Count now, and see who is missing from us.” When they had counted, behold, Jonathan and his armor bearer were not there.
掃羅就對跟隨他的民說:「你們查點查點,看從我們這裏出去的是誰?」他們一查點,就知道約拿單和拿兵器的人沒有在這裏。
14:18
καὶ εἶπεν Σαουλ τῷ Αχια προσάγαγε τὸ εφουδ ὅτι αὐτὸς ἦρεν τὸ εφουδ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐνώπιον Ισραηλ
Saul said to Ahijah, “Bring God’s ark here.” For God’s ark was with the children of Israel at that time.
那時上帝的約櫃在以色列人那裏。掃羅對亞希亞說:「你將上帝的約櫃運了來。」
14:19
καὶ ἐγενήθη ὡς ἐλάλει Σαουλ πρὸς τὸν ἱερέα καὶ ἦχος ἐν τῇ παρεμβολῇ τῶν ἀλλοφύλων ἐπορεύετο πορευόμενος καὶ ἐπλήθυνεν καὶ εἶπεν Σαουλ πρὸς τὸν ἱερέα συνάγαγε τὰς χεῖράς σου
While Saul talked to the priest, the tumult that was in the camp of the Philistines went on and increased; and Saul said to the priest, “Withdraw your hand!”
掃羅正與祭司說話的時候,非利士營中的喧嚷越發大了;掃羅就對祭司說:「停手吧!」
14:20
καὶ ἀνεβόησεν Σαουλ καὶ πᾶς λαὸς μετ’ αὐτοῦ καὶ ἔρχονται ἕως τοῦ πολέμου καὶ ἰδοὺ ἐγένετο ῥομφαία ἀνδρὸς ἐπὶ τὸν πλησίον αὐτοῦ σύγχυσις μεγάλη σφόδρα
Saul and all the people who were with him were gathered together, and came to the battle; and behold, they were all striking each other with their swords in very great confusion.
掃羅和跟隨他的人都聚集,來到戰場,看見非利士人用刀互相擊殺,大大惶亂。
14:21
καὶ οἱ δοῦλοι οἱ ὄντες ἐχθὲς καὶ τρίτην ἡμέραν μετὰ τῶν ἀλλοφύλων οἱ ἀναβάντες εἰς τὴν παρεμβολὴν ἐπεστράφησαν καὶ αὐτοὶ εἶναι μετὰ Ισραηλ τῶν μετὰ Σαουλ καὶ Ιωναθαν
Now the Hebrews who were with the Philistines before and who went up with them into the camp from all around, even they also turned to be with the Israelites who were with Saul and Jonathan.
從前由四方來跟隨非利士軍的希伯來人現在也轉過來,幫助跟隨掃羅和約拿單的以色列人了。
14:22
καὶ πᾶς Ισραηλ οἱ κρυπτόμενοι ἐν τῷ ὄρει Εφραιμ καὶ ἤκουσαν ὅτι πεφεύγασιν οἱ ἀλλόφυλοι καὶ συνάπτουσιν καὶ αὐτοὶ ὀπίσω αὐτῶν εἰς πόλεμον
Likewise all the men of Israel who had hidden themselves in the hill country of Ephraim, when they heard that the Philistines fled, even they also followed hard after them in the battle.
那藏在以法蓮山地的以色列人聽說非利士人逃跑,就出來緊緊地追殺他們。
14:23
καὶ ἔσωσεν κύριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τὸν Ισραηλ καὶ πόλεμος διῆλθεν τὴν Βαιθων καὶ πᾶς λαὸς ἦν μετὰ Σαουλ ὡς δέκα χιλιάδες ἀνδρῶν καὶ ἦν πόλεμος διεσπαρμένος εἰς ὅλην τὴν πόλιν ἐν τῷ ὄρει Εφραιμ
So Yahweh saved Israel that day; and the battle passed over by Beth Aven.
