📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

七十士譯本 › 利未記

利未記 第 4 章

希臘文原文.35 節.部分字詞可點開查義

📖 這一章另有 3 種原文 —— 並排對照(希伯來文舊約、武加大譯本、吉茲文聖經)
4:1
καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
耶和華對摩西說:
Yahweh spoke to Moses, saying,
4:2
λάλησον πρὸς τοὺς υἱοὺς Ισραηλ λέγων ψυχὴ ἐὰν ἁμάρτῃ ἔναντι κυρίου ἀκουσίως ἀπὸ τῶν προσταγμάτων κυρίου ὧν οὐ δεῖ ποιεῖν καὶ ποιήσῃ ἕν τι ἀπ’ αὐτῶν
「你曉諭以色列人說:若有人在耶和華所吩咐不可行的甚麼事上誤犯了一件,
“Speak to the children of Israel, saying, ‘If anyone sins unintentionally, in any of the things which Yahweh has commanded not to be done, and does any one of them,
4:3
ἐὰν μὲν ἀρχιερεὺς κεχρισμένος ἁμάρτῃ τοῦ τὸν λαὸν ἁμαρτεῖν καὶ προσάξει περὶ τῆς ἁμαρτίας αὐτοῦ ἧς ἥμαρτεν μόσχον ἐκ βοῶν ἄμωμον τῷ κυρίῳ περὶ τῆς ἁμαρτίας αὐτοῦ
或是受膏的祭司犯罪,使百姓陷在罪裏,就當為他所犯的罪把沒有殘疾的公牛犢獻給耶和華為贖罪祭。
if the anointed priest sins so as to bring guilt on the people, then let him offer for his sin which he has sinned a young bull without defect to Yahweh for a sin offering.
4:4
καὶ προσάξει τὸν μόσχον παρὰ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου ἔναντι κυρίου καὶ ἐπιθήσει τὴν χεῖρα αὐτοῦ ἐπὶ τὴν κεφαλὴν τοῦ μόσχου ἔναντι κυρίου καὶ σφάξει τὸν μόσχον ἐνώπιον κυρίου
他要牽公牛到會幕門口,在耶和華面前按手在牛的頭上,把牛宰於耶和華面前。
He shall bring the bull to the door of the Tent of Meeting before Yahweh; and he shall lay his hand on the head of the bull, and kill the bull before Yahweh.
4:5
καὶ λαβὼν ἱερεὺς χριστὸς τετελειωμένος τὰς χεῖρας ἀπὸ τοῦ αἵματος τοῦ μόσχου καὶ εἰσοίσει αὐτὸ ἐπὶ τὴν σκηνὴν τοῦ μαρτυρίου
受膏的祭司要取些公牛的血帶到會幕,
The anointed priest shall take some of the blood of the bull, and bring it to the Tent of Meeting.
4:6
καὶ βάψει ἱερεὺς τὸν δάκτυλον εἰς τὸ αἷμα καὶ προσρανεῖ ἀπὸ τοῦ αἵματος ἑπτάκις ἔναντι κυρίου κατὰ τὸ καταπέτασμα τὸ ἅγιον
把指頭蘸於血中,在耶和華面前對着聖所的幔子彈血七次,
The priest shall dip his finger in the blood, and sprinkle some of the blood seven times before Yahweh, before the veil of the sanctuary.
4:7
καὶ ἐπιθήσει ἱερεὺς ἀπὸ τοῦ αἵματος τοῦ μόσχου ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου τοῦ θυμιάματος τῆς συνθέσεως τοῦ ἐναντίον κυρίου ἐστιν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου καὶ πᾶν τὸ αἷμα τοῦ μόσχου ἐκχεεῖ παρὰ τὴν βάσιν τοῦ θυσιαστηρίου τῶν ὁλοκαυτωμάτων ἐστιν παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου
又要把些血抹在會幕內、耶和華面前香壇的四角上,再把公牛所有的血倒在會幕門口、燔祭壇的腳那裏。
The priest shall put some of the blood on the horns of the altar of sweet incense before Yahweh, which is in the Tent of Meeting; and he shall pour out the rest of the blood of the bull at the base of the altar of burnt offering, which is at the door of the Tent of Meeting.
