EnglishVerbum原文閱讀利未記 · 🔍 搜尋

利未記 第 26 章

希臘文原文.46 節.部分字詞可點開查義

📖 這一章另有 3 種原文 —— 並排對照(希伯來文舊約、武加大譯本、吉茲文聖經)
26:1
οὐ ποιήσετε ὑμῖν αὐτοῖς χειροποίητα οὐδὲ γλυπτὰ οὐδὲ στήλην ἀναστήσετε ὑμῖν οὐδὲ λίθον σκοπὸν θήσετε ἐν τῇ γῇ ὑμῶν προσκυνῆσαι αὐτῷ ἐγώ εἰμι κύριος θεὸς ὑμῶν
「你們不可做甚麼虛無的神像,不可立雕刻的偶像或是柱像,也不可在你們的地上安甚麼鏨成的石像,向它跪拜,因為我是耶和華-你們的上帝。
“‘You shall make for yourselves no idols, and you shall not raise up a carved image or a pillar, and you shall not place any figured stone in your land, to bow down to it; for I am Yahweh your God.
26:2
τὰ σάββατά μου φυλάξεσθε καὶ ἀπὸ τῶν ἁγίων μου φοβηθήσεσθε ἐγώ εἰμι κύριος
你們要守我的安息日,敬我的聖所。我是耶和華。
“‘You shall keep my Sabbaths, and have reverence for my sanctuary. I am Yahweh.
26:3
ἐὰν τοῖς προστάγμασίν μου πορεύησθε καὶ τὰς ἐντολάς μου φυλάσσησθε καὶ ποιήσητε αὐτάς
「你們若遵行我的律例,謹守我的誡命,
“‘If you walk in my statutes and keep my commandments, and do them,
26:4
καὶ δώσω τὸν ὑετὸν ὑμῖν ἐν καιρῷ αὐτοῦ καὶ γῆ δώσει τὰ γενήματα αὐτῆς καὶ τὰ ξύλα τῶν πεδίων ἀποδώσει τὸν καρπὸν αὐτῶν
我就給你們降下時雨,叫地生出土產,田野的樹木結果子。
then I will give you your rains in their season, and the land shall yield its increase, and the trees of the field shall yield their fruit.
26:5
καὶ καταλήμψεται ὑμῖν ἀλοητὸς τὸν τρύγητον καὶ τρύγητος καταλήμψεται τὸν σπόρον καὶ φάγεσθε τὸν ἄρτον ὑμῶν εἰς πλησμονὴν καὶ κατοικήσετε μετὰ ἀσφαλείας ἐπὶ τῆς γῆς ὑμῶν
你們打糧食要打到摘葡萄的時候,摘葡萄要摘到撒種的時候;並且要吃得飽足,在你們的地上安然居住。
Your threshing shall continue until the vintage, and the vintage shall continue until the sowing time. You shall eat your bread to the full, and dwell in your land safely.
26:6
καὶ πόλεμος οὐ διελεύσεται διὰ τῆς γῆς ὑμῶν καὶ δώσω εἰρήνην ἐν τῇ γῇ ὑμῶν καὶ κοιμηθήσεσθε καὶ οὐκ ἔσται ὑμᾶς ἐκφοβῶν καὶ ἀπολῶ θηρία πονηρὰ ἐκ τῆς γῆς ὑμῶν
我要賜平安在你們的地上;你們躺臥,無人驚嚇。我要叫惡獸從你們的地上熄滅;刀劍也必不經過你們的地。
“‘I will give peace in the land, and you shall lie down, and no one will make you afraid. I will remove evil animals out of the land, neither shall the sword go through your land.
26:7
καὶ διώξεσθε τοὺς ἐχθροὺς ὑμῶν καὶ πεσοῦνται ἐναντίον ὑμῶν φόνῳ
你們要追趕仇敵,他們必倒在你們刀下。
You shall chase your enemies, and they shall fall before you by the sword.
26:8
καὶ διώξονται ἐξ ὑμῶν πέντε ἑκατόν καὶ ἑκατὸν ὑμῶν διώξονται μυριάδας καὶ πεσοῦνται οἱ ἐχθροὶ ὑμῶν ἐναντίον ὑμῶν μαχαίρᾳ
你們五個人要追趕一百人,一百人要追趕一萬人;仇敵必倒在你們刀下。
Five of you shall chase a hundred, and a hundred of you shall chase ten thousand; and your enemies shall fall before you by the sword.
