📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

七十士譯本 › 利未記

利未記 第 25 章

希臘文原文.55 節.部分字詞可點開查義

📖 這一章另有 3 種原文 —— 並排對照(希伯來文舊約、武加大譯本、吉茲文聖經)
25:1
καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν ἐν τῷ ὄρει Σινα λέγων
耶和華在西奈山對摩西說:
Yahweh said to Moses on Mount Sinai,
25:2
λάλησον τοῖς υἱοῖς Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς ἐὰν εἰσέλθητε εἰς τὴν γῆν ἣν ἐγὼ δίδωμι ὑμῖν καὶ ἀναπαύσεται γῆ ἣν ἐγὼ δίδωμι ὑμῖν σάββατα τῷ κυρίῳ
「你曉諭以色列人說:你們到了我所賜你們那地的時候,地就要向耶和華守安息。
“Speak to the children of Israel, and tell them, ‘When you come into the land which I give you, then the land shall keep a Sabbath to Yahweh.
25:3
ἓξ ἔτη σπερεῖς τὸν ἀγρόν σου καὶ ἓξ ἔτη τεμεῖς τὴν ἄμπελόν σου καὶ συνάξεις τὸν καρπὸν αὐτῆς
六年要耕種田地,也要修理葡萄園,收藏地的出產。
You shall sow your field six years, and you shall prune your vineyard six years, and gather in its fruits;
25:4
τῷ δὲ ἔτει τῷ ἑβδόμῳ σάββατα ἀνάπαυσις ἔσται τῇ γῇ σάββατα τῷ κυρίῳ τὸν ἀγρόν σου οὐ σπερεῖς καὶ τὴν ἄμπελόν σου οὐ τεμεῖς
第七年,地要守聖安息,就是向耶和華守的安息,不可耕種田地,也不可修理葡萄園。
but in the seventh year there shall be a Sabbath of solemn rest for the land, a Sabbath to Yahweh. You shall not sow your field or prune your vineyard.
25:5
καὶ τὰ αὐτόματα ἀναβαίνοντα τοῦ ἀγροῦ σου οὐκ ἐκθερίσεις καὶ τὴν σταφυλὴν τοῦ ἁγιάσματός σου οὐκ ἐκτρυγήσεις ἐνιαυτὸς ἀναπαύσεως ἔσται τῇ γῇ
遺落自長的莊稼不可收割;沒有修理的葡萄樹也不可摘取葡萄。這年,地要守聖安息。
What grows of itself in your harvest you shall not reap, and you shall not gather the grapes of your undressed vine. It shall be a year of solemn rest for the land.
25:6
καὶ ἔσται τὰ σάββατα τῆς γῆς βρώματά σοι καὶ τῷ παιδί σου καὶ τῇ παιδίσκῃ σου καὶ τῷ μισθωτῷ σου καὶ τῷ παροίκῳ τῷ προσκειμένῳ πρὸς σέ
地在安息年所出的,要給你和你的僕人、婢女、雇工人,並寄居的外人當食物。
The Sabbath of the land shall be for food for you; for yourself, for your servant, for your maid, for your hired servant, and for your stranger, who lives as a foreigner with you.
25:7
καὶ τοῖς κτήνεσίν σου καὶ τοῖς θηρίοις τοῖς ἐν τῇ γῇ σου ἔσται πᾶν τὸ γένημα αὐτοῦ εἰς βρῶσιν
這年的土產也要給你的牲畜和你地上的走獸當食物。」
For your livestock also, and for the animals that are in your land, shall all its increase be for food.
25:8
καὶ ἐξαριθμήσεις σεαυτῷ ἑπτὰ ἀναπαύσεις ἐτῶν ἑπτὰ ἔτη ἑπτάκις καὶ ἔσονταί σοι ἑπτὰ ἑβδομάδες ἐτῶν ἐννέα καὶ τεσσαράκοντα ἔτη
「你要計算七個安息年,就是七七年。這便為你成了七個安息年,共是四十九年。
“‘You shall count off seven Sabbaths of years, seven times seven years; and there shall be to you the days of seven Sabbaths of years, even forty-nine years.
