📜 Verbum
Scripture and the Fathers, read aloud in the original

← All books · Septuagint › Joshua

Joshua 24

Greek original · 33 verses · some words can be tapped for a gloss

← ch. 23
📖 This chapter exists in 3 other originals — side by side (Hebrew Old Testament, Vulgate, Ge'ez Bible)
24:1
καὶ συνήγαγεν Ἰησοῦς πάσας φυλὰς Ισραηλ εἰς Σηλω καὶ συνεκάλεσεν τοὺς πρεσβυτέρους αὐτῶν καὶ τοὺς γραμματεῖς αὐτῶν καὶ τοὺς δικαστὰς αὐτῶν καὶ ἔστησεν αὐτοὺς ἀπέναντι τοῦ θεοῦ
Joshua gathered all the tribes of Israel to Shechem, and called for the elders of Israel, for their heads, for their judges, and for their officers; and they presented themselves before God.
約書亞將以色列的眾支派聚集在示劍,召了以色列的長老、族長、審判官,並官長來,他們就站在上帝面前。
24:2
καὶ εἶπεν Ἰησοῦς πρὸς πάντα τὸν λαόν τάδε λέγει κύριος θεὸς Ισραηλ πέραν τοῦ ποταμοῦ κατῴκησαν οἱ πατέρες ὑμῶν τὸ ἀπ’ ἀρχῆς Θαρα πατὴρ Αβρααμ καὶ πατὴρ Ναχωρ καὶ ἐλάτρευσαν θεοῖς ἑτέροις
Joshua said to all the people, “Yahweh, the God of Israel, says, ‘Your fathers lived of old time beyond the River, even Terah, the father of Abraham, and the father of Nahor. They served other gods.
約書亞對眾民說:「耶和華-以色列的上帝如此說:『古時你們的列祖,就是亞伯拉罕和拿鶴的父親他拉,住在大河那邊事奉別神,
24:3
καὶ ἔλαβον τὸν πατέρα ὑμῶν τὸν Αβρααμ ἐκ τοῦ πέραν τοῦ ποταμοῦ καὶ ὡδήγησα αὐτὸν ἐν πάσῃ τῇ γῇ καὶ ἐπλήθυνα αὐτοῦ σπέρμα καὶ ἔδωκα αὐτῷ τὸν Ισαακ
I took your father Abraham from beyond the River, and led him throughout all the land of Canaan, and multiplied his offspring, and gave him Isaac.
我將你們的祖宗亞伯拉罕從大河那邊帶來,領他走遍迦南全地,又使他的子孫眾多,把以撒賜給他;
24:4
καὶ τῷ Ισαακ τὸν Ιακωβ καὶ τὸν Ησαυ καὶ ἔδωκα τῷ Ησαυ τὸ ὄρος τὸ Σηιρ κληρονομῆσαι αὐτῷ καὶ Ιακωβ καὶ οἱ υἱοὶ αὐτοῦ κατέβησαν εἰς Αἴγυπτον καὶ ἐγένοντο ἐκεῖ εἰς ἔθνος μέγα καὶ πολὺ καὶ κραταιόν
I gave to Isaac Jacob and Esau: and I gave to Esau Mount Seir, to possess it. Jacob and his children went down into Egypt.
又把雅各和以掃賜給以撒,將西珥山賜給以掃為業;後來雅各和他的子孫下到埃及去了。
24:5
καὶ ἐκάκωσαν αὐτοὺς οἱ Αἰγύπτιοι καὶ ἐπάταξεν κύριος τὴν Αἴγυπτον ἐν οἷς ἐποίησεν αὐτοῖς καὶ μετὰ ταῦτα ἐξήγαγεν ὑμᾶς
“‘I sent Moses and Aaron, and I plagued Egypt, according to that which I did among them: and afterward I brought you out.