4:8
καὶ πᾶν τὸ στέαρ τοῦ μόσχου τοῦ τῆς ἁμαρτίας περιελεῖ ἀπ’ αὐτοῦ τὸ στέαρ τὸ κατακαλύπτον τὰ ἐνδόσθια καὶ πᾶν τὸ στέαρ τὸ ἐπὶ τῶν ἐνδοσθίων
要把贖罪祭公牛所有的脂油,乃是蓋臟的脂油和臟上所有的脂油,
He shall take all the fat of the bull of the sin offering from it: the fat that covers the innards, and all the fat that is on the innards,
4:9
καὶ τοὺς δύο νεφροὺς καὶ τὸ στέαρ τὸ ἐπ’ αὐτῶν ἐστιν ἐπὶ τῶν μηρίων καὶ τὸν λοβὸν τὸν ἐπὶ τοῦ ἥπατος σὺν τοῖς νεφροῖς περιελεῖ αὐτό
並兩個腰子和腰子上的脂油,就是靠腰兩旁的脂油,與肝上的網子和腰子,一概取下,
and the two kidneys, and the fat that is on them, which is by the loins, and the cover on the liver, with the kidneys, he shall remove,
4:10
ὃν τρόπον ἀφαιρεῖται ἀπὸ τοῦ μόσχου τοῦ τῆς θυσίας τοῦ σωτηρίου καὶ ἀνοίσει ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον τῆς καρπώσεως
與平安祭公牛上所取的一樣;祭司要把這些燒在燔祭的壇上。
as it is removed from the bull of the sacrifice of peace offerings. The priest shall burn them on the altar of burnt offering.
4:11
καὶ τὸ δέρμα τοῦ μόσχου καὶ πᾶσαν αὐτοῦ τὴν σάρκα σὺν τῇ κεφαλῇ καὶ τοῖς ἀκρωτηρίοις καὶ τῇ κοιλίᾳ καὶ τῇ κόπρῳ
公牛的皮和所有的肉,並頭、腿、臟、腑、糞,
He shall carry the bull’s skin, all its meat, with its head, and with its legs, its innards, and its dung
4:12
καὶ ἐξοίσουσιν ὅλον τὸν μόσχον ἔξω τῆς παρεμβολῆς εἰς τόπον καθαρόν οὗ ἐκχεοῦσιν τὴν σποδιάν καὶ κατακαύσουσιν αὐτὸν ἐπὶ ξύλων ἐν πυρί ἐπὶ τῆς ἐκχύσεως τῆς σποδιᾶς καυθήσεται
就是全公牛,要搬到營外潔淨之地、倒灰之所,用火燒在柴上。
—all the rest of the bull—outside of the camp to a clean place where the ashes are poured out, and burn it on wood with fire. It shall be burned where the ashes are poured out.
4:13
ἐὰν δὲ πᾶσα συναγωγὴ Ισραηλ ἀγνοήσῃ ἀκουσίως καὶ λάθῃ ῥῆμα ἐξ ὀφθαλμῶν τῆς συναγωγῆς καὶ ποιήσωσιν μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν κυρίου οὐ ποιηθήσεται καὶ πλημμελήσωσιν
「以色列全會眾若行了耶和華所吩咐不可行的甚麼事,誤犯了罪,是隱而未現、會眾看不出來的,
“‘If the whole congregation of Israel sins, and the thing is hidden from the eyes of the assembly, and they have done any of the things which Yahweh has commanded not to be done, and are guilty;
4:14
καὶ γνωσθῇ αὐτοῖς ἁμαρτία ἣν ἥμαρτον ἐν αὐτῇ καὶ προσάξει συναγωγὴ μόσχον ἐκ βοῶν ἄμωμον περὶ τῆς ἁμαρτίας καὶ προσάξει αὐτὸν παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου
會眾一知道所犯的罪就要獻一隻公牛犢為贖罪祭,牽到會幕前。
when the sin in which they have sinned is known, then the assembly shall offer a young bull for a sin offering, and bring it before the Tent of Meeting.
