📜 Verbum
Scripture and the Fathers, read aloud in the original

← All books · Septuagint › Ezekiel

Ezekiel 14

Greek original · 23 verses · some words can be tapped for a gloss

← ch. 13ch. 15 →
📖 This chapter exists in 3 other originals — side by side (Hebrew Old Testament, Vulgate, Ge'ez Bible)
14:1
καὶ ἦλθον πρός με ἄνδρες ἐκ τῶν πρεσβυτέρων τοῦ Ισραηλ καὶ ἐκάθισαν πρὸ προσώπου μου
Then some of the elders of Israel came to me and sat before me.
有幾個以色列長老到我這裏來,坐在我面前。
14:2
καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
Yahweh’s word came to me, saying,
耶和華的話就臨到我說:
14:3
υἱὲ ἀνθρώπου οἱ ἄνδρες οὗτοι ἔθεντο τὰ διανοήματα αὐτῶν ἐπὶ τὰς καρδίας αὐτῶν καὶ τὴν κόλασιν τῶν ἀδικιῶν αὐτῶν ἔθηκαν πρὸ προσώπου αὐτῶν εἰ ἀποκρινόμενος ἀποκριθῶ αὐτοῖς
“Son of man, these men have taken their idols into their heart, and put the stumbling block of their iniquity before their face. Should I be inquired of at all by them?
「人子啊,這些人已將他們的假神接到心裏,把陷於罪的絆腳石放在面前,我豈能絲毫被他們求問嗎?
14:4
διὰ τοῦτο λάλησον αὐτοῖς καὶ ἐρεῖς πρὸς αὐτούς τάδε λέγει κύριος ἄνθρωπος ἄνθρωπος ἐκ τοῦ οἴκου Ισραηλ ὃς ἂν θῇ τὰ διανοήματα αὐτοῦ ἐπὶ τὴν καρδίαν αὐτοῦ καὶ τὴν κόλασιν τῆς ἀδικίας αὐτοῦ τάξῃ πρὸ προσώπου αὐτοῦ καὶ ἔλθῃ πρὸς τὸν προφήτην ἐγὼ κύριος ἀποκριθήσομαι αὐτῷ ἐν οἷς ἐνέχεται διάνοια αὐτοῦ
Therefore speak to them and tell them, ‘The Lord Yahweh says: “Every man of the house of Israel who takes his idols into his heart and puts the stumbling block of his iniquity before his face then comes to the prophet, I Yahweh will answer him there according to the multitude of his idols,
所以你要告訴他們:『主耶和華如此說:以色列家的人中,凡將他的假神接到心裏,把陷於罪的絆腳石放在面前,又就了先知來的,我-耶和華在他所求的事上,必按他眾多的假神回答他 ,
14:5
ὅπως πλαγιάσῃ τὸν οἶκον τοῦ Ισραηλ κατὰ τὰς καρδίας αὐτῶν τὰς ἀπηλλοτριωμένας ἀπ’ ἐμοῦ ἐν τοῖς ἐνθυμήμασιν αὐτῶν
that I may take the house of Israel in their own heart, because they are all estranged from me through their idols.”’
好在以色列家的心事上捉住他們,因為他們都藉着假神與我生疏。』
14:6
διὰ τοῦτο εἰπὸν πρὸς τὸν οἶκον τοῦ Ισραηλ τάδε λέγει κύριος κύριος ἐπιστράφητε καὶ ἀποστρέψατε ἀπὸ τῶν ἐπιτηδευμάτων ὑμῶν καὶ ἀπὸ πασῶν τῶν ἀσεβειῶν ὑμῶν καὶ ἐπιστρέψατε τὰ πρόσωπα ὑμῶν
“Therefore tell the house of Israel, ‘The Lord Yahweh says: “Return, and turn yourselves from your idols! Turn away your faces from all your abominations.