那日,耶和華使以色列人得勝,一直戰到伯‧亞文。
14:24
καὶ Σαουλ ἠγνόησεν ἄγνοιαν μεγάλην ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἀρᾶται τῷ λαῷ λέγων ἐπικατάρατος ἄνθρωπος ὃς φάγεται ἄρτον ἕως ἑσπέρας καὶ ἐκδικήσω τὸν ἐχθρόν μου καὶ οὐκ ἐγεύσατο πᾶς λαὸς ἄρτου
The men of Israel were distressed that day; for Saul had adjured the people, saying, “Cursed is the man who eats any food until it is evening, and I am avenged of my enemies.” So none of the people tasted food.
掃羅叫百姓起誓說,凡不等到晚上向敵人報完了仇吃甚麼的,必受咒詛。因此這日百姓沒有吃甚麼,就極其困憊。
14:25
καὶ πᾶσα γῆ ἠρίστα καὶ ιααρ δρυμὸς ἦν μελισσῶνος κατὰ πρόσωπον τοῦ ἀγροῦ
All the people came into the forest; and there was honey on the ground.
眾民進入樹林,見有蜜在地上。
14:26
καὶ εἰσῆλθεν λαὸς εἰς τὸν μελισσῶνα καὶ ἰδοὺ ἐπορεύετο λαλῶν καὶ ἰδοὺ οὐκ ἦν ἐπιστρέφων τὴν χεῖρα αὐτοῦ εἰς τὸ στόμα αὐτοῦ ὅτι ἐφοβήθη λαὸς τὸν ὅρκον κυρίου
When the people had come to the forest, behold, honey was dripping, but no one put his hand to his mouth, for the people feared the oath.
他們進了樹林,見有蜜流下來,卻沒有人敢用手取蜜入口,因為他們怕那誓言。
14:27
καὶ Ιωναθαν οὐκ ἀκηκόει ἐν τῷ ὁρκίζειν τὸν πατέρα αὐτοῦ τὸν λαόν καὶ ἐξέτεινεν τὸ ἄκρον τοῦ σκήπτρου αὐτοῦ τοῦ ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἔβαψεν αὐτὸ εἰς τὸ κηρίον τοῦ μέλιτος καὶ ἐπέστρεψεν τὴν χεῖρα αὐτοῦ εἰς τὸ στόμα αὐτοῦ καὶ ἀνέβλεψαν οἱ ὀφθαλμοὶ αὐτοῦ
But Jonathan didn’t hear when his father commanded the people with the oath. Therefore he put out the end of the rod that was in his hand and dipped it in the honeycomb, and put his hand to his mouth; and his eyes brightened.
約拿單沒有聽見他父親叫百姓起誓,所以伸手中的杖,用杖頭蘸在蜂房裏,轉手送入口內,眼睛就明亮了。
14:28
καὶ ἀπεκρίθη εἷς ἐκ τοῦ λαοῦ καὶ εἶπεν ὁρκίσας ὥρκισεν πατήρ σου τὸν λαὸν λέγων ἐπικατάρατος ἄνθρωπος ὃς φάγεται ἄρτον σήμερον καὶ ἐξελύθη λαός
Then one of the people answered, and said, “Your father directly commanded the people with an oath, saying, ‘Cursed is the man who eats food today.’” So the people were faint.
百姓中有一人對他說:「你父親曾叫百姓嚴嚴地起誓說,今日吃甚麼的,必受咒詛;因此百姓就疲乏了。」
14:29
καὶ ἔγνω Ιωναθαν καὶ εἶπεν ἀπήλλαχεν πατήρ μου τὴν γῆν ἰδὲ δὴ ὅτι εἶδον οἱ ὀφθαλμοί μου ὅτι ἐγευσάμην βραχὺ τοῦ μέλιτος τούτου
Then Jonathan said, “My father has troubled the land. Please look how my eyes have brightened because I tasted a little of this honey.