25:9
καὶ διαγγελεῖτε σάλπιγγος φωνῇ ἐν πάσῃ τῇ γῇ ὑμῶν τῷ μηνὶ τῷ ἑβδόμῳ τῇ δεκάτῃ τοῦ μηνός τῇ ἡμέρᾳ τοῦ ἱλασμοῦ διαγγελεῖτε σάλπιγγι ἐν πάσῃ τῇ γῇ ὑμῶν
當年七月初十日,你要大發角聲;這日就是贖罪日,要在遍地發出角聲。
Then you shall sound the loud trumpet on the tenth day of the seventh month. On the Day of Atonement you shall sound the trumpet throughout all your land.
25:10
καὶ ἁγιάσετε τὸ ἔτος τὸ πεντηκοστὸν ἐνιαυτὸν καὶ διαβοήσετε ἄφεσιν ἐπὶ τῆς γῆς πᾶσιν τοῖς κατοικοῦσιν αὐτήν ἐνιαυτὸς ἀφέσεως σημασία αὕτη ἔσται ὑμῖν καὶ ἀπελεύσεται εἷς ἕκαστος εἰς τὴν κτῆσιν αὐτοῦ καὶ ἕκαστος εἰς τὴν πατρίδα αὐτοῦ ἀπελεύσεσθε
第五十年,你們要當作聖年,在遍地給一切的居民宣告自由。這年必為你們的禧年,各人要歸自己的產業,各歸本家。
You shall make the fiftieth year holy, and proclaim liberty throughout the land to all its inhabitants. It shall be a jubilee to you; and each of you shall return to his own property, and each of you shall return to his family.
25:11
ἀφέσεως σημασία αὕτη τὸ ἔτος τὸ πεντηκοστὸν ἐνιαυτὸς ἔσται ὑμῖν οὐ σπερεῖτε οὐδὲ ἀμήσετε τὰ αὐτόματα ἀναβαίνοντα αὐτῆς καὶ οὐ τρυγήσετε τὰ ἡγιασμένα αὐτῆς
第五十年要作為你們的禧年。這年不可耕種;地中自長的,不可收割;沒有修理的葡萄樹也不可摘取葡萄。
That fiftieth year shall be a jubilee to you. In it you shall not sow, neither reap that which grows of itself, nor gather from the undressed vines.
25:12
ὅτι ἀφέσεως σημασία ἐστίν ἅγιον ἔσται ὑμῖν ἀπὸ τῶν πεδίων φάγεσθε τὰ γενήματα αὐτῆς
因為這是禧年,你們要當作聖年,吃地中自出的土產。
For it is a jubilee; it shall be holy to you. You shall eat of its increase out of the field.
25:13
ἐν τῷ ἔτει τῆς ἀφέσεως σημασίᾳ αὐτῆς ἐπανελεύσεται ἕκαστος εἰς τὴν κτῆσιν αὐτοῦ
「這禧年,你們各人要歸自己的地業。
“‘In this Year of Jubilee each of you shall return to his property.
25:14
ἐὰν δὲ ἀποδῷ πρᾶσιν τῷ πλησίον σου ἐὰν καὶ κτήσῃ παρὰ τοῦ πλησίον σου μὴ θλιβέτω ἄνθρωπος τὸν πλησίον
你若賣甚麼給鄰舍,或是從鄰舍的手中買甚麼,彼此不可虧負。
“‘If you sell anything to your neighbor, or buy from your neighbor, you shall not wrong one another.
25:15
κατὰ ἀριθμὸν ἐτῶν μετὰ τὴν σημασίαν κτήσῃ παρὰ τοῦ πλησίον κατὰ ἀριθμὸν ἐνιαυτῶν γενημάτων ἀποδώσεταί σοι
你要按禧年以後的年數向鄰舍買;他也要按年數的收成賣給你。
According to the number of years after the Jubilee you shall buy from your neighbor. According to the number of years of the crops he shall sell to you.
25:16
καθότι ἂν πλεῖον τῶν ἐτῶν πληθύνῃ τὴν ἔγκτησιν αὐτοῦ καὶ καθότι ἂν ἔλαττον τῶν ἐτῶν ἐλαττονώσῃ τὴν κτῆσιν αὐτοῦ ὅτι ἀριθμὸν γενημάτων αὐτοῦ οὕτως ἀποδώσεταί σοι
年歲若多,要照數加添價值;年歲若少,要照數減去價值,因為他照收成的數目賣給你。
According to the length of the years you shall increase its price, and according to the shortness of the years you shall diminish its price; for he is selling the number of the crops to you.