26:9
καὶ ἐπιβλέψω ἐφ’ ὑμᾶς καὶ αὐξανῶ ὑμᾶς καὶ πληθυνῶ ὑμᾶς καὶ στήσω τὴν διαθήκην μου μεθ’ ὑμῶν
我要眷顧你們,使你們生養眾多,也要與你們堅定所立的約。
“‘I will have respect for you, make you fruitful, multiply you, and will establish my covenant with you.
26:10
καὶ φάγεσθε παλαιὰ καὶ παλαιὰ παλαιῶν καὶ παλαιὰ ἐκ προσώπου νέων ἐξοίσετε
你們要吃陳糧,又因新糧挪開陳糧。
You shall eat old supplies long kept, and you shall move out the old because of the new.
26:11
καὶ θήσω τὴν διαθήκην μου ἐν ὑμῖν καὶ οὐ βδελύξεται ψυχή μου ὑμᾶς
我要在你們中間立我的帳幕;我的心也不厭惡你們。
I will set my tent among you, and my soul won’t abhor you.
26:12
καὶ ἐμπεριπατήσω ἐν ὑμῖν καὶ ἔσομαι ὑμῶν θεός καὶ ὑμεῖς ἔσεσθέ μου λαός
我要在你們中間行走;我要作你們的上帝,你們要作我的子民。
I will walk among you, and will be your God, and you will be my people.
26:13
ἐγώ εἰμι κύριος θεὸς ὑμῶν ἐξαγαγὼν ὑμᾶς ἐκ γῆς Αἰγύπτου ὄντων ὑμῶν δούλων καὶ συνέτριψα τὸν δεσμὸν τοῦ ζυγοῦ ὑμῶν καὶ ἤγαγον ὑμᾶς μετὰ παρρησίας
我是耶和華-你們的上帝,曾將你們從埃及地領出來,使你們不作埃及人的奴僕;我也折斷你們所負的軛,叫你們挺身而走。」
I am Yahweh your God, who brought you out of the land of Egypt, that you should not be their slaves. I have broken the bars of your yoke, and made you walk upright.
26:14
ἐὰν δὲ μὴ ὑπακούσητέ μου μηδὲ ποιήσητε τὰ προστάγματά μου ταῦτα
「你們若不聽從我,不遵行我的誡命,
“‘But if you will not listen to me, and will not do all these commandments,
26:15
ἀλλὰ ἀπειθήσητε αὐτοῖς καὶ τοῖς κρίμασίν μου προσοχθίσῃ ψυχὴ ὑμῶν ὥστε ὑμᾶς μὴ ποιεῖν πάσας τὰς ἐντολάς μου ὥστε διασκεδάσαι τὴν διαθήκην μου
厭棄我的律例,厭惡我的典章,不遵行我一切的誡命,背棄我的約,
and if you shall reject my statutes, and if your soul abhors my ordinances, so that you will not do all my commandments, but break my covenant,
26:16
καὶ ἐγὼ ποιήσω οὕτως ὑμῖν καὶ ἐπισυστήσω ἐφ’ ὑμᾶς τὴν ἀπορίαν τήν τε ψώραν καὶ τὸν ἴκτερον καὶ σφακελίζοντας τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ τὴν ψυχὴν ὑμῶν ἐκτήκουσαν καὶ σπερεῖτε διὰ κενῆς τὰ σπέρματα ὑμῶν καὶ ἔδονται οἱ ὑπεναντίοι ὑμῶν
我待你們就要這樣:我必命定驚惶,叫眼目乾癟、精神消耗的癆病熱病轄制你們。你們也要白白地撒種,因為仇敵要吃你們所種的。
I also will do this to you: I will appoint terror over you, even consumption and fever, that shall consume the eyes, and make the soul to pine away. You will sow your seed in vain, for your enemies will eat it.