我差遣摩西、亞倫,並照我在埃及中所行的降災與埃及,然後把你們領出來。
24:6
ἐξ Αἰγύπτου καὶ εἰσήλθατε εἰς τὴν θάλασσαν τὴν ἐρυθράν καὶ κατεδίωξαν οἱ Αἰγύπτιοι ὀπίσω τῶν πατέρων ὑμῶν ἐν ἅρμασιν καὶ ἐν ἵπποις εἰς τὴν θάλασσαν τὴν ἐρυθράν
I brought your fathers out of Egypt: and you came to the sea. The Egyptians pursued your fathers with chariots and with horsemen to the Red Sea.
我領你們列祖出埃及,他們就到了紅海;埃及人帶領車輛馬兵追趕你們列祖到紅海。
24:7
καὶ ἀνεβοήσαμεν πρὸς κύριον καὶ ἔδωκεν νεφέλην καὶ γνόφον ἀνὰ μέσον ἡμῶν καὶ ἀνὰ μέσον τῶν Αἰγυπτίων καὶ ἐπήγαγεν ἐπ’ αὐτοὺς τὴν θάλασσαν καὶ ἐκάλυψεν αὐτούς καὶ εἴδοσαν οἱ ὀφθαλμοὶ ὑμῶν ὅσα ἐποίησεν κύριος ἐν γῇ Αἰγύπτῳ καὶ ἦτε ἐν τῇ ἐρήμῳ ἡμέρας πλείους
When they cried out to Yahweh, he put darkness between you and the Egyptians, and brought the sea on them, and covered them; and your eyes saw what I did in Egypt. You lived in the wilderness many days.
你們列祖哀求耶和華,他就使你們和埃及人中間黑暗了,又使海水淹沒埃及人。我在埃及所行的事,你們親眼見過。你們在曠野也住了許多年日。
24:8
καὶ ἤγαγεν ὑμᾶς εἰς γῆν Αμορραίων τῶν κατοικούντων πέραν τοῦ Ιορδάνου καὶ παρετάξαντο ὑμῖν καὶ παρέδωκεν αὐτοὺς κύριος εἰς τὰς χεῖρας ὑμῶν καὶ κατεκληρονομήσατε τὴν γῆν αὐτῶν καὶ ἐξωλεθρεύσατε αὐτοὺς ἀπὸ προσώπου ὑμῶν
“‘I brought you into the land of the Amorites, that lived beyond the Jordan. They fought with you, and I gave them into your hand. You possessed their land, and I destroyed them from before you.
我領你們到約旦河東亞摩利人所住之地。他們與你們爭戰,我將他們交在你們手中,你們便得了他們的地為業;我也在你們面前將他們滅絕。
24:9
καὶ ἀνέστη Βαλακ τοῦ Σεπφωρ βασιλεὺς Μωαβ καὶ παρετάξατο τῷ Ισραηλ καὶ ἀποστείλας ἐκάλεσεν τὸν Βαλααμ ἀράσασθαι ὑμῖν
Then Balak the son of Zippor, king of Moab, arose and fought against Israel. He sent and called Balaam the son of Beor to curse you,
那時,摩押王西撥的兒子巴勒起來攻擊以色列人,打發人召了比珥的兒子巴蘭來咒詛你們。
24:10
καὶ οὐκ ἠθέλησεν κύριος θεός σου ἀπολέσαι σε καὶ εὐλογίαν εὐλόγησεν ὑμᾶς καὶ ἐξείλατο ὑμᾶς ἐκ χειρῶν αὐτῶν καὶ παρέδωκεν αὐτούς
but I would not listen to Balaam; therefore he blessed you still. So I delivered you out of his hand.
我不肯聽巴蘭的話,所以他倒為你們連連祝福。這樣,我便救你們脫離巴勒的手。
24:11
καὶ διέβητε τὸν Ιορδάνην καὶ παρεγενήθητε εἰς Ιεριχω καὶ ἐπολέμησαν πρὸς ὑμᾶς οἱ κατοικοῦντες Ιεριχω Αμορραῖος καὶ Χαναναῖος καὶ Φερεζαῖος καὶ Ευαῖος καὶ Ιεβουσαῖος καὶ Χετταῖος καὶ Γεργεσαῖος καὶ παρέδωκεν αὐτοὺς κύριος εἰς τὰς χεῖρας ὑμῶν
“‘You went over the Jordan, and came to Jericho. The men of Jericho fought against you, the Amorite, the Perizzite, the Canaanite, the Hittite, the Girgashite, the Hivite, and the Jebusite; and I delivered them into your hand.