25:17
μὴ θλιβέτω ἄνθρωπος τὸν πλησίον καὶ φοβηθήσῃ κύριον τὸν θεόν σου ἐγώ εἰμι κύριος θεὸς ὑμῶν
你們彼此不可虧負,只要敬畏你們的上帝,因為我是耶和華-你們的上帝。」
You shall not wrong one another, but you shall fear your God; for I am Yahweh your God.
25:18
καὶ ποιήσετε πάντα τὰ δικαιώματά μου καὶ πάσας τὰς κρίσεις μου καὶ φυλάξασθε καὶ ποιήσετε αὐτὰ καὶ κατοικήσετε ἐπὶ τῆς γῆς πεποιθότες
「我的律例,你們要遵行,我的典章,你們要謹守,就可以在那地上安然居住。
“‘Therefore you shall do my statutes, and keep my ordinances and do them; and you shall dwell in the land in safety.
25:19
καὶ δώσει γῆ τὰ ἐκφόρια αὐτῆς καὶ φάγεσθε εἰς πλησμονὴν καὶ κατοικήσετε πεποιθότες ἐπ’ αὐτῆς
地必出土產,你們就要吃飽,在那地上安然居住。
The land shall yield its fruit, and you shall eat your fill, and dwell therein in safety.
25:20
ἐὰν δὲ λέγητε τί φαγόμεθα ἐν τῷ ἔτει τῷ ἑβδόμῳ τούτῳ ἐὰν μὴ σπείρωμεν μηδὲ συναγάγωμεν τὰ γενήματα ἡμῶν
你們若說:『這第七年我們不耕種,也不收藏土產,吃甚麼呢?』
If you said, “What shall we eat the seventh year? Behold, we shall not sow, nor gather in our increase;”
25:21
καὶ ἀποστελῶ τὴν εὐλογίαν μου ὑμῖν ἐν τῷ ἔτει τῷ ἕκτῳ καὶ ποιήσει τὰ γενήματα αὐτῆς εἰς τὰ τρία ἔτη
我必在第六年將我所命的福賜給你們,地便生三年的土產。
then I will command my blessing on you in the sixth year, and it shall bear fruit for the three years.
25:22
καὶ σπερεῖτε τὸ ἔτος τὸ ὄγδοον καὶ φάγεσθε ἀπὸ τῶν γενημάτων παλαιά ἕως τοῦ ἔτους τοῦ ἐνάτου ἕως ἂν ἔλθῃ τὸ γένημα αὐτῆς φάγεσθε παλαιὰ παλαιῶν
第八年,你們要耕種,也要吃陳糧,等到第九年出產收來的時候,你們還吃陳糧。」
You shall sow the eighth year, and eat of the fruits from the old store until the ninth year. Until its fruits come in, you shall eat the old store.
25:23
καὶ γῆ οὐ πραθήσεται εἰς βεβαίωσιν ἐμὴ γάρ ἐστιν γῆ διότι προσήλυτοι καὶ πάροικοι ὑμεῖς ἐστε ἐναντίον μου
「地不可永賣,因為地是我的;你們在我面前是客旅,是寄居的。
“‘The land shall not be sold in perpetuity, for the land is mine; for you are strangers and live as foreigners with me.
25:24
καὶ κατὰ πᾶσαν γῆν κατασχέσεως ὑμῶν λύτρα δώσετε τῆς γῆς
在你們所得為業的全地,也要准人將地贖回。
In all the land of your possession you shall grant a redemption for the land.
25:25
ἐὰν δὲ πένηται ἀδελφός σου μετὰ σοῦ καὶ ἀποδῶται ἀπὸ τῆς κατασχέσεως αὐτοῦ καὶ ἔλθῃ ἀγχιστεύων ἐγγίζων ἔγγιστα αὐτοῦ καὶ λυτρώσεται τὴν πρᾶσιν τοῦ ἀδελφοῦ αὐτοῦ
你的弟兄 若漸漸窮乏,賣了幾分地業,他至近的親屬就要來把弟兄所賣的贖回。
“‘If your brother becomes poor, and sells some of his possessions, then his kinsman who is next to him shall come, and redeem that which his brother has sold.
