📜 Verbum
Scripture and the Fathers, read aloud in the original

← All books · Septuagint › Proverbs

Proverbs 22

Greek original · 28 verses · some words can be tapped for a gloss

← ch. 21ch. 23 →
📖 This chapter exists in 3 other originals — side by side (Hebrew Old Testament, Vulgate, Ge'ez Bible)
22:1
αἱρετώτερον ὄνομα καλὸν πλοῦτος πολύς ὑπὲρ δὲ ἀργύριον καὶ χρυσίον χάρις ἀγαθή
A good name is more desirable than great riches, and loving favor is better than silver and gold.
美名勝過大財; 恩寵強如金銀。
22:2
πλούσιος καὶ πτωχὸς συνήντησαν ἀλλήλοις ἀμφοτέρους δὲ κύριος ἐποίησεν
The rich and the poor have this in common: Yahweh is the maker of them all.
富戶窮人在世相遇, 都為耶和華所造。
22:3
πανοῦργος ἰδὼν πονηρὸν τιμωρούμενον κραταιῶς αὐτὸς παιδεύεται οἱ δὲ ἄφρονες παρελθόντες ἐζημιώθησαν
A prudent man sees danger and hides himself; but the simple pass on, and suffer for it.
通達人見禍藏躲; 愚蒙人前往受害。
22:4
γενεὰ σοφίας φόβος κυρίου καὶ πλοῦτος καὶ δόξα καὶ ζωή
The result of humility and the fear of Yahweh is wealth, honor, and life.
敬畏耶和華心存謙卑, 就得富有、尊榮、生命為賞賜。
22:5
τρίβολοι καὶ παγίδες ἐν ὁδοῖς σκολιαῖς δὲ φυλάσσων τὴν ἑαυτοῦ ψυχὴν ἀφέξεται αὐτῶν
Thorns and snares are in the path of the wicked; whoever guards his soul stays far from them.
乖僻人的路上有荊棘和網羅; 保守自己生命的,必要遠離。
22:7
πλούσιοι πτωχῶν ἄρξουσιν καὶ οἰκέται ἰδίοις δεσπόταις δανιοῦσιν
The rich rule over the poor. The borrower is servant to the lender.
富戶管轄窮人; 欠債的是債主的僕人。
22:8
σπείρων φαῦλα θερίσει κακά πληγὴν δὲ ἔργων αὐτοῦ συντελέσει ἄνδρα ἱλαρὸν καὶ δότην εὐλογεῖ θεός ματαιότητα δὲ ἔργων αὐτοῦ συντελέσει
He who sows wickedness reaps trouble, and the rod of his fury will be destroyed.
撒罪孽的,必收災禍; 他逞怒的杖也必廢掉。
22:9
ἐλεῶν πτωχὸν αὐτὸς διατραφήσεται τῶν γὰρ ἑαυτοῦ ἄρτων ἔδωκεν τῷ πτωχῷ νίκην καὶ τιμὴν περιποιεῖται δῶρα δούς τὴν μέντοι ψυχὴν ἀφαιρεῖται τῶν κεκτημένων
He who has a generous eye will be blessed, for he shares his food with the poor.
眼目慈善的,就必蒙福, 因他將食物分給窮人。
22:10
ἔκβαλε ἐκ συνεδρίου λοιμόν καὶ συνεξελεύσεται αὐτῷ νεῖκος ὅταν γὰρ καθίσῃ ἐν συνεδρίῳ πάντας ἀτιμάζει
Drive out the mocker, and strife will go out; yes, quarrels and insults will stop.
趕出褻慢人,爭端就消除; 紛爭和羞辱也必止息。
22:11
ἀγαπᾷ κύριος ὁσίας καρδίας δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι χείλεσιν ποιμαίνει βασιλεύς
He who loves purity of heart and speaks gracefully is the king’s friend.
喜愛清心的人因他嘴上的恩言, 王必與他為友。
22:12
οἱ δὲ ὀφθαλμοὶ κυρίου διατηροῦσιν αἴσθησιν φαυλίζει δὲ λόγους παράνομος
Yahweh’s eyes watch over knowledge, but he frustrates the words of the unfaithful.
耶和華的眼目眷顧聰明人, 卻傾敗奸詐人的言語。
22:13
προφασίζεται καὶ λέγει ὀκνηρός λέων ἐν ταῖς ὁδοῖς ἐν δὲ ταῖς πλατείαις φονευταί
The sluggard says, “There is a lion outside! I will be killed in the streets!”
懶惰人說:外頭有獅子; 我在街上就必被殺。
22:14
βόθρος βαθὺς στόμα παρανόμου δὲ μισηθεὶς ὑπὸ κυρίου ἐμπεσεῖται εἰς αὐτόν εἰσὶν ὁδοὶ κακαὶ ἐνώπιον ἀνδρός καὶ οὐκ ἀγαπᾷ τοῦ ἀποστρέψαι ἀπ’ αὐτῶν ἀποστρέφειν δὲ δεῖ ἀπὸ ὁδοῦ σκολιᾶς καὶ κακῆς