你們過了約旦河,到了耶利哥;耶利哥人、亞摩利人、比利洗人、迦南人、赫人、革迦撒人、希未人、耶布斯人都與你們爭戰;我把他們交在你們手裏。
24:12
καὶ ἐξαπέστειλεν προτέραν ὑμῶν τὴν σφηκιάν καὶ ἐξέβαλεν αὐτοὺς ἀπὸ προσώπου ὑμῶν δώδεκα βασιλεῖς τῶν Αμορραίων οὐκ ἐν τῇ ῥομφαίᾳ σου οὐδὲ ἐν τῷ τόξῳ σου
I sent the hornet before you, which drove them out from before you, even the two kings of the Amorites; not with your sword, nor with your bow.
我打發黃蜂飛在你們前面,將亞摩利人的二王從你們面前攆出,並不是用你的刀,也不是用你的弓。
24:13
καὶ ἔδωκεν ὑμῖν γῆν ἐφ’ ἣν οὐκ ἐκοπιάσατε ἐπ’ αὐτῆς καὶ πόλεις ἃς οὐκ ᾠκοδομήσατε καὶ κατῳκίσθητε ἐν αὐταῖς καὶ ἀμπελῶνας καὶ ἐλαιῶνας οὓς οὐκ ἐφυτεύσατε ὑμεῖς ἔδεσθε
I gave you a land on which you had not labored, and cities which you didn’t build, and you live in them. You eat of vineyards and olive groves which you didn’t plant.’
我賜給你們地土,非你們所修治的;我賜給你們城邑,非你們所建造的。你們就住在其中,又得吃非你們所栽種的葡萄園、橄欖園的果子。』
24:14
καὶ νῦν φοβήθητε κύριον καὶ λατρεύσατε αὐτῷ ἐν εὐθύτητι καὶ ἐν δικαιοσύνῃ καὶ περιέλεσθε τοὺς θεοὺς τοὺς ἀλλοτρίους οἷς ἐλάτρευσαν οἱ πατέρες ὑμῶν ἐν τῷ πέραν τοῦ ποταμοῦ καὶ ἐν Αἰγύπτῳ καὶ λατρεύετε κυρίῳ
“Now therefore fear Yahweh, and serve him in sincerity and in truth. Put away the gods which your fathers served beyond the River, in Egypt; and serve Yahweh.
「現在你們要敬畏耶和華,誠心實意地事奉他,將你們列祖在大河那邊和在埃及所事奉的神除掉,去事奉耶和華。
24:15
εἰ δὲ μὴ ἀρέσκει ὑμῖν λατρεύειν κυρίῳ ἕλεσθε ὑμῖν ἑαυτοῖς σήμερον τίνι λατρεύσητε εἴτε τοῖς θεοῖς τῶν πατέρων ὑμῶν τοῖς ἐν τῷ πέραν τοῦ ποταμοῦ εἴτε τοῖς θεοῖς τῶν Αμορραίων ἐν οἷς ὑμεῖς κατοικεῖτε ἐπὶ τῆς γῆς αὐτῶν ἐγὼ δὲ καὶ οἰκία μου λατρεύσομεν κυρίῳ ὅτι ἅγιός ἐστιν
If it seems evil to you to serve Yahweh, choose today whom you will serve; whether the gods which your fathers served that were beyond the River, or the gods of the Amorites, in whose land you dwell; but as for me and my house, we will serve Yahweh.”
