📜 Verbum
Scripture and the Fathers, read aloud in the original

← All books · Septuagint › Proverbs

Proverbs 20

Greek original · 21 verses · some words can be tapped for a gloss

← ch. 19ch. 21 →
📖 This chapter exists in 3 other originals — side by side (Hebrew Old Testament, Vulgate, Ge'ez Bible)
20:1
ἀκόλαστον οἶνος καὶ ὑβριστικὸν μέθη πᾶς δὲ συμμειγνύμενος αὐτῇ οὐκ ἔσται σοφός
Wine is a mocker and beer is a brawler. Whoever is led astray by them is not wise.
酒能使人褻慢,濃酒使人喧嚷; 凡因酒錯誤的,就無智慧。
20:2
οὐ διαφέρει ἀπειλὴ βασιλέως θυμοῦ λέοντος δὲ παροξύνων αὐτὸν ἁμαρτάνει εἰς τὴν ἑαυτοῦ ψυχήν
The terror of a king is like the roaring of a lion. He who provokes him to anger forfeits his own life.
王的威嚇如同獅子吼叫; 惹動他怒的,是自害己命。
20:3
δόξα ἀνδρὶ ἀποστρέφεσθαι λοιδορίας πᾶς δὲ ἄφρων τοιούτοις συμπλέκεται
It is an honor for a man to keep aloof from strife, but every fool will be quarreling.
遠離紛爭是人的尊榮; 愚妄人都愛爭鬧。
20:4
ὀνειδιζόμενος ὀκνηρὸς οὐκ αἰσχύνεται ὡσαύτως καὶ δανιζόμενος σῖτον ἐν ἀμήτῳ
The sluggard will not plow by reason of the winter; therefore he shall beg in harvest, and have nothing.
懶惰人因冬寒不肯耕種, 到收割的時候,他必討飯而無所得。
20:5
ὕδωρ βαθὺ βουλὴ ἐν καρδίᾳ ἀνδρός ἀνὴρ δὲ φρόνιμος ἐξαντλήσει αὐτήν
Counsel in the heart of man is like deep water, but a man of understanding will draw it out.
人心懷藏謀略,好像深水, 惟明哲人才能汲引出來。
20:6
μέγα ἄνθρωπος καὶ τίμιον ἀνὴρ ἐλεήμων ἄνδρα δὲ πιστὸν ἔργον εὑρεῖν
Many men claim to be men of unfailing love, but who can find a faithful man?
人多述說自己的仁慈, 但忠信人誰能遇着呢?
20:7
ὃς ἀναστρέφεται ἄμωμος ἐν δικαιοσύνῃ μακαρίους τοὺς παῖδας αὐτοῦ καταλείψει
A righteous man walks in integrity. Blessed are his children after him.
行為純正的義人, 他的子孫是有福的!
20:8
ὅταν βασιλεὺς δίκαιος καθίσῃ ἐπὶ θρόνου οὐκ ἐναντιοῦται ἐν ὀφθαλμοῖς αὐτοῦ πᾶν πονηρόν
A king who sits on the throne of judgment scatters away all evil with his eyes.
王坐在審判的位上, 以眼目驅散諸惡。
20:9
τίς καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν τίς παρρησιάσεται καθαρὸς εἶναι ἀπὸ ἁμαρτιῶν κακολογοῦντος πατέρα μητέρα σβεσθήσεται λαμπτήρ αἱ δὲ κόραι τῶν ὀφθαλμῶν αὐτοῦ ὄψονται σκότος μερὶς ἐπισπουδαζομένη ἐν πρώτοις ἐν τοῖς τελευταίοις οὐκ εὐλογηθήσεται μὴ εἴπῃς τείσομαι τὸν ἐχθρόν ἀλλὰ ὑπόμεινον τὸν κύριον ἵνα σοι βοηθήσῃ
Who can say, “I have made my heart pure. I am clean and without sin”?
