📜 Verbum
Scripture and the Fathers, read aloud in the original

← All books · Septuagint › Ezekiel

Ezekiel 11

Greek original · 25 verses · some words can be tapped for a gloss

← ch. 10ch. 12 →
📖 This chapter exists in 3 other originals — side by side (Hebrew Old Testament, Vulgate, Ge'ez Bible)
11:1
καὶ ἀνέλαβέν με πνεῦμα καὶ ἤγαγέν με ἐπὶ τὴν πύλην τοῦ οἴκου κυρίου τὴν κατέναντι τὴν βλέπουσαν κατὰ ἀνατολάς καὶ ἰδοὺ ἐπὶ τῶν προθύρων τῆς πύλης ὡς εἴκοσι καὶ πέντε ἄνδρες καὶ εἶδον ἐν μέσῳ αὐτῶν τὸν Ιεζονιαν τὸν τοῦ Εζερ καὶ Φαλτιαν τὸν τοῦ Βαναιου τοὺς ἀφηγουμένους τοῦ λαοῦ
Moreover the Spirit lifted me up and brought me to the east gate of Yahweh’s house, which looks eastward. Behold, twenty-five men were at the door of the gate; and I saw among them Jaazaniah the son of Azzur, and Pelatiah the son of Benaiah, princes of the people.
靈將我舉起,帶到耶和華殿向東的東門。誰知,在門口有二十五個人,我見其中有民間的首領押朔的兒子雅撒尼亞和比拿雅的兒子毗拉提。
11:2
καὶ εἶπεν κύριος πρός με υἱὲ ἀνθρώπου οὗτοι οἱ ἄνδρες οἱ λογιζόμενοι μάταια καὶ βουλευόμενοι βουλὴν πονηρὰν ἐν τῇ πόλει ταύτῃ
He said to me, “Son of man, these are the men who devise iniquity, and who give wicked counsel in this city;
耶和華對我說:「人子啊,這就是圖謀罪孽的人,在這城中給人設惡謀。
11:3
οἱ λέγοντες οὐχὶ προσφάτως ᾠκοδόμηνται αἱ οἰκίαι αὕτη ἐστὶν λέβης ἡμεῖς δὲ τὰ κρέα
who say, ‘The time is not near to build houses. This is the cauldron, and we are the meat.’
他們說:『蓋房屋的時候尚未臨近;這城是鍋,我們是肉。』
11:4
διὰ τοῦτο προφήτευσον ἐπ’ αὐτούς προφήτευσον υἱὲ ἀνθρώπου
Therefore prophesy against them. Prophesy, son of man.”
人子啊,因此你當說預言,說預言攻擊他們。」
11:5
καὶ ἔπεσεν ἐπ’ ἐμὲ πνεῦμα κυρίου καὶ εἶπεν πρός με λέγε τάδε λέγει κύριος οὕτως εἴπατε οἶκος Ισραηλ καὶ τὰ διαβούλια τοῦ πνεύματος ὑμῶν ἐγὼ ἐπίσταμαι
Yahweh’s Spirit fell on me, and he said to me, “Speak, ‘Yahweh says: “Thus you have said, house of Israel; for I know the things that come into your mind.
耶和華的靈降在我身上,對我說:「你當說,耶和華如此說:以色列家啊,你們口中所說的,心裏所想的,我都知道。
11:6
ἐπληθύνατε νεκροὺς ὑμῶν ἐν τῇ πόλει ταύτῃ καὶ ἐνεπλήσατε τὰς ὁδοὺς αὐτῆς τραυματιῶν
You have multiplied your slain in this city, and you have filled its streets with the slain.”
你們在這城中殺人增多,使被殺的人充滿街道。
11:7
διὰ τοῦτο τάδε λέγει κύριος τοὺς νεκροὺς ὑμῶν οὓς ἐπατάξατε ἐν μέσῳ αὐτῆς οὗτοί εἰσιν τὰ κρέα αὐτὴ δὲ λέβης ἐστίν καὶ ὑμᾶς ἐξάξω ἐκ μέσου αὐτῆς
“‘Therefore the Lord Yahweh says: “Your slain whom you have laid in the middle of it, they are the meat, and this is the cauldron; but you will be brought out of the middle of it.
所以主耶和華如此說:你們殺在城中的人就是肉,這城就是鍋;你們卻要從其中被帶出去。
11:8
ῥομφαίαν φοβεῖσθε καὶ ῥομφαίαν ἐπάξω ἐφ’ ὑμᾶς λέγει κύριος
You have feared the sword; and I will bring the sword on you,” says the Lord Yahweh.
