📜 Verbum
Scripture and the Fathers, read aloud in the original

← All books · Septuagint › Joshua

Joshua 18

Greek original · 28 verses · some words can be tapped for a gloss

← ch. 17ch. 19 →
📖 This chapter exists in 3 other originals — side by side (Hebrew Old Testament, Vulgate, Ge'ez Bible)
18:1
καὶ ἐξεκκλησιάσθη πᾶσα συναγωγὴ υἱῶν Ισραηλ εἰς Σηλω καὶ ἔπηξαν ἐκεῖ τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ γῆ ἐκρατήθη ὑπ’ αὐτῶν
The whole congregation of the children of Israel assembled themselves together at Shiloh, and set up the Tent of Meeting there. The land was subdued before them.
以色列的全會眾都聚集在示羅,把會幕設立在那裏,那地已經被他們制伏了。
18:2
καὶ κατελείφθησαν οἱ υἱοὶ Ισραηλ οἳ οὐκ ἐκληρονόμησαν ἑπτὰ φυλαί
Seven tribes remained among the children of Israel, which had not yet divided their inheritance.
以色列人中其餘的七個支派還沒有分給他們地業。
18:3
καὶ εἶπεν Ἰησοῦς τοῖς υἱοῖς Ισραηλ ἕως τίνος ἐκλυθήσεσθε κληρονομῆσαι τὴν γῆν ἣν ἔδωκεν κύριος θεὸς ἡμῶν
Joshua said to the children of Israel, “How long will you neglect to go in to possess the land, which Yahweh, the God of your fathers, has given you?
約書亞對以色列人說:「耶和華-你們列祖的上帝所賜給你們的地,你們耽延不去得,要到幾時呢?
18:4
δότε ἐξ ὑμῶν τρεῖς ἄνδρας ἐκ φυλῆς καὶ ἀναστάντες διελθέτωσαν τὴν γῆν καὶ διαγραψάτωσαν αὐτὴν ἐναντίον μου καθὰ δεήσει διελεῖν αὐτήν καὶ ἤλθοσαν πρὸς αὐτόν
Appoint for yourselves three men from each tribe. I will send them, and they shall arise, walk through the land, and describe it according to their inheritance; then they shall come to me.
你們每支派當選舉三個人,我要打發他們去,他們就要起身走遍那地,按着各支派應得的地業寫明 ,就回到我這裏來。
18:5
καὶ διεῖλεν αὐτοῖς ἑπτὰ μερίδας Ιουδας στήσεται αὐτοῖς ὅριον ἀπὸ λιβός καὶ οἱ υἱοὶ Ιωσηφ στήσονται αὐτοῖς ἀπὸ βορρᾶ
They shall divide it into seven portions. Judah shall live in his borders on the south, and the house of Joseph shall live in their borders on the north.
他們要將地分做七分;猶大仍在南方,住在他的境內。約瑟家仍在北方,住在他的境內。
18:6
ὑμεῖς δὲ μερίσατε τὴν γῆν ἑπτὰ μερίδας καὶ ἐνέγκατε πρός με ὧδε καὶ ἐξοίσω ὑμῖν κλῆρον ἔναντι κυρίου τοῦ θεοῦ ἡμῶν
You shall survey the land into seven parts, and bring the description here to me; and I will cast lots for you here before Yahweh our God.
你們要將地分做七分,寫明了拿到我這裏來。我要在耶和華-我們上帝面前,為你們拈鬮。
18:7
οὐ γάρ ἐστιν μερὶς τοῖς υἱοῖς Λευι ἐν ὑμῖν ἱερατεία γὰρ κυρίου μερὶς αὐτοῦ καὶ Γαδ καὶ Ρουβην καὶ τὸ ἥμισυ φυλῆς Μανασση ἐλάβοσαν τὴν κληρονομίαν αὐτῶν πέραν τοῦ Ιορδάνου ἐπ’ ἀνατολάς ἣν ἔδωκεν αὐτοῖς Μωυσῆς παῖς κυρίου
However, the Levites have no portion among you; for the priesthood of Yahweh is their inheritance. Gad, Reuben, and the half-tribe of Manasseh have received their inheritance east of the Jordan, which Moses the servant of Yahweh gave them.”
