📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 七十士譯本 › 約書亞記

True

約書亞記 第 8 章

希臘文原文.27 節.部分字詞可點開查義

← 第 7 章第 9 章 →
📖 這一章另有 3 種原文 —— 並排對照(希伯來文舊約、武加大譯本、吉茲文聖經)
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
播放整章原文誦讀(本站合成語音)–:––下載 mp3
8:1
καὶ εἶπεν κύριος πρὸς Ἰησοῦν μὴ φοβηθῇς μηδὲ δειλιάσῃς λαβὲ μετὰ σοῦ τοὺς ἄνδρας πάντας τοὺς πολεμιστὰς καὶ ἀναστὰς ἀνάβηθι εἰς Γαι ἰδοὺ δέδωκα εἰς τὰς χεῖράς σου τὸν βασιλέα Γαι καὶ τὴν γῆν αὐτοῦ
主對約書亞說:不要懼怕,也不要驚惶。你帶著所有的戰士,起來上艾城去。看哪,我已把艾城的王和他的地交在你手中。
And the Lord said to Joshua: Do not fear nor be dismayed. Take with you all the men of war, and arise, go up to Ai. Behold, I have given into your hands the king of Ai and his land.
8:2
καὶ ποιήσεις τὴν Γαι ὃν τρόπον ἐποίησας τὴν Ιεριχω καὶ τὸν βασιλέα αὐτῆς καὶ τὴν προνομὴν τῶν κτηνῶν προνομεύσεις σεαυτῷ κατάστησον δὲ σεαυτῷ ἔνεδρα τῇ πόλει εἰς τὰ ὀπίσω
你怎樣待耶利哥和耶利哥的王,也要怎樣待艾城和艾城的王;只是牲畜的掠物,你可以取為自己的掠物。你要在城的後面為自己設下伏兵。
And you shall do to Ai as you did to Jericho and its king; and the plunder of the livestock you shall plunder for yourself. But set for yourself an ambush for the city behind it.
8:3
καὶ ἀνέστη Ἰησοῦς καὶ πᾶς ὁ λαὸς ὁ πολεμιστὴς ὥστε ἀναβῆναι εἰς Γαι ἐπέλεξεν δὲ Ἰησοῦς τριάκοντα χιλιάδας ἀνδρῶν δυνατοὺς ἐν ἰσχύι καὶ ἀπέστειλεν αὐτοὺς νυκτός
約書亞和所有的戰士都起來,要上艾城去。約書亞揀選了三萬大能的勇士,趁夜打發他們去。
And Joshua arose, and all the fighting people, to go up to Ai. And Joshua chose thirty thousand men mighty in strength, and sent them out by night.
8:4
καὶ ἐνετείλατο αὐτοῖς λέγων ὑμεῖς ἐνεδρεύσατε ὀπίσω τῆς πόλεως μὴ μακρὰν γίνεσθε ἀπὸ τῆς πόλεως καὶ ἔσεσθε πάντες ἕτοιμοι
他吩咐他們說:你們要在城的後面埋伏,不可離城太遠,都要預備妥當。
And he commanded them, saying: You shall lie in ambush behind the city; do not be far from the city, and all of you be ready.
8:5
καὶ ἐγὼ καὶ πάντες οἱ μετ’ ἐμοῦ προσάξομεν πρὸς τὴν πόλιν καὶ ἔσται ὡς ἂν ἐξέλθωσιν οἱ κατοικοῦντες Γαι εἰς συνάντησιν ἡμῖν καθάπερ καὶ πρῴην καὶ φευξόμεθα ἀπὸ προσώπου αὐτῶν
我和跟隨我的眾人要向那城前進。艾城的居民像先前那樣出來迎擊我們的時候,我們就從他們面前逃跑。
And I and all who are with me will approach the city; and it shall be that when the inhabitants of Ai come out to meet us, just as before, we will flee before them.