約拿單說:「我父親連累你們了。你看,我嘗了這一點蜜,眼睛就明亮了。
14:30
ἀλλ’ ὅτι εἰ ἔφαγεν ἔσθων λαὸς σήμερον τῶν σκύλων τῶν ἐχθρῶν αὐτῶν ὧν εὗρεν ὅτι νῦν ἂν μείζων ἦν πληγὴ ἐν τοῖς ἀλλοφύλοις
How much more, if perhaps the people had eaten freely today of the plunder of their enemies which they found? For now there has been no great slaughter among the Philistines.”
今日百姓若任意吃了從仇敵所奪的物,擊殺的非利士人豈不更多嗎?」
14:31
καὶ ἐπάταξεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ τῶν ἀλλοφύλων ἐν Μαχεμας καὶ ἐκοπίασεν λαὸς σφόδρα
They struck the Philistines that day from Michmash to Aijalon. The people were very faint;
這日,以色列人擊殺非利士人,從密抹直到亞雅崙。百姓甚是疲乏,
14:32
καὶ ἐκλίθη λαὸς εἰς τὰ σκῦλα καὶ ἔλαβεν λαὸς ποίμνια καὶ βουκόλια καὶ τέκνα βοῶν καὶ ἔσφαξεν ἐπὶ τὴν γῆν καὶ ἤσθιεν λαὸς σὺν τῷ αἵματι
and the people pounced on the plunder, and took sheep, cattle, and calves, and killed them on the ground; and the people ate them with the blood.
就急忙將所奪的牛羊和牛犢宰於地上,肉還帶血就吃了。
14:33
καὶ ἀπηγγέλη τῷ Σαουλ λέγοντες ἡμάρτηκεν λαὸς τῷ κυρίῳ φαγὼν σὺν τῷ αἵματι καὶ εἶπεν Σαουλ ἐν Γεθθεμ κυλίσατέ μοι λίθον ἐνταῦθα μέγαν
Then they told Saul, saying, “Behold, the people are sinning against Yahweh, in that they eat meat with the blood.” He said, “You have dealt treacherously. Roll a large stone to me today!”
有人告訴掃羅說:「百姓吃帶血的肉,得罪耶和華了。」掃羅說:「你們有罪了,今日要將大石頭滾到我這裏來。」
14:34
καὶ εἶπεν Σαουλ διασπάρητε ἐν τῷ λαῷ καὶ εἴπατε αὐτοῖς προσαγαγεῖν ἐνταῦθα ἕκαστος τὸν μόσχον αὐτοῦ καὶ ἕκαστος τὸ πρόβατον αὐτοῦ καὶ σφαζέτω ἐπὶ τούτου καὶ οὐ μὴ ἁμάρτητε τῷ κυρίῳ τοῦ ἐσθίειν σὺν τῷ αἵματι καὶ προσῆγεν πᾶς λαὸς ἕκαστος τὸ ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἔσφαζον ἐκεῖ
Saul said, “Disperse yourselves among the people, and tell them, ‘Every man bring me here his ox, and every man his sheep, and kill them here, and eat; and don’t sin against Yahweh in eating meat with the blood.’” All the people brought every man his ox with him that night, and killed them there.
掃羅又說:「你們散在百姓中,對他們說,你們各人將牛羊牽到我這裏來宰了吃,不可吃帶血的肉得罪耶和華。」這夜,百姓就把牛羊牽到那裏宰了。
14:35
καὶ ᾠκοδόμησεν ἐκεῖ Σαουλ θυσιαστήριον τῷ κυρίῳ τοῦτο ἤρξατο Σαουλ οἰκοδομῆσαι θυσιαστήριον τῷ κυρίῳ
Saul built an altar to Yahweh. This was the first altar that he built to Yahweh.