4:15
καὶ ἐπιθήσουσιν οἱ πρεσβύτεροι τῆς συναγωγῆς τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν κεφαλὴν τοῦ μόσχου ἔναντι κυρίου καὶ σφάξουσιν τὸν μόσχον ἔναντι κυρίου
會中的長老就要在耶和華面前按手在牛的頭上,將牛在耶和華面前宰了。
The elders of the congregation shall lay their hands on the head of the bull before Yahweh; and the bull shall be killed before Yahweh.
4:16
καὶ εἰσοίσει ἱερεὺς χριστὸς ἀπὸ τοῦ αἵματος τοῦ μόσχου εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου
受膏的祭司要取些公牛的血帶到會幕,
The anointed priest shall bring some of the blood of the bull to the Tent of Meeting.
4:17
καὶ βάψει ἱερεὺς τὸν δάκτυλον ἀπὸ τοῦ αἵματος τοῦ μόσχου καὶ ῥανεῖ ἑπτάκις ἔναντι κυρίου κατενώπιον τοῦ καταπετάσματος τοῦ ἁγίου
把指頭蘸於血中,在耶和華面前對着幔子彈血七次,
The priest shall dip his finger in the blood and sprinkle it seven times before Yahweh, before the veil.
4:18
καὶ ἀπὸ τοῦ αἵματος ἐπιθήσει ἱερεὺς ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου τῶν θυμιαμάτων τῆς συνθέσεως ἐστιν ἐνώπιον κυρίου ἐστιν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου καὶ τὸ πᾶν αἷμα ἐκχεεῖ πρὸς τὴν βάσιν τοῦ θυσιαστηρίου τῶν καρπώσεων τῶν πρὸς τῇ θύρᾳ τῆς σκηνῆς τοῦ μαρτυρίου
又要把些血抹在會幕內、耶和華面前壇的四角上,再把所有的血倒在會幕門口、燔祭壇的腳那裏。
He shall put some of the blood on the horns of the altar which is before Yahweh, that is in the Tent of Meeting; and the rest of the blood he shall pour out at the base of the altar of burnt offering, which is at the door of the Tent of Meeting.
4:19
καὶ τὸ πᾶν στέαρ περιελεῖ ἀπ’ αὐτοῦ καὶ ἀνοίσει ἐπὶ τὸ θυσιαστήριον
把牛所有的脂油都取下,燒在壇上;
All its fat he shall take from it, and burn it on the altar.
4:20
καὶ ποιήσει τὸν μόσχον ὃν τρόπον ἐποίησεν τὸν μόσχον τὸν τῆς ἁμαρτίας οὕτως ποιηθήσεται καὶ ἐξιλάσεται περὶ αὐτῶν ἱερεύς καὶ ἀφεθήσεται αὐτοῖς ἁμαρτία
收拾這牛,與那贖罪祭的牛一樣。祭司要為他們贖罪,他們必蒙赦免。
He shall do this with the bull; as he did with the bull of the sin offering, so he shall do with this; and the priest shall make atonement for them, and they shall be forgiven.
4:21
καὶ ἐξοίσουσιν τὸν μόσχον ὅλον ἔξω τῆς παρεμβολῆς καὶ κατακαύσουσιν τὸν μόσχον ὃν τρόπον κατέκαυσαν τὸν μόσχον τὸν πρότερον ἁμαρτία συναγωγῆς ἐστιν
他要把牛搬到營外燒了,像燒頭一個牛一樣;這是會眾的贖罪祭。
He shall carry the bull outside the camp, and burn it as he burned the first bull. It is the sin offering for the assembly.
4:22
ἐὰν δὲ ἄρχων ἁμάρτῃ καὶ ποιήσῃ μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν κυρίου τοῦ θεοῦ αὐτῶν οὐ ποιηθήσεται ἀκουσίως καὶ ἁμάρτῃ καὶ πλημμελήσῃ
「官長若行了耶和華-他上帝所吩咐不可行的甚麼事,誤犯了罪,
“‘When a ruler sins, and unwittingly does any one of all the things which Yahweh his God has commanded not to be done, and is guilty,
4:23
καὶ γνωσθῇ αὐτῷ ἁμαρτία ἣν ἥμαρτεν ἐν αὐτῇ καὶ προσοίσει τὸ δῶρον αὐτοῦ χίμαρον ἐξ αἰγῶν ἄρσεν ἄμωμον
所犯的罪自己知道了,就要牽一隻沒有殘疾的公山羊為供物,
if his sin in which he has sinned is made known to him, he shall bring as his offering a goat, a male without defect.