「所以你要告訴以色列家說:『主耶和華如此說:回頭吧!離開你們的偶像,轉臉莫從你們一切可憎的事。』
14:7
διότι ἄνθρωπος ἄνθρωπος ἐκ τοῦ οἴκου Ισραηλ καὶ ἐκ τῶν προσηλύτων τῶν προσηλυτευόντων ἐν τῷ Ισραηλ ὃς ἂν ἀπαλλοτριωθῇ ἀπ’ ἐμοῦ καὶ θῆται τὰ ἐνθυμήματα αὐτοῦ ἐπὶ τὴν καρδίαν αὐτοῦ καὶ τὴν κόλασιν τῆς ἀδικίας αὐτοῦ τάξῃ πρὸ προσώπου αὐτοῦ καὶ ἔλθῃ πρὸς τὸν προφήτην τοῦ ἐπερωτῆσαι αὐτὸν ἐν ἐμοί ἐγὼ κύριος ἀποκριθήσομαι αὐτῷ ἐν ἐνέχεται ἐν αὐτῷ
“‘“For everyone of the house of Israel, or of the strangers who live in Israel, who separates himself from me and takes his idols into his heart, and puts the stumbling block of his iniquity before his face, and comes to the prophet to inquire for himself of me, I Yahweh will answer him by myself.
因為以色列家的人,或在以色列中寄居的外人,凡與我隔絕,將他的假神接到心裏,把陷於罪的絆腳石放在面前,又就了先知來要為自己的事求問我的,我-耶和華必親自回答他。
14:8
καὶ στηριῶ τὸ πρόσωπόν μου ἐπὶ τὸν ἄνθρωπον ἐκεῖνον καὶ θήσομαι αὐτὸν εἰς ἔρημον καὶ εἰς ἀφανισμὸν καὶ ἐξαρῶ αὐτὸν ἐκ μέσου τοῦ λαοῦ μου καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ κύριος
I will set my face against that man and will make him an astonishment, for a sign and a proverb, and I will cut him off from among my people. Then you will know that I am Yahweh.
我必向那人變臉,使他作了警戒,笑談,令人驚駭,並且我要將他從我民中剪除;你們就知道我是耶和華。
14:9
καὶ προφήτης ἐὰν πλανηθῇ καὶ λαλήσῃ ἐγὼ κύριος πεπλάνηκα τὸν προφήτην ἐκεῖνον καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπ’ αὐτὸν καὶ ἀφανιῶ αὐτὸν ἐκ μέσου τοῦ λαοῦ μου Ισραηλ
“‘“If the prophet is deceived and speaks a word, I, Yahweh, have deceived that prophet, and I will stretch out my hand on him, and will destroy him from among my people Israel.
先知若被迷惑說一句預言,是我-耶和華任那先知受迷惑,我也必向他伸手,將他從我民以色列中除滅。
14:10
καὶ λήμψονται τὴν ἀδικίαν αὐτῶν κατὰ τὸ ἀδίκημα τοῦ ἐπερωτῶντος καὶ κατὰ τὸ ἀδίκημα ὁμοίως τῷ προφήτῃ ἔσται
They will bear their iniquity. The iniquity of the prophet will be even as the iniquity of him who seeks him,
他們必擔當自己的罪孽。先知的罪孽和求問之人的罪孽都是一樣,
14:11
ὅπως μὴ πλανᾶται ἔτι οἶκος τοῦ Ισραηλ ἀπ’ ἐμοῦ καὶ ἵνα μὴ μιαίνωνται ἔτι ἐν πᾶσιν τοῖς παραπτώμασιν αὐτῶν καὶ ἔσονταί μοι εἰς λαόν καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς θεόν λέγει κύριος
that the house of Israel may no more go astray from me, neither defile themselves any more with all their transgressions; but that they may be my people, and I may be their God,” says the Lord Yahweh.’”