25:26
ἐὰν δὲ μὴ τινι ἀγχιστεύων καὶ εὐπορηθῇ τῇ χειρὶ καὶ εὑρεθῇ αὐτῷ τὸ ἱκανὸν λύτρα αὐτοῦ
若沒有能給他贖回的,他自己漸漸富足,能夠贖回,
If a man has no one to redeem it, and he becomes prosperous and finds sufficient means to redeem it,
25:27
καὶ συλλογιεῖται τὰ ἔτη τῆς πράσεως αὐτοῦ καὶ ἀποδώσει ὑπερέχει τῷ ἀνθρώπῳ ἀπέδοτο ἑαυτὸν αὐτῷ καὶ ἀπελεύσεται εἰς τὴν κατάσχεσιν αὐτοῦ
就要算出賣地的年數,把餘剩年數的價值還那買主,自己便歸回自己的地業。
then let him reckon the years since its sale, and restore the surplus to the man to whom he sold it; and he shall return to his property.
25:28
ἐὰν δὲ μὴ εὐπορηθῇ χεὶρ αὐτοῦ τὸ ἱκανὸν ὥστε ἀποδοῦναι αὐτῷ καὶ ἔσται πρᾶσις τῷ κτησαμένῳ αὐτὰ ἕως τοῦ ἕκτου ἔτους τῆς ἀφέσεως καὶ ἐξελεύσεται τῇ ἀφέσει καὶ ἀπελεύσεται εἰς τὴν κατάσχεσιν αὐτοῦ
倘若不能為自己得回所賣的,仍要存在買主的手裏直到禧年;到了禧年,地業要出買主的手,自己便歸回自己的地業。
But if he isn’t able to get it back for himself, then what he has sold shall remain in the hand of him who has bought it until the Year of Jubilee. In the Jubilee it shall be released, and he shall return to his property.
25:29
ἐὰν δέ τις ἀποδῶται οἰκίαν οἰκητὴν ἐν πόλει τετειχισμένῃ καὶ ἔσται λύτρωσις αὐτῆς ἕως πληρωθῇ ἐνιαυτὸς ἡμερῶν ἔσται λύτρωσις αὐτῆς
「人若賣城內的住宅,賣了以後,一年之內可以贖回;在一整年,必有贖回的權柄。
“‘If a man sells a dwelling house in a walled city, then he may redeem it within a whole year after it has been sold. For a full year he shall have the right of redemption.
25:30
ἐὰν δὲ μὴ λυτρωθῇ ἕως ἂν πληρωθῇ αὐτῆς ἐνιαυτὸς ὅλος κυρωθήσεται οἰκία οὖσα ἐν πόλει τῇ ἐχούσῃ τεῖχος βεβαίως τῷ κτησαμένῳ αὐτὴν εἰς τὰς γενεὰς αὐτοῦ καὶ οὐκ ἐξελεύσεται ἐν τῇ ἀφέσει
若在一整年之內不贖回,這城內的房屋就定准永歸買主,世世代代為業;在禧年也不得出買主的手。
If it isn’t redeemed within the space of a full year, then the house that is in the walled city shall be made sure in perpetuity to him who bought it, throughout his generations. It shall not be released in the Jubilee.
25:31
αἱ δὲ οἰκίαι αἱ ἐν ἐπαύλεσιν αἷς οὐκ ἔστιν ἐν αὐταῖς τεῖχος κύκλῳ πρὸς τὸν ἀγρὸν τῆς γῆς λογισθήτωσαν λυτρωταὶ διὰ παντὸς ἔσονται καὶ ἐν τῇ ἀφέσει ἐξελεύσονται
但房屋在無城牆的村莊裏,要看如鄉下的田地一樣,可以贖回;到了禧年,都要出買主的手。
But the houses of the villages which have no wall around them shall be accounted for with the fields of the country: they may be redeemed, and they shall be released in the Jubilee.