4:24
καὶ ἐπιθήσει τὴν χεῖρα ἐπὶ τὴν κεφαλὴν τοῦ χιμάρου καὶ σφάξουσιν αὐτὸν ἐν τόπῳ οὗ σφάζουσιν τὰ ὁλοκαυτώματα ἐνώπιον κυρίου ἁμαρτία ἐστίν
按手在羊的頭上,宰於耶和華面前、宰燔祭牲的地方;這是贖罪祭。
He shall lay his hand on the head of the goat, and kill it in the place where they kill the burnt offering before Yahweh. It is a sin offering.
4:25
καὶ ἐπιθήσει ἱερεὺς ἀπὸ τοῦ αἵματος τοῦ τῆς ἁμαρτίας τῷ δακτύλῳ ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου τῶν ὁλοκαυτωμάτων καὶ τὸ πᾶν αἷμα αὐτοῦ ἐκχεεῖ παρὰ τὴν βάσιν τοῦ θυσιαστηρίου τῶν ὁλοκαυτωμάτων
祭司要用指頭蘸些贖罪祭牲的血,抹在燔祭壇的四角上,把血倒在燔祭壇的腳那裏。
The priest shall take some of the blood of the sin offering with his finger, and put it on the horns of the altar of burnt offering. He shall pour out the rest of its blood at the base of the altar of burnt offering.
4:26
καὶ τὸ πᾶν στέαρ αὐτοῦ ἀνοίσει ἐπὶ τὸ θυσιαστήριον ὥσπερ τὸ στέαρ θυσίας σωτηρίου καὶ ἐξιλάσεται περὶ αὐτοῦ ἱερεὺς ἀπὸ τῆς ἁμαρτίας αὐτοῦ καὶ ἀφεθήσεται αὐτῷ
所有的脂油,祭司都要燒在壇上,正如平安祭的脂油一樣。至於他的罪,祭司要為他贖了,他必蒙赦免。
All its fat he shall burn on the altar, like the fat of the sacrifice of peace offerings; and the priest shall make atonement for him concerning his sin, and he will be forgiven.
4:27
ἐὰν δὲ ψυχὴ μία ἁμάρτῃ ἀκουσίως ἐκ τοῦ λαοῦ τῆς γῆς ἐν τῷ ποιῆσαι μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν κυρίου οὐ ποιηθήσεται καὶ πλημμελήσῃ
「民中若有人行了耶和華所吩咐不可行的甚麼事,誤犯了罪,
“‘If anyone of the common people sins unwittingly, in doing any of the things which Yahweh has commanded not to be done, and is guilty,
4:28
καὶ γνωσθῇ αὐτῷ ἁμαρτία ἣν ἥμαρτεν ἐν αὐτῇ καὶ οἴσει χίμαιραν ἐξ αἰγῶν θήλειαν ἄμωμον οἴσει περὶ τῆς ἁμαρτίας ἧς ἥμαρτεν
所犯的罪自己知道了,就要為所犯的罪牽一隻沒有殘疾的母山羊為供物,
if his sin which he has sinned is made known to him, then he shall bring for his offering a goat, a female without defect, for his sin which he has sinned.
4:29
καὶ ἐπιθήσει τὴν χεῖρα ἐπὶ τὴν κεφαλὴν τοῦ ἁμαρτήματος αὐτοῦ καὶ σφάξουσιν τὴν χίμαιραν τὴν τῆς ἁμαρτίας ἐν τόπῳ οὗ σφάζουσιν τὰ ὁλοκαυτώματα
按手在贖罪祭牲的頭上,在那宰燔祭牲的地方宰了。
He shall lay his hand on the head of the sin offering, and kill the sin offering in the place of burnt offering.