掃羅為耶和華築了一座壇,這是他初次為耶和華築的壇。
14:36
καὶ εἶπεν Σαουλ καταβῶμεν ὀπίσω τῶν ἀλλοφύλων τὴν νύκτα καὶ διαρπάσωμεν ἐν αὐτοῖς ἕως διαφαύσῃ ἡμέρα καὶ μὴ ὑπολίπωμεν ἐν αὐτοῖς ἄνδρα καὶ εἶπαν πᾶν τὸ ἀγαθὸν ἐνώπιόν σου ποίει καὶ εἶπεν ἱερεύς προσέλθωμεν ἐνταῦθα πρὸς τὸν θεόν
Saul said, “Let’s go down after the Philistines by night, and take plunder among them until the morning light. Let’s not leave a man of them.” They said, “Do whatever seems good to you.” Then the priest said, “Let’s draw near here to God.”
掃羅說:「我們不如夜裏下去追趕非利士人,搶掠他們,直到天亮,不留他們一人。」眾民說:「你看怎樣好就去行吧!」祭司說:「我們先當親近上帝。」
14:37
καὶ ἐπηρώτησεν Σαουλ τὸν θεόν εἰ καταβῶ ὀπίσω τῶν ἀλλοφύλων εἰ παραδώσεις αὐτοὺς εἰς χεῖρας Ισραηλ καὶ οὐκ ἀπεκρίθη αὐτῷ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ
Saul asked counsel of God: “Shall I go down after the Philistines? Will you deliver them into the hand of Israel?” But he didn’t answer him that day.
掃羅求問上帝說:「我下去追趕非利士人可以不可以?你將他們交在以色列人手裏不交?」這日上帝沒有回答他。
14:38
καὶ εἶπεν Σαουλ προσαγάγετε ἐνταῦθα πάσας τὰς γωνίας τοῦ Ισραηλ καὶ γνῶτε καὶ ἴδετε ἐν τίνι γέγονεν ἁμαρτία αὕτη σήμερον
Saul said, “Draw near here, all you chiefs of the people, and know and see in whom this sin has been today.
掃羅說:「你們百姓中的長老都上這裏來,查明今日是誰犯了罪。
14:39
ὅτι ζῇ κύριος σώσας τὸν Ισραηλ ὅτι ἐὰν ἀποκριθῇ κατὰ Ιωναθαν τοῦ υἱοῦ μου θανάτῳ ἀποθανεῖται καὶ οὐκ ἦν ἀποκρινόμενος ἐκ παντὸς τοῦ λαοῦ
For as Yahweh lives, who saves Israel, though it is in Jonathan my son, he shall surely die.” But there was not a man among all the people who answered him.
我指着救以色列-永生的耶和華起誓,就是我兒子約拿單犯了罪,他也必死。」但百姓中無一人回答他。
14:40
καὶ εἶπεν παντὶ Ισραηλ ὑμεῖς ἔσεσθε εἰς δουλείαν καὶ ἐγὼ καὶ Ιωναθαν υἱός μου ἐσόμεθα εἰς δουλείαν καὶ εἶπεν λαὸς πρὸς Σαουλ τὸ ἀγαθὸν ἐνώπιόν σου ποίει
Then he said to all Israel, “You be on one side, and I and Jonathan my son will be on the other side.” The people said to Saul, “Do what seems good to you.”
掃羅就對以色列眾人說:「你們站在一邊,我與我兒子約拿單也站在一邊。」百姓對掃羅說:「你看怎樣好就去行吧!」
14:41
καὶ εἶπεν Σαουλ κύριε θεὸς Ισραηλ τί ὅτι οὐκ ἀπεκρίθης τῷ δούλῳ σου σήμερον εἰ ἐν ἐμοὶ ἐν Ιωναθαν τῷ υἱῷ μου ἀδικία κύριε θεὸς Ισραηλ δὸς δήλους καὶ ἐὰν τάδε εἴπῃς ἐν τῷ λαῷ σου Ισραηλ δὸς δὴ ὁσιότητα καὶ κληροῦται Ιωναθαν καὶ Σαουλ καὶ λαὸς ἐξῆλθεν
Therefore Saul said to Yahweh, the God of Israel, “Show the right.” Jonathan and Saul were chosen, but the people escaped.