好使以色列家不再走迷離開我,不再因各樣的罪過玷污自己,只要作我的子民,我作他們的上帝。這是主耶和華說的。」
14:12
καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
Yahweh’s word came to me, saying,
耶和華的話臨到我說:
14:13
υἱὲ ἀνθρώπου γῆ ἐὰν ἁμάρτῃ μοι τοῦ παραπεσεῖν παράπτωμα καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπ’ αὐτὴν καὶ συντρίψω αὐτῆς στήριγμα ἄρτου καὶ ἐξαποστελῶ ἐπ’ αὐτὴν λιμὸν καὶ ἐξαρῶ ἐξ αὐτῆς ἄνθρωπον καὶ κτήνη
“Son of man, when a land sins against me by committing a trespass, and I stretch out my hand on it, and break the staff of its bread and send famine on it, and cut off from it man and animal—
「人子啊,若有一國犯罪干犯我,我也向他伸手折斷他們的杖,就是斷絕他們的糧,使饑荒臨到那地,將人與牲畜從其中剪除;
14:14
καὶ ἐὰν ὦσιν οἱ τρεῖς ἄνδρες οὗτοι ἐν μέσῳ αὐτῆς Νωε καὶ Δανιηλ καὶ Ιωβ αὐτοὶ ἐν τῇ δικαιοσύνῃ αὐτῶν σωθήσονται λέγει κύριος
though these three men, Noah, Daniel, and Job, were in it, they would deliver only their own souls by their righteousness,” says the Lord Yahweh.
其中雖有挪亞、但以理、約伯這三人,他們只能因他們的義救自己的性命。這是主耶和華說的。
14:15
ἐὰν καὶ θηρία πονηρὰ ἐπάγω ἐπὶ τὴν γῆν καὶ τιμωρήσομαι αὐτὴν καὶ ἔσται εἰς ἀφανισμὸν καὶ οὐκ ἔσται διοδεύων ἀπὸ προσώπου τῶν θηρίων
“If I cause evil animals to pass through the land, and they ravage it and it is made desolate, so that no man may pass through because of the animals—
我若使惡獸經過糟踐那地,使地荒涼,以致因這些獸,人都不得經過;
14:16
καὶ οἱ τρεῖς ἄνδρες οὗτοι ἐν μέσῳ αὐτῆς ὦσι ζῶ ἐγώ λέγει κύριος εἰ υἱοὶ θυγατέρες σωθήσονται ἀλλ’ αὐτοὶ μόνοι σωθήσονται δὲ γῆ ἔσται εἰς ὄλεθρον
though these three men were in it, as I live,” says the Lord Yahweh, “they would deliver neither sons nor daughters. They only would be delivered, but the land would be desolate.
雖有這三人在其中,主耶和華說:我指着我的永生起誓,他們連兒帶女都不能得救,只能自己得救,那地仍然荒涼。
14:17
καὶ ῥομφαίαν ἐὰν ἐπάγω ἐπὶ τὴν γῆν ἐκείνην καὶ εἴπω ῥομφαία διελθάτω διὰ τῆς γῆς καὶ ἐξαρῶ ἐξ αὐτῆς ἄνθρωπον καὶ κτῆνος
“Or if I bring a sword on that land, and say, ‘Sword, go through the land, so that I cut off from it man and animal’—
或者我使刀劍臨到那地,說:刀劍哪,要經過那地,以致我將人與牲畜從其中剪除;
14:18
καὶ οἱ τρεῖς ἄνδρες οὗτοι ἐν μέσῳ αὐτῆς ζῶ ἐγώ λέγει κύριος οὐ μὴ ῥύσωνται υἱοὺς οὐδὲ θυγατέρας αὐτοὶ μόνοι σωθήσονται
though these three men were in it, as I live,” says the Lord Yahweh, “they would deliver neither sons nor daughters, but they only would be delivered themselves.