4:30
καὶ λήμψεται ἱερεὺς ἀπὸ τοῦ αἵματος αὐτῆς τῷ δακτύλῳ καὶ ἐπιθήσει ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου τῶν ὁλοκαυτωμάτων καὶ πᾶν τὸ αἷμα αὐτῆς ἐκχεεῖ παρὰ τὴν βάσιν τοῦ θυσιαστηρίου
祭司要用指頭蘸些羊的血,抹在燔祭壇的四角上,所有的血都要倒在壇的腳那裏,
The priest shall take some of its blood with his finger, and put it on the horns of the altar of burnt offering; and the rest of its blood he shall pour out at the base of the altar.
4:31
καὶ πᾶν τὸ στέαρ περιελεῖ ὃν τρόπον περιαιρεῖται στέαρ ἀπὸ θυσίας σωτηρίου καὶ ἀνοίσει ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον εἰς ὀσμὴν εὐωδίας κυρίῳ καὶ ἐξιλάσεται περὶ αὐτοῦ ἱερεύς καὶ ἀφεθήσεται αὐτῷ
又要把羊所有的脂油都取下,正如取平安祭牲的脂油一樣。祭司要在壇上焚燒,在耶和華面前作為馨香的祭,為他贖罪,他必蒙赦免。
All its fat he shall take away, like the fat is taken away from the sacrifice of peace offerings; and the priest shall burn it on the altar for a pleasant aroma to Yahweh; and the priest shall make atonement for him, and he will be forgiven.
4:32
ἐὰν δὲ πρόβατον προσενέγκῃ τὸ δῶρον αὐτοῦ εἰς ἁμαρτίαν θῆλυ ἄμωμον προσοίσει αὐτό
「人若牽一隻綿羊羔為贖罪祭的供物,必要牽一隻沒有殘疾的母羊,
“‘If he brings a lamb as his offering for a sin offering, he shall bring a female without defect.
4:33
καὶ ἐπιθήσει τὴν χεῖρα ἐπὶ τὴν κεφαλὴν τοῦ τῆς ἁμαρτίας καὶ σφάξουσιν αὐτὸ ἐν τόπῳ οὗ σφάζουσιν τὰ ὁλοκαυτώματα
按手在贖罪祭牲的頭上,在那宰燔祭牲的地方宰了作贖罪祭。
He shall lay his hand on the head of the sin offering, and kill it for a sin offering in the place where they kill the burnt offering.
4:34
καὶ λαβὼν ἱερεὺς ἀπὸ τοῦ αἵματος τοῦ τῆς ἁμαρτίας τῷ δακτύλῳ ἐπιθήσει ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου τῆς ὁλοκαυτώσεως καὶ πᾶν αὐτοῦ τὸ αἷμα ἐκχεεῖ παρὰ τὴν βάσιν τοῦ θυσιαστηρίου τῆς ὁλοκαυτώσεως
祭司要用指頭蘸些贖罪祭牲的血,抹在燔祭壇的四角上,所有的血都要倒在壇的腳那裏,
The priest shall take some of the blood of the sin offering with his finger, and put it on the horns of the altar of burnt offering; and all the rest of its blood he shall pour out at the base of the altar.
4:35
καὶ πᾶν αὐτοῦ τὸ στέαρ περιελεῖ ὃν τρόπον περιαιρεῖται στέαρ προβάτου ἐκ τῆς θυσίας τοῦ σωτηρίου καὶ ἐπιθήσει αὐτὸ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον ἐπὶ τὸ ὁλοκαύτωμα κυρίου καὶ ἐξιλάσεται περὶ αὐτοῦ ἱερεὺς περὶ τῆς ἁμαρτίας ἧς ἥμαρτεν καὶ ἀφεθήσεται αὐτῷ
又要把所有的脂油都取下,正如取平安祭羊羔的脂油一樣。祭司要按獻給耶和華火祭的條例,燒在壇上。至於所犯的罪,祭司要為他贖了,他必蒙赦免。」
He shall remove all its fat, like the fat of the lamb is removed from the sacrifice of peace offerings. The priest shall burn them on the altar, on the offerings of Yahweh made by fire. The priest shall make atonement for him concerning his sin that he has sinned, and he will be forgiven.
123456789101112131415161718192021222324252627