你們怕刀劍,我必使刀劍臨到你們。這是主耶和華說的。
11:9
καὶ ἐξάξω ὑμᾶς ἐκ μέσου αὐτῆς καὶ παραδώσω ὑμᾶς εἰς χεῖρας ἀλλοτρίων καὶ ποιήσω ἐν ὑμῖν κρίματα
“I will bring you out of the middle of it, and deliver you into the hands of strangers, and will execute judgments among you.
我必從這城中帶出你們去,交在外邦人的手中,且要在你們中間施行審判。
11:10
ἐν ῥομφαίᾳ πεσεῖσθε ἐπὶ τῶν ὁρίων τοῦ Ισραηλ κρινῶ ὑμᾶς καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ κύριος
You will fall by the sword. I will judge you in the border of Israel. Then you will know that I am Yahweh.
你們必倒在刀下;我必在以色列的境界審判你們,你們就知道我是耶和華。
11:11
αὐτὴ ὑμῖν οὐκ ἔσται εἰς λέβητα καὶ ὑμεῖς οὐ μὴ γένησθε ἐν μέσῳ αὐτῆς εἰς κρέα ἐπὶ τῶν ὁρίων τοῦ Ισραηλ κρινῶ ὑμᾶς
This will not be your cauldron, neither will you be the meat in the middle of it. I will judge you in the border of Israel.
這城必不作你們的鍋,你們也不作其中的肉。我必在以色列的境界審判你們,
11:12
καὶ ἐπιγνώσεσθε διότι ἐγὼ κύριος
You will know that I am Yahweh, for you have not walked in my statutes. You have not executed my ordinances, but have done after the ordinances of the nations that are around you.”’”
你們就知道我是耶和華;因為你們沒有遵行我的律例,也沒有順從我的典章,卻隨從你們四圍列國的惡規。」
11:13
καὶ ἐγένετο ἐν τῷ προφητεύειν με καὶ Φαλτιας τοῦ Βαναιου ἀπέθανεν καὶ πίπτω ἐπὶ πρόσωπόν μου καὶ ἀνεβόησα φωνῇ μεγάλῃ καὶ εἶπα οἴμμοι οἴμμοι κύριε εἰς συντέλειαν σὺ ποιεῖς τοὺς καταλοίπους τοῦ Ισραηλ
When I prophesied, Pelatiah the son of Benaiah died. Then I fell down on my face, and cried with a loud voice, and said, “Ah Lord Yahweh! Will you make a full end of the remnant of Israel?”
我正說預言的時候,比拿雅的兒子毗拉提死了。於是我俯伏在地,大聲呼叫說:「哎!主耶和華啊,你要將以色列剩下的人滅絕淨盡嗎?」
11:14
καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
Yahweh’s word came to me, saying,
耶和華的話臨到我說:
11:15
υἱὲ ἀνθρώπου οἱ ἀδελφοί σου καὶ οἱ ἄνδρες τῆς αἰχμαλωσίας σου καὶ πᾶς οἶκος τοῦ Ισραηλ συντετέλεσται οἷς εἶπαν αὐτοῖς οἱ κατοικοῦντες Ιερουσαλημ μακρὰν ἀπέχετε ἀπὸ τοῦ κυρίου ἡμῖν δέδοται γῆ εἰς κληρονομίαν
“Son of man, your brothers, even your brothers, the men of your relatives, and all the house of Israel, all of them, are the ones to whom the inhabitants of Jerusalem have said, ‘Go far away from Yahweh. This land has been given to us for a possession.’
「人子啊,耶路撒冷的居民對你的弟兄、你的本族、你的親屬、以色列全家,就是對大眾說:『你們遠離耶和華吧!這地是賜給我們為業的。』
11:16
διὰ τοῦτο εἰπόν τάδε λέγει κύριος ὅτι ἀπώσομαι αὐτοὺς εἰς τὰ ἔθνη καὶ διασκορπιῶ αὐτοὺς εἰς πᾶσαν τὴν γῆν καὶ ἔσομαι αὐτοῖς εἰς ἁγίασμα μικρὸν ἐν ταῖς χώραις οὗ ἂν εἰσέλθωσιν ἐκεῖ
“Therefore say, ‘The Lord Yahweh says: “Whereas I have removed them far off among the nations, and whereas I have scattered them among the countries, yet I will be to them a sanctuary for a little while in the countries where they have come.”’