利未人在你們中間沒有分,因為供耶和華祭司的職任就是他們的產業。迦得支派、呂便支派,和瑪拿西半支派已經在約旦河東得了地業,就是耶和華僕人摩西所給他們的。」
18:8
καὶ ἀναστάντες οἱ ἄνδρες ἐπορεύθησαν καὶ ἐνετείλατο Ἰησοῦς τοῖς ἀνδράσιν τοῖς πορευομένοις χωροβατῆσαι τὴν γῆν λέγων πορεύεσθε καὶ χωροβατήσατε τὴν γῆν καὶ παραγενήθητε πρός με καὶ ὧδε ἐξοίσω ὑμῖν κλῆρον ἔναντι κυρίου ἐν Σηλω
The men arose and went. Joshua commanded those who went to survey the land, saying, “Go walk through the land, survey it, and come again to me. I will cast lots for you here before Yahweh in Shiloh.”
劃地勢的人起身去的時候,約書亞囑咐他們說:「你們去走遍那地,劃明地勢,就回到我這裏來。我要在示羅這裏,耶和華面前,為你們拈鬮。」
18:9
καὶ ἐπορεύθησαν καὶ ἐχωροβάτησαν τὴν γῆν καὶ εἴδοσαν αὐτὴν καὶ ἔγραψαν αὐτὴν κατὰ πόλεις αὐτῆς ἑπτὰ μερίδας εἰς βιβλίον καὶ ἤνεγκαν πρὸς Ἰησοῦν
The men went and passed through the land, and surveyed it by cities into seven portions in a book. They came to Joshua to the camp at Shiloh.
他們就去了,走遍那地,按着城邑分做七分,寫在冊子上,回到示羅營中見約書亞。
18:10
καὶ ἐνέβαλεν αὐτοῖς Ἰησοῦς κλῆρον ἐν Σηλω ἔναντι κυρίου
Joshua cast lots for them in Shiloh before Yahweh. There Joshua divided the land to the children of Israel according to their divisions.
約書亞就在示羅,耶和華面前,為他們拈鬮。約書亞在那裏,按着以色列人的支派,將地分給他們。
18:11
καὶ ἐξῆλθεν κλῆρος φυλῆς Βενιαμιν πρῶτος κατὰ δήμους αὐτῶν καὶ ἐξῆλθεν ὅρια τοῦ κλήρου αὐτῶν ἀνὰ μέσον Ιουδα καὶ ἀνὰ μέσον τῶν υἱῶν Ιωσηφ
The lot of the tribe of the children of Benjamin came up according to their families. The border of their lot went out between the children of Judah and the children of Joseph.
便雅憫支派,按着宗族拈鬮所得之地,是在猶大、約瑟子孫中間。
18:12
καὶ ἐγενήθη αὐτῶν τὰ ὅρια ἀπὸ βορρᾶ ἀπὸ τοῦ Ιορδάνου προσαναβήσεται τὰ ὅρια κατὰ νώτου Ιεριχω ἀπὸ βορρᾶ καὶ ἀναβήσεται ἐπὶ τὸ ὄρος ἐπὶ τὴν θάλασσαν καὶ ἔσται αὐτοῦ διέξοδος Μαδβαρῖτις Βαιθων
Their border on the north quarter was from the Jordan. The border went up to the side of Jericho on the north, and went up through the hill country westward. It ended at the wilderness of Beth Aven.
他們的北界是從約旦河起,往上貼近耶利哥的北邊;又往西通過山地,直到伯‧亞文的曠野;
18:13
καὶ διελεύσεται ἐκεῖθεν τὰ ὅρια Λουζα ἐπὶ νώτου Λουζα ἀπὸ λιβός αὕτη ἐστὶν Βαιθηλ καὶ καταβήσεται τὰ ὅρια Μααταρωθορεχ ἐπὶ τὴν ὀρεινήν ἐστιν πρὸς λίβα Βαιθωρων κάτω
The border passed along from there to Luz, to the side of Luz (also called Bethel), southward. The border went down to Ataroth Addar, by the mountain that lies on the south of Beth Horon the lower.