26:17
καὶ ἐπιστήσω τὸ πρόσωπόν μου ἐφ’ ὑμᾶς καὶ πεσεῖσθε ἐναντίον τῶν ἐχθρῶν ὑμῶν καὶ διώξονται ὑμᾶς οἱ μισοῦντες ὑμᾶς καὶ φεύξεσθε οὐθενὸς διώκοντος ὑμᾶς
我要向你們變臉,你們就要敗在仇敵面前。恨惡你們的,必轄管你們;無人追趕,你們卻要逃跑。
I will set my face against you, and you will be struck before your enemies. Those who hate you will rule over you; and you will flee when no one pursues you.
26:18
καὶ ἐὰν ἕως τούτου μὴ ὑπακούσητέ μου καὶ προσθήσω τοῦ παιδεῦσαι ὑμᾶς ἑπτάκις ἐπὶ ταῖς ἁμαρτίαις ὑμῶν
你們因這些事若還不聽從我,我就要為你們的罪加七倍懲罰你們。
“‘If you in spite of these things will not listen to me, then I will chastise you seven times more for your sins.
26:19
καὶ συντρίψω τὴν ὕβριν τῆς ὑπερηφανίας ὑμῶν καὶ θήσω τὸν οὐρανὸν ὑμῖν σιδηροῦν καὶ τὴν γῆν ὑμῶν ὡσεὶ χαλκῆν
我必斷絕你們因勢力而有的驕傲,又要使覆你們的天如鐵,載你們的地如銅。
I will break the pride of your power, and I will make your sky like iron, and your soil like bronze.
26:20
καὶ ἔσται εἰς κενὸν ἰσχὺς ὑμῶν καὶ οὐ δώσει γῆ ὑμῶν τὸν σπόρον αὐτῆς καὶ τὸ ξύλον τοῦ ἀγροῦ ὑμῶν οὐ δώσει τὸν καρπὸν αὐτοῦ
你們要白白地勞力;因為你們的地不出土產,其上的樹木也不結果子。
Your strength will be spent in vain; for your land won’t yield its increase, neither will the trees of the land yield their fruit.
26:21
καὶ ἐὰν μετὰ ταῦτα πορεύησθε πλάγιοι καὶ μὴ βούλησθε ὑπακούειν μου προσθήσω ὑμῖν πληγὰς ἑπτὰ κατὰ τὰς ἁμαρτίας ὑμῶν
「你們行事若與我反對,不肯聽從我,我就要按你們的罪加七倍降災與你們。
“‘If you walk contrary to me, and won’t listen to me, then I will bring seven times more plagues on you according to your sins.
26:22
καὶ ἀποστελῶ ἐφ’ ὑμᾶς τὰ θηρία τὰ ἄγρια τῆς γῆς καὶ κατέδεται ὑμᾶς καὶ ἐξαναλώσει τὰ κτήνη ὑμῶν καὶ ὀλιγοστοὺς ποιήσει ὑμᾶς καὶ ἐρημωθήσονται αἱ ὁδοὶ ὑμῶν
我也要打發野地的走獸到你們中間,搶吃你們的兒女,吞滅你們的牲畜,使你們的人數減少,道路荒涼。
I will send the wild animals among you, which will rob you of your children, destroy your livestock, and make you few in number. Your roads will become desolate.
26:23
καὶ ἐπὶ τούτοις ἐὰν μὴ παιδευθῆτε ἀλλὰ πορεύησθε πρός με πλάγιοι
「你們因這些事若仍不改正歸我,行事與我反對,
“‘If by these things you won’t be turned back to me, but will walk contrary to me,
26:24
πορεύσομαι κἀγὼ μεθ’ ὑμῶν θυμῷ πλαγίῳ καὶ πατάξω ὑμᾶς κἀγὼ ἑπτάκις ἀντὶ τῶν ἁμαρτιῶν ὑμῶν
我就要行事與你們反對,因你們的罪擊打你們七次。
then I will also walk contrary to you; and I will strike you, even I, seven times for your sins.
26:25
καὶ ἐπάξω ἐφ’ ὑμᾶς μάχαιραν ἐκδικοῦσαν δίκην διαθήκης καὶ καταφεύξεσθε εἰς τὰς πόλεις ὑμῶν καὶ ἐξαποστελῶ θάνατον εἰς ὑμᾶς καὶ παραδοθήσεσθε εἰς χεῖρας ἐχθρῶν
我又要使刀劍臨到你們,報復你們背約的仇;聚集你們在各城內,降瘟疫在你們中間,也必將你們交在仇敵的手中。
I will bring a sword upon you that will execute the vengeance of the covenant. You will be gathered together within your cities, and I will send the pestilence among you. You will be delivered into the hand of the enemy.