25:32
καὶ αἱ πόλεις τῶν Λευιτῶν οἰκίαι τῶν πόλεων αὐτῶν κατασχέσεως λυτρωταὶ διὰ παντὸς ἔσονται τοῖς Λευίταις
然而利未人所得為業的城邑,其中的房屋,利未人可以隨時贖回。
“‘Nevertheless, in the cities of the Levites, the Levites may redeem the houses in the cities of their possession at any time.
25:33
καὶ ὃς ἂν λυτρωσάμενος παρὰ τῶν Λευιτῶν καὶ ἐξελεύσεται διάπρασις αὐτῶν οἰκιῶν πόλεως κατασχέσεως αὐτῶν ἐν τῇ ἀφέσει ὅτι οἰκίαι τῶν πόλεων τῶν Λευιτῶν κατάσχεσις αὐτῶν ἐν μέσῳ υἱῶν Ισραηλ
若是一個利未人不將所賣的房屋贖回,是在所得為業的城內,到了禧年就要出買主的手,因為利未人城邑的房屋是他們在以色列人中的產業。
The Levites may redeem the house that was sold, and the city of his possession, and it shall be released in the Jubilee; for the houses of the cities of the Levites are their possession among the children of Israel.
25:34
καὶ οἱ ἀγροὶ οἱ ἀφωρισμένοι ταῖς πόλεσιν αὐτῶν οὐ πραθήσονται ὅτι κατάσχεσις αἰωνία τοῦτο αὐτῶν ἐστιν
只是他們各城郊野之地不可賣,因為是他們永遠的產業。」
But the field of the pasture lands of their cities may not be sold, for it is their perpetual possession.
25:35
ἐὰν δὲ πένηται ἀδελφός σου καὶ ἀδυνατήσῃ ταῖς χερσὶν παρὰ σοί ἀντιλήμψῃ αὐτοῦ ὡς προσηλύτου καὶ παροίκου καὶ ζήσεται ἀδελφός σου μετὰ σοῦ
「你的弟兄在你那裏若漸漸貧窮,手中缺乏,你就要幫補他,使他與你同住,像外人和寄居的一樣。
“‘If your brother has become poor, and his hand can’t support himself among you, then you shall uphold him. He shall live with you like an alien and a temporary resident.
25:36
οὐ λήμψῃ παρ’ αὐτοῦ τόκον οὐδὲ ἐπὶ πλήθει καὶ φοβηθήσῃ τὸν θεόν σου ἐγὼ κύριος καὶ ζήσεται ἀδελφός σου μετὰ σοῦ
不可向他取利,也不可向他多要;只要敬畏你的上帝,使你的弟兄與你同住。
Take no interest from him or profit; but fear your God, that your brother may live among you.
25:37
τὸ ἀργύριόν σου οὐ δώσεις αὐτῷ ἐπὶ τόκῳ καὶ ἐπὶ πλεονασμὸν οὐ δώσεις αὐτῷ τὰ βρώματά σου
你借錢給他,不可向他取利;借糧給他,也不可向他多要。
You shall not lend him your money at interest, nor give him your food for profit.
25:38
ἐγὼ κύριος θεὸς ὑμῶν ἐξαγαγὼν ὑμᾶς ἐκ γῆς Αἰγύπτου δοῦναι ὑμῖν τὴν γῆν Χανααν ὥστε εἶναι ὑμῶν θεός
我是耶和華-你們的上帝,曾領你們從埃及地出來,為要把迦南地賜給你們,要作你們的上帝。」
I am Yahweh your God, who brought you out of the land of Egypt, to give you the land of Canaan, and to be your God.
25:39
ἐὰν δὲ ταπεινωθῇ ἀδελφός σου παρὰ σοὶ καὶ πραθῇ σοι οὐ δουλεύσει σοι δουλείαν οἰκέτου
「你的弟兄若在你那裏漸漸窮乏,將自己賣給你,不可叫他像奴僕服事你。
“‘If your brother has grown poor among you, and sells himself to you, you shall not make him to serve as a slave.