雖有這三人在其中,主耶和華說:我指着我的永生起誓,他們連兒帶女都不能得救,只能自己得救。
14:19
καὶ θάνατον ἐπαποστείλω ἐπὶ τὴν γῆν ἐκείνην καὶ ἐκχεῶ τὸν θυμόν μου ἐπ’ αὐτὴν ἐν αἵματι τοῦ ἐξολεθρεῦσαι ἐξ αὐτῆς ἄνθρωπον καὶ κτῆνος
“Or if I send a pestilence into that land, and pour out my wrath on it in blood, to cut off from it man and animal—
或者我叫瘟疫流行那地,使我滅命 的忿怒傾在其上,好將人與牲畜從其中剪除;
14:20
καὶ Νωε καὶ Δανιηλ καὶ Ιωβ ἐν μέσῳ αὐτῆς ζῶ ἐγώ λέγει κύριος ἐὰν υἱοὶ θυγατέρες ὑπολειφθῶσιν αὐτοὶ ἐν τῇ δικαιοσύνῃ αὐτῶν ῥύσονται τὰς ψυχὰς αὐτῶν
though Noah, Daniel, and Job, were in it, as I live,” says the Lord Yahweh, “they would deliver neither son nor daughter; they would deliver only their own souls by their righteousness.”
雖有挪亞、但以理、約伯在其中,主耶和華說:我指着我的永生起誓,他們連兒帶女都不能救,只能因他們的義救自己的性命。」
14:21
τάδε λέγει κύριος ἐὰν δὲ καὶ τὰς τέσσαρας ἐκδικήσεις μου τὰς πονηράς ῥομφαίαν καὶ λιμὸν καὶ θηρία πονηρὰ καὶ θάνατον ἐξαποστείλω ἐπὶ Ιερουσαλημ τοῦ ἐξολεθρεῦσαι ἐξ αὐτῆς ἄνθρωπον καὶ κτῆνος
For the Lord Yahweh says: “How much more when I send my four severe judgments on Jerusalem—the sword, the famine, the evil animals, and the pestilence—to cut off from it man and animal!
主耶和華如此說:「我將這四樣大災-就是刀劍、饑荒、惡獸、瘟疫降在耶路撒冷,將人與牲畜從其中剪除,豈不更重嗎?
14:22
καὶ ἰδοὺ ὑπολελειμμένοι ἐν αὐτῇ οἱ ἀνασεσῳσμένοι αὐτῆς οἳ ἐξάγουσιν ἐξ αὐτῆς υἱοὺς καὶ θυγατέρας ἰδοὺ αὐτοὶ ἐκπορεύονται πρὸς ὑμᾶς καὶ ὄψεσθε τὰς ὁδοὺς αὐτῶν καὶ τὰ ἐνθυμήματα αὐτῶν καὶ μεταμεληθήσεσθε ἐπὶ τὰ κακά ἐπήγαγον ἐπὶ Ιερουσαλημ πάντα τὰ κακὰ ἐπήγαγον ἐπ’ αὐτήν
Yet, behold, there will be left a remnant in it that will be carried out, both sons and daughters. Behold, they will come out to you, and you will see their way and their doings. Then you will be comforted concerning the evil that I have brought on Jerusalem, even concerning all that I have brought on it.
然而其中必有剩下的人,他們連兒帶女必帶到你們這裏來,你們看見他們所行所為的,要因我降給耶路撒冷的一切災禍,便得了安慰。
14:23
καὶ παρακαλέσουσιν ὑμᾶς διότι ὄψεσθε τὰς ὁδοὺς αὐτῶν καὶ τὰ ἐνθυμήματα αὐτῶν καὶ ἐπιγνώσεσθε διότι οὐ μάτην πεποίηκα πάντα ὅσα ἐποίησα ἐν αὐτῇ λέγει κύριος
They will comfort you, when you see their way and their doings; then you will know that I have not done all that I have done in it without cause,” says the Lord Yahweh.
你們看見他們所行所為的,得了安慰,就知道我在耶路撒冷中所行的並非無故。這是主耶和華說的。」
← ch. 13ch. 15 →
123456789101112131415161718192021222324252627282930313233343536373839404142434445464748