26:26
ἐν τῷ θλῖψαι ὑμᾶς σιτοδείᾳ ἄρτων καὶ πέψουσιν δέκα γυναῖκες τοὺς ἄρτους ὑμῶν ἐν κλιβάνῳ ἑνὶ καὶ ἀποδώσουσιν τοὺς ἄρτους ὑμῶν ἐν σταθμῷ καὶ φάγεσθε καὶ οὐ μὴ ἐμπλησθῆτε
我要折斷你們的杖,就是斷絕你們的糧。那時,必有十個女人在一個爐子給你們烤餅,按分量秤給你們;你們要吃,也吃不飽。
When I break your staff of bread, ten women shall bake your bread in one oven, and they shall deliver your bread again by weight. You shall eat, and not be satisfied.
26:27
ἐὰν δὲ ἐπὶ τούτοις μὴ ὑπακούσητέ μου καὶ πορεύησθε πρός με πλάγιοι
「你們因這一切的事若不聽從我,卻行事與我反對,
“‘If you in spite of this won’t listen to me, but walk contrary to me,
26:28
καὶ αὐτὸς πορεύσομαι μεθ’ ὑμῶν ἐν θυμῷ πλαγίῳ καὶ παιδεύσω ὑμᾶς ἐγὼ ἑπτάκις κατὰ τὰς ἁμαρτίας ὑμῶν
我就要發烈怒,行事與你們反對,又因你們的罪懲罰你們七次。
then I will walk contrary to you in wrath. I will also chastise you seven times for your sins.
26:29
καὶ φάγεσθε τὰς σάρκας τῶν υἱῶν ὑμῶν καὶ τὰς σάρκας τῶν θυγατέρων ὑμῶν φάγεσθε
並且你們要吃兒子的肉,也要吃女兒的肉。
You will eat the flesh of your sons, and you will eat the flesh of your daughters.
26:30
καὶ ἐρημώσω τὰς στήλας ὑμῶν καὶ ἐξολεθρεύσω τὰ ξύλινα χειροποίητα ὑμῶν καὶ θήσω τὰ κῶλα ὑμῶν ἐπὶ τὰ κῶλα τῶν εἰδώλων ὑμῶν καὶ προσοχθιεῖ ψυχή μου ὑμῖν
我又要毀壞你們的邱壇,砍下你們的日像,把你們的屍首扔在你們偶像的身上;我的心也必厭惡你們。
I will destroy your high places, and cut down your incense altars, and cast your dead bodies upon the bodies of your idols; and my soul will abhor you.
26:31
καὶ θήσω τὰς πόλεις ὑμῶν ἐρήμους καὶ ἐξερημώσω τὰ ἅγια ὑμῶν καὶ οὐ μὴ ὀσφρανθῶ τῆς ὀσμῆς τῶν θυσιῶν ὑμῶν
我要使你們的城邑變為荒涼,使你們的眾聖所成為荒場;我也不聞你們馨香的香氣。
I will lay your cities waste, and will bring your sanctuaries to desolation. I will not take delight in the sweet fragrance of your offerings.
26:32
καὶ ἐξερημώσω ἐγὼ τὴν γῆν ὑμῶν καὶ θαυμάσονται ἐπ’ αὐτῇ οἱ ἐχθροὶ ὑμῶν οἱ ἐνοικοῦντες ἐν αὐτῇ
我要使地成為荒場,住在其上的仇敵就因此詫異。
I will bring the land into desolation, and your enemies who dwell in it will be astonished at it.
26:33
καὶ διασπερῶ ὑμᾶς εἰς τὰ ἔθνη καὶ ἐξαναλώσει ὑμᾶς ἐπιπορευομένη μάχαιρα καὶ ἔσται γῆ ὑμῶν ἔρημος καὶ αἱ πόλεις ὑμῶν ἔσονται ἔρημοι
我要把你們散在列邦中;我也要拔刀追趕你們。你們的地要成為荒場;你們的城邑要變為荒涼。
I will scatter you among the nations, and I will draw out the sword after you. Your land will be a desolation, and your cities shall be a waste.