8:6
καὶ ὡς ἂν ἐξέλθωσιν ὀπίσω ἡμῶν ἀποσπάσομεν αὐτοὺς ἀπὸ τῆς πόλεως καὶ ἐροῦσιν φεύγουσιν οὗτοι ἀπὸ προσώπου ἡμῶν ὃν τρόπον καὶ ἔμπροσθεν
他們出來追趕我們的時候,我們就把他們引離那城;他們必說:這些人像先前一樣從我們面前逃跑了。
And when they come out after us, we will draw them away from the city; and they will say: These are fleeing before us, just as formerly.
8:7
ὑμεῖς δὲ ἐξαναστήσεσθε ἐκ τῆς ἐνέδρας καὶ πορεύσεσθε εἰς τὴν πόλιν
你們就要從埋伏的地方起來,進入那城。
But you shall rise up out of the ambush and go into the city.
8:8
κατὰ τὸ ῥῆμα τοῦτο ποιήσετε ἰδοὺ ἐντέταλμαι ὑμῖν
你們要照這話去行。看哪,我已吩咐你們了。
According to this word you shall do. Behold, I have commanded you.
8:9
καὶ ἀπέστειλεν αὐτοὺς Ἰησοῦς καὶ ἐπορεύθησαν εἰς τὴν ἐνέδραν καὶ ἐνεκάθισαν ἀνὰ μέσον Βαιθηλ καὶ ἀνὰ μέσον Γαι ἀπὸ θαλάσσης τῆς Γαι
約書亞就打發他們去;他們往埋伏的地方去,埋伏在伯特利與艾城中間,在艾城的西邊。
And Joshua sent them, and they went to the ambush and lay in wait between Bethel and Ai, on the west of Ai.
8:10
καὶ ὀρθρίσας Ἰησοῦς τὸ πρωὶ ἐπεσκέψατο τὸν λαόν καὶ ἀνέβησαν αὐτὸς καὶ οἱ πρεσβύτεροι κατὰ πρόσωπον τοῦ λαοῦ ἐπὶ Γαι
約書亞清早起來,點齊了百姓;他和長老們就在百姓前面上艾城去。
And Joshua rose early in the morning and mustered the people; and he and the elders went up before the people to Ai.
8:11
καὶ πᾶς ὁ λαὸς ὁ πολεμιστὴς μετ’ αὐτοῦ ἀνέβησαν καὶ πορευόμενοι ἦλθον ἐξ ἐναντίας τῆς πόλεως ἀπ’ ἀνατολῶν
所有與他同去的戰士都上去,前行到了那城的對面,在城的東邊。
And all the fighting people who were with him went up, and going forward they came opposite the city, from the east.
8:12
καὶ τὰ ἔνεδρα τῆς πόλεως ἀπὸ θαλάσσης
伏兵在那城的西邊。
And the ambush of the city was on the west.
8:14
καὶ ἐγένετο ὡς εἶδεν βασιλεὺς Γαι ἔσπευσεν καὶ ἐξῆλθεν εἰς συνάντησιν αὐτοῖς ἐπ’ εὐθείας εἰς τὸν πόλεμον αὐτὸς καὶ πᾶς ὁ λαὸς ὁ μετ’ αὐτοῦ καὶ αὐτὸς οὐκ ᾔδει ὅτι ἔνεδρα αὐτῷ ἐστιν ὀπίσω τῆς πόλεως
艾城的王一看見,就急忙出來,一直迎上去爭戰,他和跟隨他的眾民都是如此;他卻不知道城的後面有伏兵要攻擊他。
And it happened that when the king of Ai saw it, he hurried and went out straight to meet them for battle, he and all the people with him; and he did not know that there was an ambush against him behind the city.
8:15
καὶ εἶδεν καὶ ἀνεχώρησεν Ἰησοῦς καὶ Ισραηλ ἀπὸ προσώπου αὐτῶν
約書亞看見了,就和以色列人從他們面前退卻。
And he saw, and Joshua and Israel withdrew from before them.
8:16
καὶ κατεδίωξαν ὀπίσω τῶν υἱῶν Ισραηλ καὶ αὐτοὶ ἀπέστησαν ἀπὸ τῆς πόλεως
他們就追趕以色列子孫,自己卻離開了那城。
And they pursued after the sons of Israel, and they themselves withdrew from the city.