從那裏往南接連到路斯,貼近路斯(路斯就是伯特利),又下到亞他綠‧亞達,靠近下伯‧和崙南邊的山;
18:14
καὶ διελεύσεται τὰ ὅρια καὶ περιελεύσεται ἐπὶ τὸ μέρος τὸ βλέπον παρὰ θάλασσαν ἀπὸ λιβὸς ἀπὸ τοῦ ὄρους ἐπὶ πρόσωπον Βαιθωρων λίβα καὶ ἔσται αὐτοῦ διέξοδος εἰς Καριαθβααλ αὕτη ἐστὶν Καριαθιαριν πόλις υἱῶν Ιουδα τοῦτό ἐστιν τὸ μέρος τὸ πρὸς θάλασσαν
The border extended, and turned around on the west quarter southward, from the mountain that lies before Beth Horon southward; and ended at Kiriath Baal (also called Kiriath Jearim), a city of the children of Judah. This was the west quarter.
從那裏往西,又轉向南,從伯‧和崙南對面的山,直達到猶大人的城基列‧巴力(基列‧巴力就是基列‧耶琳);這是西界。
18:15
καὶ μέρος τὸ πρὸς λίβα ἀπὸ μέρους Καριαθβααλ καὶ διελεύσεται ὅρια εἰς Γασιν ἐπὶ πηγὴν ὕδατος Ναφθω
The south quarter was from the farthest part of Kiriath Jearim. The border went out westward, and went out to the spring of the waters of Nephtoah.
南界是從基列‧耶琳的儘邊起,往西達到尼弗多亞的水源;
18:16
καὶ καταβήσεται τὰ ὅρια ἐπὶ μέρους τοῦ ὄρους ἐστιν κατὰ πρόσωπον νάπης Ονναμ ἐστιν ἐκ μέρους Εμεκραφαϊν ἀπὸ βορρᾶ καὶ καταβήσεται Γαιεννα ἐπὶ νώτου Ιεβουσαι ἀπὸ λιβὸς καὶ καταβήσεται ἐπὶ πηγὴν Ρωγηλ
The border went down to the farthest part of the mountain that lies before the valley of the son of Hinnom, which is in the valley of Rephaim northward. It went down to the valley of Hinnom, to the side of the Jebusite southward, and went down to En Rogel.
又下到欣嫩子谷對面山的儘邊,就是利乏音谷北邊的山;又下到欣嫩谷,貼近耶布斯的南邊;又下到隱‧羅結;
18:17
καὶ διελεύσεται ἐπὶ πηγὴν Βαιθσαμυς καὶ παρελεύσεται ἐπὶ Γαλιλωθ ἐστιν ἀπέναντι πρὸς ἀνάβασιν Αιθαμιν καὶ καταβήσεται ἐπὶ λίθον Βαιων υἱῶν Ρουβην
It extended northward, went out at En Shemesh, and went out to Geliloth, which is opposite the ascent of Adummim. It went down to the stone of Bohan the son of Reuben.
又往北通到隱‧示麥,達到亞都冥坡對面的基利綠;又下到呂便之子波罕的磐石;
18:18
καὶ διελεύσεται κατὰ νώτου Βαιθαραβα ἀπὸ βορρᾶ καὶ καταβήσεται
It passed along to the side opposite the Arabah northward, and went down to the Arabah.
又接連到亞拉巴對面,往北下到亞拉巴;
18:19
ἐπὶ τὰ ὅρια ἐπὶ νώτου Βαιθαγλα ἀπὸ βορρᾶ καὶ ἔσται διέξοδος τῶν ὁρίων ἐπὶ λοφιὰν τῆς θαλάσσης τῶν ἁλῶν ἐπὶ βορρᾶν εἰς μέρος τοῦ Ιορδάνου ἀπὸ λιβός ταῦτα τὰ ὅριά ἐστιν ἀπὸ λιβός
The border passed along to the side of Beth Hoglah northward; and the border ended at the north bay of the Salt Sea, at the south end of the Jordan. This was the south border.