26:34
τότε εὐδοκήσει γῆ τὰ σάββατα αὐτῆς καὶ πάσας τὰς ἡμέρας τῆς ἐρημώσεως αὐτῆς καὶ ὑμεῖς ἔσεσθε ἐν τῇ γῇ τῶν ἐχθρῶν ὑμῶν τότε σαββατιεῖ γῆ καὶ εὐδοκήσει τὰ σάββατα αὐτῆς
「你們在仇敵之地居住的時候,你們的地荒涼,要享受眾安息;正在那時候,地要歇息,享受安息。
Then the land will enjoy its Sabbaths as long as it lies desolate and you are in your enemies’ land. Even then the land will rest and enjoy its Sabbaths.
26:35
πάσας τὰς ἡμέρας τῆς ἐρημώσεως αὐτῆς σαββατιεῖ οὐκ ἐσαββάτισεν ἐν τοῖς σαββάτοις ὑμῶν ἡνίκα κατῳκεῖτε αὐτήν
地多時為荒場,就要多時歇息;地這樣歇息,是你們住在其上的安息年所不能得的。
As long as it lies desolate it shall have rest, even the rest which it didn’t have in your Sabbaths when you lived on it.
26:36
καὶ τοῖς καταλειφθεῖσιν ἐξ ὑμῶν ἐπάξω δειλίαν εἰς τὴν καρδίαν αὐτῶν ἐν τῇ γῇ τῶν ἐχθρῶν αὐτῶν καὶ διώξεται αὐτοὺς φωνὴ φύλλου φερομένου καὶ φεύξονται ὡς φεύγοντες ἀπὸ πολέμου καὶ πεσοῦνται οὐθενὸς διώκοντος
至於你們剩下的人,我要使他們在仇敵之地心驚膽怯。葉子被風吹的響聲,要追趕他們;他們要逃避,像人逃避刀劍,無人追趕,卻要跌倒。
“‘As for those of you who are left, I will send a faintness into their hearts in the lands of their enemies. The sound of a driven leaf will put them to flight; and they shall flee, as one flees from the sword. They will fall when no one pursues.
26:37
καὶ ὑπερόψεται ἀδελφὸς τὸν ἀδελφὸν ὡσεὶ ἐν πολέμῳ οὐθενὸς κατατρέχοντος καὶ οὐ δυνήσεσθε ἀντιστῆναι τοῖς ἐχθροῖς ὑμῶν
無人追趕,他們要彼此撞跌,像在刀劍之前。你們在仇敵面前也必站立不住。
They will stumble over one another, as it were before the sword, when no one pursues. You will have no power to stand before your enemies.
26:38
καὶ ἀπολεῖσθε ἐν τοῖς ἔθνεσιν καὶ κατέδεται ὑμᾶς γῆ τῶν ἐχθρῶν ὑμῶν
你們要在列邦中滅亡;仇敵之地要吞吃你們。
You will perish among the nations. The land of your enemies will eat you up.
26:39
καὶ οἱ καταλειφθέντες ἀφ’ ὑμῶν καταφθαρήσονται διὰ τὰς ἁμαρτίας ὑμῶν ἐν τῇ γῇ τῶν ἐχθρῶν αὐτῶν τακήσονται
你們剩下的人必因自己的罪孽和祖宗的罪孽在仇敵之地消滅。
Those of you who are left will pine away in their iniquity in your enemies’ lands; and also in the iniquities of their fathers they shall pine away with them.