若是你們以事奉耶和華為不好,今日就可以選擇所要事奉的:是你們列祖在大河那邊所事奉的神呢?是你們所住這地的亞摩利人的神呢?至於我和我家,我們必定事奉耶和華。」
24:16
καὶ ἀποκριθεὶς λαὸς εἶπεν μὴ γένοιτο ἡμῖν καταλιπεῖν κύριον ὥστε λατρεύειν θεοῖς ἑτέροις
The people answered, “Far be it from us that we should forsake Yahweh, to serve other gods;
百姓回答說:「我們斷不敢離棄耶和華去事奉別神;
24:17
κύριος θεὸς ἡμῶν αὐτὸς θεός ἐστιν αὐτὸς ἀνήγαγεν ἡμᾶς καὶ τοὺς πατέρας ἡμῶν ἐξ Αἰγύπτου καὶ διεφύλαξεν ἡμᾶς ἐν πάσῃ τῇ ὁδῷ ἐπορεύθημεν ἐν αὐτῇ καὶ ἐν πᾶσιν τοῖς ἔθνεσιν οὓς παρήλθομεν δῑ αὐτῶν
for it is Yahweh our God who brought us and our fathers up out of the land of Egypt, from the house of bondage, and who did those great signs in our sight, and preserved us in all the way in which we went, and among all the peoples through the middle of whom we passed.
因耶和華-我們的上帝曾將我們和我們列祖從埃及地的為奴之家領出來,在我們眼前行了那些大神蹟,在我們所行的道上,所經過的諸國,都保護了我們。
24:18
καὶ ἐξέβαλεν κύριος τὸν Αμορραῖον καὶ πάντα τὰ ἔθνη τὰ κατοικοῦντα τὴν γῆν ἀπὸ προσώπου ἡμῶν ἀλλὰ καὶ ἡμεῖς λατρεύσομεν κυρίῳ οὗτος γὰρ θεὸς ἡμῶν ἐστιν
Yahweh drove out from before us all the peoples, even the Amorites who lived in the land. Therefore we also will serve Yahweh; for he is our God.”
耶和華又把住此地的亞摩利人都從我們面前趕出去。所以,我們必事奉耶和華,因為他是我們的上帝。」
24:19
καὶ εἶπεν Ἰησοῦς πρὸς τὸν λαόν οὐ μὴ δύνησθε λατρεύειν κυρίῳ ὅτι θεὸς ἅγιός ἐστιν καὶ ζηλώσας οὗτος οὐκ ἀνήσει ὑμῶν τὰ ἁμαρτήματα καὶ τὰ ἀνομήματα ὑμῶν
Joshua said to the people, “You can’t serve Yahweh, for he is a holy God. He is a jealous God. He will not forgive your disobedience nor your sins.
約書亞對百姓說:「你們不能事奉耶和華;因為他是聖潔的上帝,是忌邪的上帝,必不赦免你們的過犯罪惡。
24:20
ἡνίκα ἐὰν ἐγκαταλίπητε κύριον καὶ λατρεύσητε θεοῖς ἑτέροις καὶ ἐπελθὼν κακώσει ὑμᾶς καὶ ἐξαναλώσει ὑμᾶς ἀνθ’ ὧν εὖ ἐποίησεν ὑμᾶς
If you forsake Yahweh, and serve foreign gods, then he will turn and do you evil, and consume you, after he has done you good.”
你們若離棄耶和華去事奉外邦神,耶和華在降福之後,必轉而降禍與你們,把你們滅絕。」
24:21
καὶ εἶπεν λαὸς πρὸς Ἰησοῦν οὐχί ἀλλὰ κυρίῳ λατρεύσομεν
The people said to Joshua, “No, but we will serve Yahweh.”
百姓回答約書亞說:「不然,我們定要事奉耶和華。」
24:22
καὶ εἶπεν Ἰησοῦς πρὸς τὸν λαόν μάρτυρες ὑμεῖς καθ’ ὑμῶν ὅτι ὑμεῖς ἐξελέξασθε κύριον λατρεύειν αὐτῷ
Joshua said to the people, “You are witnesses against yourselves that you have chosen Yahweh yourselves, to serve him.” They said, “We are witnesses.”
約書亞對百姓說:「你們選定耶和華,要事奉他,你們自己作見證吧!」他們說:「我們願意作見證。」
24:23
καὶ νῦν περιέλεσθε τοὺς θεοὺς τοὺς ἀλλοτρίους τοὺς ἐν ὑμῖν καὶ εὐθύνατε τὴν καρδίαν ὑμῶν πρὸς κύριον θεὸν Ισραηλ
“Now therefore put away the foreign gods which are among you, and incline your heart to Yahweh, the God of Israel.”