25:40
ὡς μισθωτὸς πάροικος ἔσται σοι ἕως τοῦ ἔτους τῆς ἀφέσεως ἐργᾶται παρὰ σοί
他要在你那裏像雇工人和寄居的一樣,要服事你直到禧年。
As a hired servant, and as a temporary resident, he shall be with you; he shall serve with you until the Year of Jubilee.
25:41
καὶ ἐξελεύσεται τῇ ἀφέσει καὶ τὰ τέκνα αὐτοῦ μετ’ αὐτοῦ καὶ ἀπελεύσεται εἰς τὴν γενεὰν αὐτοῦ εἰς τὴν κατάσχεσιν τὴν πατρικὴν ἀποδραμεῖται
到了禧年,他和他兒女要離開你,一同出去歸回本家,到他祖宗的地業那裏去。
Then he shall go out from you, he and his children with him, and shall return to his own family, and to the possession of his fathers.
25:42
διότι οἰκέται μού εἰσιν οὗτοι οὓς ἐξήγαγον ἐκ γῆς Αἰγύπτου οὐ πραθήσεται ἐν πράσει οἰκέτου
因為他們是我的僕人,是我從埃及地領出來的,不可賣為奴僕。
For they are my servants, whom I brought out of the land of Egypt. They shall not be sold as slaves.
25:43
οὐ κατατενεῖς αὐτὸν ἐν τῷ μόχθῳ καὶ φοβηθήσῃ κύριον τὸν θεόν σου
不可嚴嚴地轄管他,只要敬畏你的上帝。
You shall not rule over him with harshness, but shall fear your God.
25:44
καὶ παῖς καὶ παιδίσκη ὅσοι ἂν γένωνταί σοι ἀπὸ τῶν ἐθνῶν ὅσοι κύκλῳ σού εἰσιν ἀπ’ αὐτῶν κτήσεσθε δοῦλον καὶ δούλην
至於你的奴僕、婢女,可以從你四圍的國中買。
“‘As for your male and your female slaves, whom you may have from the nations that are around you, from them you may buy male and female slaves.
25:45
καὶ ἀπὸ τῶν υἱῶν τῶν παροίκων τῶν ὄντων ἐν ὑμῖν ἀπὸ τούτων κτήσεσθε καὶ ἀπὸ τῶν συγγενῶν αὐτῶν ὅσοι ἂν γένωνται ἐν τῇ γῇ ὑμῶν ἔστωσαν ὑμῖν εἰς κατάσχεσιν
並且那寄居在你們中間的外人和他們的家屬,在你們地上所生的,你們也可以從其中買人;他們要作你們的產業。
Moreover, of the children of the aliens who live among you, of them you may buy, and of their families who are with you, which they have conceived in your land; and they will be your property.
25:46
καὶ καταμεριεῖτε αὐτοὺς τοῖς τέκνοις ὑμῶν μεθ’ ὑμᾶς καὶ ἔσονται ὑμῖν κατόχιμοι εἰς τὸν αἰῶνα τῶν ἀδελφῶν ὑμῶν τῶν υἱῶν Ισραηλ ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ οὐ κατατενεῖ αὐτὸν ἐν τοῖς μόχθοις
你們要將他們遺留給你們的子孫為產業,要永遠從他們中間揀出奴僕;只是你們的弟兄以色列人,你們不可嚴嚴地轄管。
You may make them an inheritance for your children after you, to hold for a possession. Of them you may take your slaves forever, but over your brothers the children of Israel you shall not rule, one over another, with harshness.