掃羅禱告耶和華-以色列的上帝說:「求你指示實情。」於是掣籤掣出掃羅和約拿單來;百姓盡都無事。
14:42
καὶ εἶπεν Σαουλ βάλετε ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον Ιωναθαν τοῦ υἱοῦ μου ὃν ἂν κατακληρώσηται κύριος ἀποθανέτω καὶ εἶπεν λαὸς πρὸς Σαουλ οὐκ ἔστιν τὸ ῥῆμα τοῦτο καὶ κατεκράτησεν Σαουλ τοῦ λαοῦ καὶ βάλλουσιν ἀνὰ μέσον αὐτοῦ καὶ ἀνὰ μέσον Ιωναθαν τοῦ υἱοῦ αὐτοῦ καὶ κατακληροῦται Ιωναθαν
Saul said, “Cast lots between me and Jonathan my son.” Jonathan was selected.
掃羅說:「你們再掣籤,看是我,是我兒子約拿單」,就掣出約拿單來。
14:43
καὶ εἶπεν Σαουλ πρὸς Ιωναθαν ἀπάγγειλόν μοι τί πεποίηκας καὶ ἀπήγγειλεν αὐτῷ Ιωναθαν καὶ εἶπεν γευσάμενος ἐγευσάμην ἐν ἄκρῳ τῷ σκήπτρῳ τῷ ἐν τῇ χειρί μου βραχὺ μέλι ἰδοὺ ἐγὼ ἀποθνῄσκω
Then Saul said to Jonathan, “Tell me what you have done!” Jonathan told him, and said, “I certainly did taste a little honey with the end of the rod that was in my hand; and behold, I must die.”
掃羅對約拿單說:「你告訴我,你做了甚麼事?」約拿單說:「我實在以手裏的杖,用杖頭蘸了一點蜜嘗了一嘗。這樣我就死嗎 ?」
14:44
καὶ εἶπεν αὐτῷ Σαουλ τάδε ποιήσαι μοι θεὸς καὶ τάδε προσθείη ὅτι θανάτῳ ἀποθανῇ σήμερον
Saul said, “God do so and more also; for you shall surely die, Jonathan.”
掃羅說:「約拿單哪,你定要死!若不然,願上帝重重地降罰與我。」
14:45
καὶ εἶπεν λαὸς πρὸς Σαουλ εἰ σήμερον θανατωθήσεται ποιήσας τὴν σωτηρίαν τὴν μεγάλην ταύτην ἐν Ισραηλ ζῇ κύριος εἰ πεσεῖται τῆς τριχὸς τῆς κεφαλῆς αὐτοῦ ἐπὶ τὴν γῆν ὅτι λαὸς τοῦ θεοῦ ἐποίησεν τὴν ἡμέραν ταύτην καὶ προσηύξατο λαὸς περὶ Ιωναθαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ οὐκ ἀπέθανεν
The people said to Saul, “Shall Jonathan die, who has worked this great salvation in Israel? Far from it! As Yahweh lives, there shall not one hair of his head fall to the ground, for he has worked with God today!” So the people rescued Jonathan, so he didn’t die.
百姓對掃羅說:「約拿單在以色列人中這樣大行拯救,豈可使他死呢?斷乎不可!我們指着永生的耶和華起誓,連他的一根頭髮也不可落地,因為他今日與上帝一同做事。」於是百姓救約拿單免了死亡。
14:46
καὶ ἀνέβη Σαουλ ἀπὸ ὄπισθεν τῶν ἀλλοφύλων καὶ οἱ ἀλλόφυλοι ἀπῆλθον εἰς τὸν τόπον αὐτῶν
Then Saul went up from following the Philistines; and the Philistines went to their own place.
