📜 Verbum
Scripture and the Fathers, read aloud in the original

← All books · Septuagint › Joshua

Joshua 16

Greek original · 10 verses · some words can be tapped for a gloss

← ch. 15ch. 17 →
📖 This chapter exists in 3 other originals — side by side (Hebrew Old Testament, Vulgate, Ge'ez Bible)
16:1
καὶ ἐγένετο τὰ ὅρια υἱῶν Ιωσηφ ἀπὸ τοῦ Ιορδάνου τοῦ κατὰ Ιεριχω ἀπ’ ἀνατολῶν καὶ ἀναβήσεται ἀπὸ Ιεριχω εἰς τὴν ὀρεινὴν τὴν ἔρημον εἰς Βαιθηλ Λουζα
The lot came out for the children of Joseph from the Jordan at Jericho, at the waters of Jericho on the east, even the wilderness, going up from Jericho through the hill country to Bethel.
約瑟的子孫拈鬮所得之地是從靠近耶利哥的約旦河起,以耶利哥東邊的水為界:從耶利哥上去,通過山地的曠野,到伯特利;
16:2
καὶ ἐξελεύσεται εἰς Βαιθηλ καὶ παρελεύσεται ἐπὶ τὰ ὅρια τοῦ Χαταρωθι
It went out from Bethel to Luz, and passed along to the border of the Archites to Ataroth;
又從伯特利到路斯,接連到亞基人的境界,至亞他綠;
16:3
καὶ διελεύσεται ἐπὶ τὴν θάλασσαν ἐπὶ τὰ ὅρια Απταλιμ ἕως τῶν ὁρίων Βαιθωρων τὴν κάτω καὶ ἔσται διέξοδος αὐτῶν ἐπὶ τὴν θάλασσαν
and it went down westward to the border of the Japhletites, to the border of Beth Horon the lower, and on to Gezer; and ended at the sea.
又往西下到押利提人的境界,到下伯‧和崙的境界,直到基色,通到海為止。
16:4
καὶ ἐκληρονόμησαν οἱ υἱοὶ Ιωσηφ Εφραιμ καὶ Μανασση
The children of Joseph, Manasseh and Ephraim, took their inheritance.
約瑟的兒子瑪拿西、以法蓮就得了他們的地業。
16:5
καὶ ἐγενήθη ὅρια υἱῶν Εφραιμ κατὰ δήμους αὐτῶν καὶ ἐγενήθη τὰ ὅρια τῆς κληρονομίας αὐτῶν ἀπὸ ἀνατολῶν Αταρωθ καὶ Εροκ ἕως Βαιθωρων τὴν ἄνω καὶ Γαζαρα
This was the border of the children of Ephraim according to their families. The border of their inheritance eastward was Ataroth Addar, to Beth Horon the upper.
以法蓮子孫的境界,按着宗族所得的,記在下面:他們地業的東界是亞他綠‧亞達到上伯‧和崙;
16:6
καὶ διελεύσεται τὰ ὅρια ἐπὶ τὴν θάλασσαν εἰς Ικασμων ἀπὸ βορρᾶ Θερμα περιελεύσεται ἐπὶ ἀνατολὰς εἰς Θηνασα καὶ Σελλησα καὶ παρελεύσεται ἀπ’ ἀνατολῶν εἰς Ιανωκα
The border went out westward at Michmethath on the north. The border turned about eastward to Taanath Shiloh, and passed along it on the east of Janoah.
往西通到北邊的密米他,又向東繞到他納‧示羅,又接連到雅挪哈的東邊;
16:7
καὶ εἰς Μαχω καὶ Αταρωθ καὶ αἱ κῶμαι αὐτῶν καὶ ἐλεύσεται ἐπὶ Ιεριχω καὶ διεκβαλεῖ ἐπὶ τὸν Ιορδάνην
It went down from Janoah to Ataroth, to Naarah, reached to Jericho, and went out at the Jordan.
從雅挪哈下到亞他綠,又到拿拉,達到耶利哥,通到約旦河為止;
16:8
καὶ ἀπὸ Ταφου πορεύσεται τὰ ὅρια ἐπὶ θάλασσαν ἐπὶ Χελκανα καὶ ἔσται διέξοδος αὐτῶν ἐπὶ θάλασσαν αὕτη κληρονομία φυλῆς Εφραιμ κατὰ δήμους αὐτῶν
From Tappuah the border went along westward to the brook of Kanah; and ended at the sea. This is the inheritance of the tribe of the children of Ephraim according to their families;
從他普亞往西,到加拿河,直通到海為止。這就是以法蓮支派按着宗族所得的地業。
16:9
καὶ αἱ πόλεις αἱ ἀφορισθεῖσαι τοῖς υἱοῖς Εφραιμ ἀνὰ μέσον τῆς κληρονομίας υἱῶν Μανασση πᾶσαι αἱ πόλεις καὶ αἱ κῶμαι αὐτῶν
together with the cities which were set apart for the children of Ephraim in the middle of the inheritance of the children of Manasseh, all the cities with their villages.
另外在瑪拿西人地業中得了些城邑和屬城的村莊。這都是分給以法蓮子孫的。
16:10
καὶ οὐκ ἀπώλεσεν Εφραιμ τὸν Χαναναῖον τὸν κατοικοῦντα ἐν Γαζερ καὶ κατῴκει Χαναναῖος ἐν τῷ Εφραιμ ἕως τῆς ἡμέρας ταύτης ἕως ἀνέβη Φαραω βασιλεὺς Αἰγύπτου καὶ ἔλαβεν αὐτὴν καὶ ἐνέπρησεν αὐτὴν ἐν πυρί καὶ τοὺς Χαναναίους καὶ τοὺς Φερεζαίους καὶ τοὺς κατοικοῦντας ἐν Γαζερ ἐξεκέντησαν καὶ ἔδωκεν αὐτὴν Φαραω ἐν φερνῇ τῇ θυγατρὶ αὐτοῦ
They didn’t drive out the Canaanites who lived in Gezer; but the Canaanites dwell in the territory of Ephraim to this day, and have become servants to do forced labor.
他們沒有趕出住基色的迦南人;迦南人卻住在以法蓮人中間,成為做苦工的僕人,直到今日。
← ch. 15ch. 17 →
123456789101112131415161718192021222324