25:47
ἐὰν δὲ εὕρῃ χεὶρ τοῦ προσηλύτου τοῦ παροίκου τοῦ παρὰ σοὶ καὶ ἀπορηθεὶς ἀδελφός σου πραθῇ τῷ προσηλύτῳ τῷ παροίκῳ τῷ παρὰ σοὶ ἐκ γενετῆς προσηλύτῳ
「住在你那裏的外人,或是寄居的,若漸漸富足,你的弟兄卻漸漸窮乏,將自己賣給那外人,或是寄居的,或是外人的宗族,
“‘If an alien or temporary resident with you becomes rich, and your brother beside him has grown poor, and sells himself to the stranger or foreigner living among you, or to a member of the stranger’s family,
25:48
μετὰ τὸ πραθῆναι αὐτῷ λύτρωσις ἔσται αὐτῷ εἷς τῶν ἀδελφῶν αὐτοῦ λυτρώσεται αὐτόν
賣了以後,可以將他贖回。無論是他的弟兄,
after he is sold he may be redeemed. One of his brothers may redeem him;
25:49
ἀδελφὸς πατρὸς αὐτοῦ υἱὸς ἀδελφοῦ πατρὸς λυτρώσεται αὐτὸν ἀπὸ τῶν οἰκείων τῶν σαρκῶν αὐτοῦ ἐκ τῆς φυλῆς αὐτοῦ λυτρώσεται αὐτόν ἐὰν δὲ εὐπορηθεὶς ταῖς χερσὶν λυτρώσηται ἑαυτόν
或伯叔、伯叔的兒子,本家的近支,都可以贖他。他自己若漸漸富足,也可以自贖。
or his uncle, or his uncle’s son, may redeem him, or any who is a close relative to him of his family may redeem him; or if he has grown rich, he may redeem himself.
25:50
καὶ συλλογιεῖται πρὸς τὸν κεκτημένον αὐτὸν ἀπὸ τοῦ ἔτους οὗ ἀπέδοτο ἑαυτὸν αὐτῷ ἕως τοῦ ἐνιαυτοῦ τῆς ἀφέσεως καὶ ἔσται τὸ ἀργύριον τῆς πράσεως αὐτοῦ ὡς μισθίου ἔτος ἐξ ἔτους ἔσται μετ’ αὐτοῦ
他要和買主計算,從賣自己的那年起,算到禧年;所賣的價值照着年數多少,好像工人每年的工價。
He shall reckon with him who bought him from the year that he sold himself to him to the Year of Jubilee. The price of his sale shall be according to the number of years; he shall be with him according to the time of a hired servant.
25:51
ἐὰν δέ τινι πλεῖον τῶν ἐτῶν πρὸς ταῦτα ἀποδώσει τὰ λύτρα αὐτοῦ ἀπὸ τοῦ ἀργυρίου τῆς πράσεως αὐτοῦ
若缺少的年數多,就要按着年數從買價中償還他的贖價。
If there are yet many years, according to them he shall give back the price of his redemption out of the money that he was bought for.
25:52
ἐὰν δὲ ὀλίγον καταλειφθῇ ἀπὸ τῶν ἐτῶν εἰς τὸν ἐνιαυτὸν τῆς ἀφέσεως καὶ συλλογιεῖται αὐτῷ κατὰ τὰ ἔτη αὐτοῦ καὶ ἀποδώσει τὰ λύτρα αὐτοῦ
若到禧年只缺少幾年,就要按着年數和買主計算,償還他的贖價。
If there remain but a few years to the year of jubilee, then he shall reckon with him; according to his years of service he shall give back the price of his redemption.
25:53
ὡς μισθωτὸς ἐνιαυτὸν ἐξ ἐνιαυτοῦ ἔσται μετ’ αὐτοῦ οὐ κατατενεῖς αὐτὸν ἐν τῷ μόχθῳ ἐνώπιόν σου
他和買主同住,要像每年雇的工人,買主不可嚴嚴地轄管他。
As a servant hired year by year shall he be with him. He shall not rule with harshness over him in your sight.
25:54
ἐὰν δὲ μὴ λυτρῶται κατὰ ταῦτα ἐξελεύσεται ἐν τῷ ἔτει τῆς ἀφέσεως αὐτὸς καὶ τὰ παιδία αὐτοῦ μετ’ αὐτοῦ
他若不這樣被贖,到了禧年,要和他的兒女一同出去。
If he isn’t redeemed by these means, then he shall be released in the Year of Jubilee: he and his children with him.
25:55
ὅτι ἐμοὶ οἱ υἱοὶ Ισραηλ οἰκέται παῖδές μου οὗτοί εἰσιν οὓς ἐξήγαγον ἐκ γῆς Αἰγύπτου ἐγὼ κύριος θεὸς ὑμῶν
因為以色列人都是我的僕人,是我從埃及地領出來的。我是耶和華-你們的上帝。」
For to me the children of Israel are servants; they are my servants whom I brought out of the land of Egypt. I am Yahweh your God.
123456789101112131415161718192021222324252627