掃羅回去,不追趕非利士人;非利士人也回本地去了。
14:47
καὶ Σαουλ κατακληροῦται ἔργον ἐπὶ Ισραηλ καὶ ἐπολέμει κύκλῳ πάντας τοὺς ἐχθροὺς αὐτοῦ εἰς τὸν Μωαβ καὶ εἰς τοὺς υἱοὺς Αμμων καὶ εἰς τοὺς υἱοὺς Εδωμ καὶ εἰς τὸν Βαιθεωρ καὶ εἰς βασιλέα Σουβα καὶ εἰς τοὺς ἀλλοφύλους οὗ ἂν ἐστράφη ἐσῴζετο
Now when Saul had taken the kingdom over Israel, he fought against all his enemies on every side: against Moab, and against the children of Ammon, and against Edom, and against the kings of Zobah, and against the Philistines. Wherever he turned himself, he defeated them.
掃羅執掌以色列的國權,常常攻擊他四圍的一切仇敵,就是摩押人、亞捫人、以東人,和瑣巴諸王,並非利士人。他無論往何處去,都打敗仇敵。
14:48
καὶ ἐποίησεν δύναμιν καὶ ἐπάταξεν τὸν Αμαληκ καὶ ἐξείλατο τὸν Ισραηλ ἐκ χειρὸς τῶν καταπατούντων αὐτόν
He did valiantly and struck the Amalekites, and delivered Israel out of the hands of those who plundered them.
掃羅奮勇攻擊亞瑪力人,救了以色列人脫離搶掠他們之人的手。
14:49
καὶ ἦσαν υἱοὶ Σαουλ Ιωναθαν καὶ Ιεσσιου καὶ Μελχισα καὶ ὀνόματα τῶν δύο θυγατέρων αὐτοῦ ὄνομα τῇ πρωτοτόκῳ Μεροβ καὶ ὄνομα τῇ δευτέρᾳ Μελχολ
Now the sons of Saul were Jonathan, Ishvi, and Malchishua; and the names of his two daughters were these: the name of the firstborn Merab, and the name of the younger Michal.
掃羅的兒子是約拿單、亦施韋、麥基舒亞。他的兩個女兒:長女名米拉,次女名米甲。
14:50
καὶ ὄνομα τῇ γυναικὶ αὐτοῦ Αχινοομ θυγάτηρ Αχιμαας καὶ ὄνομα τῷ ἀρχιστρατήγῳ Αβεννηρ υἱὸς Νηρ υἱοῦ οἰκείου Σαουλ
The name of Saul’s wife was Ahinoam the daughter of Ahimaaz. The name of the captain of his army was Abner the son of Ner, Saul’s uncle.
掃羅的妻名叫亞希暖,是亞希瑪斯的女兒。掃羅的元帥名叫押尼珥,是尼珥的兒子;尼珥是掃羅的叔叔。
14:51
καὶ Κις πατὴρ Σαουλ καὶ Νηρ πατὴρ Αβεννηρ υἱὸς Ιαμιν υἱοῦ Αβιηλ
Kish was the father of Saul, and Ner the father of Abner was the son of Abiel.
掃羅的父親基士,押尼珥的父親尼珥,都是亞別的兒子。
14:52
καὶ ἦν πόλεμος κραταιὸς ἐπὶ τοὺς ἀλλοφύλους πάσας τὰς ἡμέρας Σαουλ καὶ ἰδὼν Σαουλ πάντα ἄνδρα δυνατὸν καὶ πάντα ἄνδρα υἱὸν δυνάμεως καὶ συνήγαγεν αὐτοὺς πρὸς αὐτόν
There was severe war against the Philistines all the days of Saul; and when Saul saw any mighty man or any valiant man, he took him into his service.
掃羅平生常與非利士人大大爭戰。掃羅遇見有能力的人或勇士,都招募了來跟隨他。
← ch. 13ch. 15 →
12345678910111213141516171819202122232425262728293031