The mouth of an adulteress is a deep pit. He who is under Yahweh’s wrath will fall into it.
淫婦的口為深坑; 耶和華所憎惡的,必陷在其中。
22:15
ἄνοια ἐξῆπται καρδίας νέου ῥάβδος δὲ καὶ παιδεία μακρὰν ἀπ’ αὐτοῦ
Folly is bound up in the heart of a child; the rod of discipline drives it far from him.
愚蒙迷住孩童的心, 用管教的杖可以遠遠趕除。
22:16
συκοφαντῶν πένητα πολλὰ ποιεῖ τὰ ἑαυτοῦ δίδωσιν δὲ πλουσίῳ ἐπ’ ἐλάσσονι
Whoever oppresses the poor for his own increase and whoever gives to the rich, both come to poverty.
欺壓貧窮為要利己的, 並送禮與富戶的,都必缺乏。
22:17
λόγοις σοφῶν παράβαλλε σὸν οὖς καὶ ἄκουε ἐμὸν λόγον τὴν δὲ σὴν καρδίαν ἐπίστησον ἵνα γνῷς ὅτι καλοί εἰσιν
Turn your ear, and listen to the words of the wise. Apply your heart to my teaching.
你須側耳聽受智慧人的言語, 留心領會我的知識。
22:18
καὶ ἐὰν ἐμβάλῃς αὐτοὺς εἰς τὴν καρδίαν σου εὐφρανοῦσίν σε ἅμα ἐπὶ σοῖς χείλεσιν
For it is a pleasant thing if you keep them within you, if all of them are ready on your lips.
你若心中存記, 嘴上咬定,這便為美。
22:19
ἵνα σου γένηται ἐπὶ κύριον ἐλπὶς καὶ γνωρίσῃ σοι τὴν ὁδὸν αὐτοῦ
I teach you today, even you, so that your trust may be in Yahweh.
我今日以此特特指教你, 為要使你倚靠耶和華。
22:20
καὶ σὺ δὲ ἀπόγραψαι αὐτὰ σεαυτῷ τρισσῶς εἰς βουλὴν καὶ γνῶσιν ἐπὶ τὸ πλάτος τῆς καρδίας σου
Haven’t I written to you thirty excellent things of counsel and knowledge,
謀略和知識的美事, 我豈沒有寫給你嗎?
22:21
διδάσκω οὖν σε ἀληθῆ λόγον καὶ γνῶσιν ἀγαθὴν ὑπακούειν τοῦ ἀποκρίνεσθαι λόγους ἀληθείας τοῖς προβαλλομένοις σοι
To teach you truth, reliable words, to give sound answers to the ones who sent you?
要使你知道真言的實理, 你好將真言回覆那打發你來的人。
22:22
μὴ ἀποβιάζου πένητα πτωχὸς γάρ ἐστιν καὶ μὴ ἀτιμάσῃς ἀσθενῆ ἐν πύλαις
Don’t exploit the poor because he is poor; and don’t crush the needy in court;
貧窮人,你不可因他貧窮就搶奪他的物, 也不可在城門口欺壓困苦人;
22:23
γὰρ κύριος κρινεῖ αὐτοῦ τὴν κρίσιν καὶ ῥύσῃ σὴν ἄσυλον ψυχήν
for Yahweh will plead their case, and plunder the life of those who plunder them.
因耶和華必為他辨屈; 搶奪他的,耶和華必奪取那人的命。
22:24
μὴ ἴσθι ἑταῖρος ἀνδρὶ θυμώδει φίλῳ δὲ ὀργίλῳ μὴ συναυλίζου
Don’t befriend a hot-tempered man. Don’t associate with one who harbors anger,
好生氣的人,不可與他結交; 暴怒的人,不可與他來往;
22:25
μήποτε μάθῃς τῶν ὁδῶν αὐτοῦ καὶ λάβῃς βρόχους τῇ σῇ ψυχῇ
lest you learn his ways and ensnare your soul.
恐怕你效法他的行為, 自己就陷在網羅裏。
22:26
μὴ δίδου σεαυτὸν εἰς ἐγγύην αἰσχυνόμενος πρόσωπον
Don’t you be one of those who strike hands, of those who are collateral for debts.
不要與人擊掌, 不要為欠債的作保。
22:27
ἐὰν γὰρ μὴ ἔχῃς πόθεν ἀποτείσῃς λήμψονται τὸ στρῶμα τὸ ὑπὸ τὰς πλευράς σου
If you don’t have means to pay, why should he take away your bed from under you?
你若沒有甚麼償還, 何必使人奪去你睡臥的床呢?
22:28
μὴ μέταιρε ὅρια αἰώνια ἔθεντο οἱ πατέρες σου
Don’t move the ancient boundary stone which your fathers have set up.
你先祖所立的地界, 你不可挪移。
22:29
ὁρατικὸν ἄνδρα καὶ ὀξὺν ἐν τοῖς ἔργοις αὐτοῦ βασιλεῦσι δεῖ παρεστάναι καὶ μὴ παρεστάναι ἀνδράσι νωθροῖς
Do you see a man skilled in his work? He will serve kings. He won’t serve obscure men.
你看見辦事殷勤的人嗎? 他必站在君王面前, 必不站在下賤人面前。
← ch. 21ch. 23 →
12345678910111213141516171819202122232425262728293031