又接連到伯‧曷拉的北邊,直通到鹽海的北汊,就是約旦河的南頭;這是南界。
18:20
καὶ Ιορδάνης ὁριεῖ ἀπὸ μέρους ἀνατολῶν αὕτη κληρονομία υἱῶν Βενιαμιν τὰ ὅρια αὐτῆς κύκλῳ κατὰ δήμους
The Jordan was its border on the east quarter. This was the inheritance of the children of Benjamin, by the borders around it, according to their families.
東界是約旦河。這是便雅憫人按着宗族,照他們四圍的交界所得的地業。
18:21
καὶ ἐγενήθησαν αἱ πόλεις τῶν υἱῶν Βενιαμιν κατὰ δήμους αὐτῶν Ιεριχω καὶ Βαιθεγλιω καὶ Αμεκασις Βηθαγλα καὶ Αμεκκασις
Now the cities of the tribe of the children of Benjamin according to their families were Jericho, Beth Hoglah, Emek Keziz,
便雅憫支派按着宗族所得的城邑就是:耶利哥、伯‧曷拉、伊麥‧基悉、
18:22
καὶ Βαιθαβαρα καὶ Σαρα καὶ Βησανα καὶ Βαιθαραβα καὶ Σεμριμ καὶ Βηθηλ
Beth Arabah, Zemaraim, Bethel,
伯‧亞拉巴、洗瑪臉、伯特利、
18:23
καὶ Αιιν καὶ Φαρα καὶ Εφραθα καὶ Αυιμ καὶ Αφαρ καὶ Αφρα
Avvim, Parah, Ophrah,
亞文、巴拉、俄弗拉、
18:24
καὶ Καραφα καὶ Κεφιρα καὶ Μονι καὶ Γαβαα πόλεις δέκα δύο καὶ αἱ κῶμαι αὐτῶν καὶ Αικαρεν καὶ Καφηραμμιν καὶ Γαβαα πόλεις δώδεκα καὶ αἱ κῶμαι αὐτῶν
Chephar Ammoni, Ophni, and Geba; twelve cities with their villages.
基法‧阿摩尼、俄弗尼、迦巴,共十二座城,還有屬城的村莊;
18:25
Γαβαων καὶ Ραμα καὶ Βεηρωθα Γαβαων καὶ Ραμα καὶ Βηρωθ
Gibeon, Ramah, Beeroth,
又有基遍、拉瑪、比錄、
18:26
καὶ Μασσημα καὶ Μιρων καὶ Αμωκη καὶ Μασφα καὶ Χεφιρα καὶ Αμωσα
Mizpeh, Chephirah, Mozah,
米斯巴、基非拉、摩撒、
18:27
καὶ Φιρα καὶ Καφαν καὶ Νακαν καὶ Σεληκαν καὶ Θαρεηλα καὶ Ρεκεμ καὶ Ιερφαηλ καὶ Θαραλα
Rekem, Irpeel, Taralah,
利堅、伊利毗勒、他拉拉、
18:28
καὶ Ιεβους αὕτη ἐστὶν Ιερουσαλημ καὶ πόλεις καὶ Γαβαωθιαριμ πόλεις τρεῖς καὶ δέκα καὶ αἱ κῶμαι αὐτῶν αὕτη κληρονομία υἱῶν Βενιαμιν κατὰ δήμους αὐτῶν καὶ Σηλαλεφ καὶ Ιεβους αὕτη ἐστὶν Ιερουσαλημ καὶ Γαβααθ καὶ πόλις Ιαριμ πόλεις δέκα τρεῖς καὶ αἱ κῶμαι αὐτῶν αὕτη κληρονομία υἱῶν Βενιαμιν κατὰ δήμους αὐτῶν
Zelah, Eleph, the Jebusite (also called Jerusalem), Gibeath, and Kiriath; fourteen cities with their villages. This is the inheritance of the children of Benjamin according to their families.
洗拉、以利弗、耶布斯(耶布斯就是耶路撒冷)、基比亞、基列,共十四座城,還有屬城的村莊。這是便雅憫人按着宗族所得的地業。
← ch. 17ch. 19 →
123456789101112131415161718192021222324