26:40
καὶ ἐξαγορεύσουσιν τὰς ἁμαρτίας αὐτῶν καὶ τὰς ἁμαρτίας τῶν πατέρων αὐτῶν ὅτι παρέβησαν καὶ ὑπερεῖδόν με καὶ ὅτι ἐπορεύθησαν ἐναντίον μου πλάγιοι
「他們要承認自己的罪和他們祖宗的罪,就是干犯我的那罪,並且承認自己行事與我反對,
“‘If they confess their iniquity and the iniquity of their fathers, in their trespass which they trespassed against me; and also that because they walked contrary to me,
26:41
καὶ ἐγὼ ἐπορεύθην μετ’ αὐτῶν ἐν θυμῷ πλαγίῳ καὶ ἀπολῶ αὐτοὺς ἐν τῇ γῇ τῶν ἐχθρῶν αὐτῶν τότε ἐντραπήσεται καρδία αὐτῶν ἀπερίτμητος καὶ τότε εὐδοκήσουσιν τὰς ἁμαρτίας αὐτῶν
我所以行事與他們反對,把他們帶到仇敵之地。那時,他們未受割禮的心若謙卑了,他們也服了罪孽的刑罰,
I also walked contrary to them, and brought them into the land of their enemies; if then their uncircumcised heart is humbled, and they then accept the punishment of their iniquity,
26:42
καὶ μνησθήσομαι τῆς διαθήκης Ιακωβ καὶ τῆς διαθήκης Ισαακ καὶ τῆς διαθήκης Αβρααμ μνησθήσομαι καὶ τῆς γῆς μνησθήσομαι
我就要記念我與雅各所立的約,與以撒所立的約,與亞伯拉罕所立的約,並要記念這地。
then I will remember my covenant with Jacob, my covenant with Isaac, and also my covenant with Abraham; and I will remember the land.
26:43
καὶ γῆ ἐγκαταλειφθήσεται ὑπ’ αὐτῶν τότε προσδέξεται γῆ τὰ σάββατα αὐτῆς ἐν τῷ ἐρημωθῆναι αὐτὴν δῑ αὐτούς καὶ αὐτοὶ προσδέξονται τὰς αὐτῶν ἀνομίας ἀνθ’ ὧν τὰ κρίματά μου ὑπερεῖδον καὶ τοῖς προστάγμασίν μου προσώχθισαν τῇ ψυχῇ αὐτῶν
他們離開這地,地在荒廢無人的時候就要享受安息。並且他們要服罪孽的刑罰;因為他們厭棄了我的典章,心中厭惡了我的律例。
The land also will be left by them, and will enjoy its Sabbaths while it lies desolate without them; and they will accept the punishment of their iniquity because they rejected my ordinances, and their soul abhorred my statutes.
26:44
καὶ οὐδ’ ὧς ὄντων αὐτῶν ἐν τῇ γῇ τῶν ἐχθρῶν αὐτῶν οὐχ ὑπερεῖδον αὐτοὺς οὐδὲ προσώχθισα αὐτοῖς ὥστε ἐξαναλῶσαι αὐτοὺς τοῦ διασκεδάσαι τὴν διαθήκην μου τὴν πρὸς αὐτούς ὅτι ἐγώ εἰμι κύριος θεὸς αὐτῶν
雖是這樣,他們在仇敵之地,我卻不厭棄他們,也不厭惡他們,將他們盡行滅絕,也不背棄我與他們所立的約,因為我是耶和華-他們的上帝。
Yet for all that, when they are in the land of their enemies, I will not reject them, neither will I abhor them, to destroy them utterly and to break my covenant with them; for I am Yahweh their God.
26:45
καὶ μνησθήσομαι αὐτῶν τῆς διαθήκης τῆς προτέρας ὅτε ἐξήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου ἐξ οἴκου δουλείας ἔναντι τῶν ἐθνῶν τοῦ εἶναι αὐτῶν θεός ἐγώ εἰμι κύριος
我卻要為他們的緣故記念我與他們先祖所立的約。他們的先祖是我在列邦人眼前、從埃及地領出來的,為要作他們的上帝。我是耶和華。」
But I will for their sake remember the covenant of their ancestors, whom I brought out of the land of Egypt in the sight of the nations, that I might be their God. I am Yahweh.’”
26:46
ταῦτα τὰ κρίματα καὶ τὰ προστάγματα καὶ νόμος ὃν ἔδωκεν κύριος ἀνὰ μέσον αὐτοῦ καὶ ἀνὰ μέσον τῶν υἱῶν Ισραηλ ἐν τῷ ὄρει Σινα ἐν χειρὶ Μωυσῆ
這些律例、典章,和法度是耶和華與以色列人在西奈山藉着摩西立的。
These are the statutes, ordinances, and laws, which Yahweh made between him and the children of Israel in Mount Sinai by Moses.
123456789101112131415161718192021222324252627