8:17
οὐ κατελείφθη οὐθεὶς ἐν τῇ Γαι ὃς οὐ κατεδίωξεν ὀπίσω Ισραηλ καὶ κατέλιπον τὴν πόλιν ἀνεῳγμένην καὶ κατεδίωξαν ὀπίσω Ισραηλ
艾城中沒有留下一人不去追趕以色列的;他們撇下敞開的城,去追趕以色列。
Not one was left in Ai who did not pursue after Israel; and they left the city open and pursued after Israel.
8:18
καὶ εἶπεν κύριος πρὸς Ἰησοῦν ἔκτεινον τὴν χεῖρά σου ἐν τῷ γαίσῳ τῷ ἐν τῇ χειρί σου ἐπὶ τὴν πόλιν εἰς γὰρ τὰς χεῖράς σου παραδέδωκα αὐτήν καὶ τὰ ἔνεδρα ἐξαναστήσονται ἐν τάχει ἐκ τοῦ τόπου αὐτῶν καὶ ἐξέτεινεν Ἰησοῦς τὴν χεῖρα αὐτοῦ τὸν γαῖσον ἐπὶ τὴν πόλιν
主對約書亞說:你把手裡的標槍向那城伸出去,因為我已把城交在你手中;伏兵也必迅速從他們的地方起來。約書亞就把手裡的標槍向那城伸了出去。
And the Lord said to Joshua: Stretch out your hand with the javelin that is in your hand toward the city, for into your hands I have delivered it; and the ambush shall rise up quickly out of their place. And Joshua stretched out his hand with the javelin toward the city.
8:19
καὶ τὰ ἔνεδρα ἐξανέστησαν ἐν τάχει ἐκ τοῦ τόπου αὐτῶν καὶ ἐξήλθοσαν ὅτε ἐξέτεινεν τὴν χεῖρα καὶ ἤλθοσαν ἐπὶ τὴν πόλιν καὶ κατελάβοντο αὐτὴν καὶ σπεύσαντες ἐνέπρησαν τὴν πόλιν ἐν πυρί
伏兵就迅速從他們的地方起來;他伸手的時候,他們就出來,來到那城,奪取了城,急忙放火燒城。
And the ambush rose up quickly out of their place and came out when he stretched out his hand; and they came to the city and captured it, and hurrying they burned the city with fire.
8:20
καὶ περιβλέψαντες οἱ κάτοικοι Γαι εἰς τὰ ὀπίσω αὐτῶν καὶ ἐθεώρουν καπνὸν ἀναβαίνοντα ἐκ τῆς πόλεως εἰς τὸν οὐρανόν καὶ οὐκέτι εἶχον ποῦ φύγωσιν ὧδε ἢ ὧδε
艾城的居民回頭觀看,見城中的煙上騰到天上;他們無處可逃,往這邊往那邊都不能。
And the inhabitants of Ai looked around behind them and saw smoke going up from the city to heaven; and they no longer had anywhere to flee, this way or that.
8:21
καὶ Ἰησοῦς καὶ πᾶς Ισραηλ εἶδον ὅτι ἔλαβον τὰ ἔνεδρα τὴν πόλιν καὶ ὅτι ἀνέβη ὁ καπνὸς τῆς πόλεως εἰς τὸν οὐρανόν καὶ μεταβαλόμενοι ἐπάταξαν τοὺς ἄνδρας τῆς Γαι
約書亞和全以色列見伏兵已經奪了那城,又見城中的煙上騰到天上,就轉回身來,擊殺艾城的人。
And Joshua and all Israel saw that the ambush had taken the city and that the smoke of the city had gone up to heaven; and turning back they struck the men of Ai.
8:22
καὶ οὗτοι ἐξήλθοσαν ἐκ τῆς πόλεως εἰς συνάντησιν καὶ ἐγενήθησαν ἀνὰ μέσον τῆς παρεμβολῆς οὗτοι ἐντεῦθεν καὶ οὗτοι ἐντεῦθεν καὶ ἐπάταξαν ἕως τοῦ μὴ καταλειφθῆναι αὐτῶν σεσωσμένον καὶ διαπεφευγότα
那些人也從城裡出來迎擊他們,他們就落在營的中間,這邊有人,那邊也有人;以色列人擊殺他們,直到他們中間沒有一個存活或逃脫的。
And these came out of the city to meet them, and they were in the midst of the camp, these on this side and these on that side; and they struck them until none of them was left surviving or escaping.