所以你當說:『耶和華如此說:我雖將以色列全家遠遠遷移到列國中,將他們分散在列邦內,我還要在他們所到的列邦,暫作他們的聖所。』
11:17
διὰ τοῦτο εἰπόν τάδε λέγει κύριος καὶ εἰσδέξομαι αὐτοὺς ἐκ τῶν ἐθνῶν καὶ συνάξω αὐτοὺς ἐκ τῶν χωρῶν οὗ διέσπειρα αὐτοὺς ἐν αὐταῖς καὶ δώσω αὐτοῖς τὴν γῆν τοῦ Ισραηλ
“Therefore say, ‘The Lord Yahweh says: “I will gather you from the peoples, and assemble you out of the countries where you have been scattered, and I will give you the land of Israel.”
你當說:『主耶和華如此說:我必從萬民中招聚你們,從分散的列國內聚集你們,又要將以色列地賜給你們。』
11:18
καὶ εἰσελεύσονται ἐκεῖ καὶ ἐξαροῦσιν πάντα τὰ βδελύγματα αὐτῆς καὶ πάσας τὰς ἀνομίας αὐτῆς ἐξ αὐτῆς
“‘They will come there, and they will take away all its detestable things and all its abominations from there.
他們必到那裏,也必從其中除掉一切可憎可厭的物。
11:19
καὶ δώσω αὐτοῖς καρδίαν ἑτέραν καὶ πνεῦμα καινὸν δώσω ἐν αὐτοῖς καὶ ἐκσπάσω τὴν καρδίαν τὴν λιθίνην ἐκ τῆς σαρκὸς αὐτῶν καὶ δώσω αὐτοῖς καρδίαν σαρκίνην
I will give them one heart, and I will put a new spirit within them. I will take the stony heart out of their flesh, and will give them a heart of flesh,
我要使他們有合一的心,也要將新靈放在他們裏面,又從他們肉體中除掉石心,賜給他們肉心,
11:20
ὅπως ἐν τοῖς προστάγμασίν μου πορεύωνται καὶ τὰ δικαιώματά μου φυλάσσωνται καὶ ποιῶσιν αὐτά καὶ ἔσονταί μοι εἰς λαόν καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς θεόν
that they may walk in my statutes, and keep my ordinances, and do them. They will be my people, and I will be their God.
使他們順從我的律例,謹守遵行我的典章。他們要作我的子民,我要作他們的上帝。
11:21
καὶ εἰς τὴν καρδίαν τῶν βδελυγμάτων αὐτῶν καὶ τῶν ἀνομιῶν αὐτῶν ὡς καρδία αὐτῶν ἐπορεύετο τὰς ὁδοὺς αὐτῶν εἰς κεφαλὰς αὐτῶν δέδωκα λέγει κύριος
But as for them whose heart walks after the heart of their detestable things and their abominations, I will bring their way on their own heads,’ says the Lord Yahweh.”
至於那些心中隨從可憎可厭之物的,我必照他們所行的報應在他們頭上。這是主耶和華說的。」
11:22
καὶ ἐξῆραν τὰ χερουβιν τὰς πτέρυγας αὐτῶν καὶ οἱ τροχοὶ ἐχόμενοι αὐτῶν καὶ δόξα θεοῦ Ισραηλ ἐπ’ αὐτὰ ὑπεράνω αὐτῶν
Then the cherubim lifted up their wings, and the wheels were beside them. The glory of the God of Israel was over them above.
於是,基路伯展開翅膀,輪子都在他們旁邊;在他們以上有以色列上帝的榮耀。
11:23
καὶ ἀνέβη δόξα κυρίου ἐκ μέσης τῆς πόλεως καὶ ἔστη ἐπὶ τοῦ ὄρους ἦν ἀπέναντι τῆς πόλεως
Yahweh’s glory went up from the middle of the city, and stood on the mountain which is on the east side of the city.
耶和華的榮耀從城中上升,停在城東的那座山上。
11:24
καὶ ἀνέλαβέν με πνεῦμα καὶ ἤγαγέν με εἰς γῆν Χαλδαίων εἰς τὴν αἰχμαλωσίαν ἐν ὁράσει ἐν πνεύματι θεοῦ καὶ ἀνέβην ἀπὸ τῆς ὁράσεως ἧς εἶδον
The Spirit lifted me up, and brought me in the vision by the Spirit of God into Chaldea, to the captives. So the vision that I had seen went up from me.
靈將我舉起,在異象中藉着上帝的靈將我帶進迦勒底地,到被擄的人那裏;我所見的異象就離我上升去了。
11:25
καὶ ἐλάλησα πρὸς τὴν αἰχμαλωσίαν πάντας τοὺς λόγους τοῦ κυρίου οὓς ἔδειξέν μοι
Then I spoke to the captives all the things that Yahweh had shown me.
我便將耶和華所指示我的一切事都說給被擄的人聽。
← ch. 10ch. 12 →
123456789101112131415161718192021222324252627282930313233343536373839404142434445464748