📜 Verbum
Scripture and the Fathers, read aloud in the original

← All books · Septuagint › Proverbs

Proverbs 9

Greek original · 18 verses · some words can be tapped for a gloss

← ch. 8ch. 10 →
📖 This chapter exists in 3 other originals — side by side (Hebrew Old Testament, Vulgate, Ge'ez Bible)
9:1
σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον καὶ ὑπήρεισεν στύλους ἑπτά
Wisdom has built her house. She has carved out her seven pillars.
智慧建造房屋, 鑿成七根柱子,
9:2
ἔσφαξεν τὰ ἑαυτῆς θύματα ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν
She has prepared her meat. She has mixed her wine. She has also set her table.
宰殺牲畜, 調和旨酒, 設擺筵席;
9:3
ἀπέστειλεν τοὺς ἑαυτῆς δούλους συγκαλούσα μετὰ ὑψηλοῦ κηρύγματος ἐπὶ κρατῆρα λέγουσα
She has sent out her maidens. She cries from the highest places of the city:
打發使女出去, 自己在城中至高處呼叫,
9:4
ὅς ἐστιν ἄφρων ἐκκλινάτω πρός με καὶ τοῖς ἐνδεέσι φρενῶν εἶπεν
“Whoever is simple, let him turn in here!” As for him who is void of understanding, she says to him,
說:誰是愚蒙人,可以轉到這裏來! 又對那無知的人說:
9:5
ἔλθατε φάγετε τῶν ἐμῶν ἄρτων καὶ πίετε οἶνον ὃν ἐκέρασα ὑμῖν
“Come, eat some of my bread, Drink some of the wine which I have mixed!
你們來,吃我的餅, 喝我調和的酒。
9:6
ἀπολείπετε ἀφροσύνην καὶ ζήσεσθε καὶ ζητήσατε φρόνησιν ἵνα βιώσητε καὶ κατορθώσατε ἐν γνώσει σύνεσιν
Leave your simple ways, and live. Walk in the way of understanding.”
你們愚蒙人,要捨棄愚蒙, 就得存活,並要走光明的道。
9:7
παιδεύων κακοὺς λήμψεται ἑαυτῷ ἀτιμίαν ἐλέγχων δὲ τὸν ἀσεβῆ μωμήσεται ἑαυτόν
One who corrects a mocker invites insult. One who reproves a wicked man invites abuse.
指斥褻慢人的,必受辱罵; 責備惡人的,必被玷污。
9:8
μὴ ἔλεγχε κακούς ἵνα μὴ μισῶσίν σε ἔλεγχε σοφόν καὶ ἀγαπήσει σε
Don’t reprove a scoffer, lest he hate you. Reprove a wise person, and he will love you.
不要責備褻慢人,恐怕他恨你; 要責備智慧人,他必愛你。
9:9
δίδου σοφῷ ἀφορμήν καὶ σοφώτερος ἔσται γνώριζε δικαίῳ καὶ προσθήσει τοῦ δέχεσθαι
Instruct a wise person, and he will be still wiser. Teach a righteous person, and he will increase in learning.
教導智慧人,他就越發有智慧; 指示義人,他就增長學問。
9:10
ἀρχὴ σοφίας φόβος κυρίου καὶ βουλὴ ἁγίων σύνεσις τὸ γὰρ γνῶναι νόμον διανοίας ἐστὶν ἀγαθῆς
The fear of Yahweh is the beginning of wisdom. The knowledge of the Holy One is understanding.
敬畏耶和華是智慧的開端; 認識至聖者便是聰明。
9:11
τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσεις χρόνον καὶ προστεθήσεταί σοι ἔτη ζωῆς σου
For by me your days will be multiplied. The years of your life will be increased.
你藉着我,日子必增多, 年歲也必加添。
9:12
υἱέ ἐὰν σοφὸς γένῃ σεαυτῷ σοφὸς ἔσῃ καὶ τοῖς πλησίον ἐὰν δὲ κακὸς ἀποβῇς μόνος ἀναντλήσεις κακά ὃς ἐρείδεται ἐπὶ ψεύδεσιν οὗτος ποιμανεῖ ἀνέμους δ’ αὐτὸς διώξεται ὄρνεα πετόμενα ἀπέλιπεν γὰρ ὁδοὺς τοῦ ἑαυτοῦ ἀμπελῶνος τοὺς δὲ ἄξονας τοῦ ἰδίου γεωργίου πεπλάνηται διαπορεύεται δὲ δῑ ἀνύδρου ἐρήμου καὶ γῆν διατεταγμένην ἐν διψώδεσιν συνάγει δὲ χερσὶν ἀκαρπίαν
If you are wise, you are wise for yourself. If you mock, you alone will bear it.
你若有智慧,是與自己有益; 你若褻慢,就必獨自擔當。
9:13
γυνὴ ἄφρων καὶ θρασεῖα ἐνδεὴς ψωμοῦ γίνεται οὐκ ἐπίσταται αἰσχύνην
The foolish woman is loud, undisciplined, and knows nothing.
愚昧的婦人喧嚷; 她是愚蒙,一無所知。
9:14
ἐκάθισεν ἐπὶ θύραις τοῦ ἑαυτῆς οἴκου ἐπὶ δίφρου ἐμφανῶς ἐν πλατείαις
She sits at the door of her house, on a seat in the high places of the city,
她坐在自己的家門口, 坐在城中高處的座位上,
9:15
προσκαλουμένη τοὺς παριόντας καὶ κατευθύνοντας ἐν ταῖς ὁδοῖς αὐτῶν
to call to those who pass by, who go straight on their ways,
呼叫過路的, 就是直行其道的人,
9:16
ὅς ἐστιν ὑμῶν ἀφρονέστατος ἐκκλινάτω πρός με ἐνδεέσι δὲ φρονήσεως παρακελεύομαι λέγουσα
“Whoever is simple, let him turn in here.” As for him who is void of understanding, she says to him,
說:誰是愚蒙人,可以轉到這裏來! 又對那無知的人說:
9:17
ἄρτων κρυφίων ἡδέως ἅψασθε καὶ ὕδατος κλοπῆς γλυκεροῦ
“Stolen water is sweet. Food eaten in secret is pleasant.”
偷來的水是甜的, 暗吃的餅是好的。
9:18
δὲ οὐκ οἶδεν ὅτι γηγενεῖς παρ’ αὐτῇ ὄλλυνται καὶ ἐπὶ πέτευρον ᾅδου συναντᾷ ἀλλὰ ἀποπήδησον μὴ ἐγχρονίσῃς ἐν τῷ τόπῳ μηδὲ ἐπιστήσῃς τὸ σὸν ὄμμα πρὸς αὐτήν οὕτως γὰρ διαβήσῃ ὕδωρ ἀλλότριον καὶ ὑπερβήσῃ ποταμὸν ἀλλότριον ἀπὸ δὲ ὕδατος ἀλλοτρίου ἀπόσχου καὶ ἀπὸ πηγῆς ἀλλοτρίας μὴ πίῃς ἵνα πολὺν ζήσῃς χρόνον προστεθῇ δέ σοι ἔτη ζωῆς
But he doesn’t know that the departed spirits are there, that her guests are in the depths of Sheol.
人卻不知有陰魂在她那裏; 她的客在陰間的深處。
← ch. 8ch. 10 →
12345678910111213141516171819202122232425262728293031