8:23
καὶ τὸν βασιλέα τῆς Γαι συνέλαβον ζῶντα καὶ προσήγαγον αὐτὸν πρὸς Ἰησοῦν
他們活捉了艾城的王,把他帶到約書亞那裡。
And they took the king of Ai alive and brought him to Joshua.
8:24
καὶ ὡς ἐπαύσαντο οἱ υἱοὶ Ισραηλ ἀποκτέννοντες πάντας τοὺς ἐν τῇ Γαι τοὺς ἐν τοῖς πεδίοις καὶ ἐν τῷ ὄρει ἐπὶ τῆς καταβάσεως οὗ κατεδίωξαν αὐτοὺς ἀπ’ αὐτῆς εἰς τέλος καὶ ἀπέστρεψεν Ἰησοῦς εἰς Γαι καὶ ἐπάταξεν αὐτὴν ἐν στόματι ῥομφαίας
以色列子孫殺盡了艾城所有的人,就是在平原、在山上、在他們追趕人下坡的地方的人,把他們徹底殺完;約書亞就回到艾城,用刀刃擊殺了那城。
And when the sons of Israel finished killing all who were in Ai, those in the plains and on the mountain, on the descent where they pursued them from it, to the very end, then Joshua returned to Ai and struck it with the edge of the sword.
8:25
καὶ ἐγενήθησαν οἱ πεσόντες ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικὸς δώδεκα χιλιάδες πάντας τοὺς κατοικοῦντας Γαι
那一日倒斃的,從男人到女人,共有一萬二千人,就是艾城所有的居民。
And those who fell on that day, from man even to woman, were twelve thousand, all the inhabitants of Ai.
8:27
πλὴν τῶν κτηνῶν καὶ τῶν σκύλων τῶν ἐν τῇ πόλει πάντα ἃ ἐπρονόμευσαν οἱ υἱοὶ Ισραηλ κατὰ πρόσταγμα κυρίου ὃν τρόπον συνέταξεν κύριος τῷ Ἰησοῖ
惟有城中的牲畜和財物,以色列子孫都照主的命令取作掠物,正如主所吩咐約書亞的。
Only the livestock and the spoil that were in the city, all these the sons of Israel plundered, according to the command of the Lord, just as the Lord had directed Joshua.
8:28
καὶ ἐνεπύρισεν Ἰησοῦς τὴν πόλιν ἐν πυρί χῶμα ἀοίκητον εἰς τὸν αἰῶνα ἔθηκεν αὐτὴν ἕως τῆς ἡμέρας ταύτης
約書亞放火燒了那城,使它永遠成為無人居住的土堆,直到今日。
And Joshua burned the city with fire, and made it a mound, uninhabited forever, until this day.
8:29
καὶ τὸν βασιλέα τῆς Γαι ἐκρέμασεν ἐπὶ ξύλου διδύμου καὶ ἦν ἐπὶ τοῦ ξύλου ἕως ἑσπέρας καὶ ἐπιδύνοντος τοῦ ἡλίου συνέταξεν Ἰησοῦς καὶ καθείλοσαν αὐτοῦ τὸ σῶμα ἀπὸ τοῦ ξύλου καὶ ἔρριψαν αὐτὸν εἰς τὸν βόθρον καὶ ἐπέστησαν αὐτῷ σωρὸν λίθων ἕως τῆς ἡμέρας ταύτης
他把艾城的王掛在雙叉的木頭上,直到晚上;日落的時候,約書亞吩咐人把他的屍首從木頭上取下來,丟在坑裡,又在他身上堆起一堆石頭,直到今日。
And the king of Ai he hanged on a forked tree, and he was on the tree until evening; and at the setting of the sun Joshua gave orders, and they took down his body from the tree and threw him into the pit, and they raised over him a heap of stones, until this day.
← 第 7 章第 9 章 →
123456789101112131415161718192021222324

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。