誰能說,我潔淨了我的心, 我脫淨了我的罪?
20:10
στάθμιον μέγα καὶ μικρὸν καὶ μέτρα δισσά ἀκάθαρτα ἐνώπιον κυρίου καὶ ἀμφότερα
Differing weights and differing measures, both of them alike are an abomination to Yahweh.
兩樣的法碼,兩樣的升斗, 都為耶和華所憎惡。
20:11
καὶ ποιῶν αὐτὰ ἐν τοῖς ἐπιτηδεύμασιν αὐτοῦ συμποδισθήσεται νεανίσκος μετὰ ὁσίου καὶ εὐθεῖα ὁδὸς αὐτοῦ
Even a child makes himself known by his doings, whether his work is pure, and whether it is right.
孩童的動作是清潔,是正直, 都顯明他的本性。
20:12
οὖς ἀκούει καὶ ὀφθαλμὸς ὁρᾷ κυρίου ἔργα καὶ ἀμφότερα
The hearing ear, and the seeing eye, Yahweh has made even both of them.
能聽的耳,能看的眼, 都是耶和華所造的。
20:13
μὴ ἀγάπα καταλαλεῖν ἵνα μὴ ἐξαρθῇς διάνοιξον τοὺς ὀφθαλμούς σου καὶ ἐμπλήσθητι ἄρτων
Don’t love sleep, lest you come to poverty. Open your eyes, and you shall be satisfied with bread.
不要貪睡,免致貧窮; 眼要睜開,你就吃飽。
20:23
βδέλυγμα κυρίῳ δισσὸν στάθμιον καὶ ζυγὸς δόλιος οὐ καλὸν ἐνώπιον αὐτοῦ
Yahweh detests differing weights, and dishonest scales are not pleasing.
兩樣的法碼為耶和華所憎惡; 詭詐的天平也為不善。
20:24
παρὰ κυρίου εὐθύνεται τὰ διαβήματα ἀνδρί θνητὸς δὲ πῶς ἂν νοήσαι τὰς ὁδοὺς αὐτοῦ
A man’s steps are from Yahweh; how then can man understand his way?
人的腳步為耶和華所定; 人豈能明白自己的路呢?
20:25
παγὶς ἀνδρὶ ταχύ τι τῶν ἰδίων ἁγιάσαι μετὰ γὰρ τὸ εὔξασθαι μετανοεῖν γίνεται
It is a snare to a man to make a rash dedication, then later to consider his vows.
人冒失說,這是聖物, 許願之後才查問,就是自陷網羅。
20:26
λικμήτωρ ἀσεβῶν βασιλεὺς σοφὸς καὶ ἐπιβαλεῖ αὐτοῖς τροχόν
A wise king winnows out the wicked, and drives the threshing wheel over them.
智慧的王簸散惡人, 用碌碡滾軋他們。
20:27
φῶς κυρίου πνοὴ ἀνθρώπων ὃς ἐρευνᾷ ταμίεια κοιλίας
The spirit of man is Yahweh’s lamp, searching all his innermost parts.
人的靈是耶和華的燈, 鑒察人的心腹。
20:28
ἐλεημοσύνη καὶ ἀλήθεια φυλακὴ βασιλεῖ καὶ περικυκλώσουσιν ἐν δικαιοσύνῃ τὸν θρόνον αὐτοῦ
Love and faithfulness keep the king safe. His throne is sustained by love.
王因仁慈和誠實得以保全他的國位, 也因仁慈立穩。
20:29
κόσμος νεανίαις σοφία δόξα δὲ πρεσβυτέρων πολιαί
The glory of young men is their strength. The splendor of old men is their gray hair.
強壯乃少年人的榮耀; 白髮為老年人的尊榮。
20:30
ὑπώπια καὶ συντρίμματα συναντᾷ κακοῖς πληγαὶ δὲ εἰς ταμίεια κοιλίας
Wounding blows cleanse away evil, and beatings purge the innermost parts.
鞭傷除淨人的罪惡; 責打能入人的心腹。
← ch. 19ch. 21 →
12345678910111213141516171819202122232425262728293031