約書亞說:「你們現在要除掉你們中間的外邦神,專心歸向耶和華-以色列的上帝。」
24:24
καὶ εἶπεν λαὸς πρὸς Ἰησοῦν κυρίῳ λατρεύσομεν καὶ τῆς φωνῆς αὐτοῦ ἀκουσόμεθα
The people said to Joshua, “We will serve Yahweh our God, and we will listen to his voice.”
百姓回答約書亞說:「我們必事奉耶和華-我們的上帝,聽從他的話。」
24:25
καὶ διέθετο Ἰησοῦς διαθήκην πρὸς τὸν λαὸν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἔδωκεν αὐτῷ νόμον καὶ κρίσιν ἐν Σηλω ἐνώπιον τῆς σκηνῆς τοῦ θεοῦ Ισραηλ
So Joshua made a covenant with the people that day, and made for them a statute and an ordinance in Shechem.
當日,約書亞就與百姓立約,在示劍為他們立定律例典章。
24:26
καὶ ἔγραψεν τὰ ῥήματα ταῦτα εἰς βιβλίον νόμον τοῦ θεοῦ καὶ ἔλαβεν λίθον μέγαν καὶ ἔστησεν αὐτὸν Ἰησοῦς ὑπὸ τὴν τερέμινθον ἀπέναντι κυρίου
Joshua wrote these words in the book of the law of God; and he took a great stone, and set it up there under the oak that was by the sanctuary of Yahweh.
約書亞將這些話都寫在上帝的律法書上,又將一塊大石頭立在橡樹下耶和華的聖所旁邊。
24:27
καὶ εἶπεν Ἰησοῦς πρὸς τὸν λαόν ἰδοὺ λίθος οὗτος ἔσται ἐν ὑμῖν εἰς μαρτύριον ὅτι αὐτὸς ἀκήκοεν πάντα τὰ λεχθέντα αὐτῷ ὑπὸ κυρίου τι ἐλάλησεν πρὸς ἡμᾶς σήμερον καὶ ἔσται οὗτος ἐν ὑμῖν εἰς μαρτύριον ἐπ’ ἐσχάτων τῶν ἡμερῶν ἡνίκα ἐὰν ψεύσησθε κυρίῳ τῷ θεῷ μου
Joshua said to all the people, “Behold, this stone shall be a witness against us, for it has heard all Yahweh’s words which he spoke to us. It shall be therefore a witness against you, lest you deny your God.”
約書亞對百姓說:「看哪,這石頭可以向我們作見證;因為是聽見了耶和華所吩咐我們的一切話,倘或你們背棄你們的上帝,這石頭就可以向你們作見證 。」
24:28
καὶ ἀπέστειλεν Ἰησοῦς τὸν λαόν καὶ ἐπορεύθησαν ἕκαστος εἰς τὸν τόπον αὐτοῦ
So Joshua sent the people away, each to his own inheritance.
於是約書亞打發百姓各歸自己的地業去了。
24:29
καὶ ἐλάτρευσεν Ισραηλ τῷ κυρίῳ πάσας τὰς ἡμέρας Ἰησοῦ καὶ πάσας τὰς ἡμέρας τῶν πρεσβυτέρων ὅσοι ἐφείλκυσαν τὸν χρόνον μετὰ Ἰησοῦ καὶ ὅσοι εἴδοσαν πάντα τὰ ἔργα κυρίου ὅσα ἐποίησεν τῷ Ισραηλ
After these things, Joshua the son of Nun, the servant of Yahweh, died, being one hundred ten years old.
這些事以後,耶和華的僕人嫩的兒子約書亞,正一百一十歲,就死了。
24:30
καὶ ἐγένετο μετ’ ἐκεῖνα καὶ ἀπέθανεν Ἰησοῦς υἱὸς Ναυη δοῦλος κυρίου ἑκατὸν δέκα ἐτῶν
They buried him in the border of his inheritance in Timnathserah, which is in the hill country of Ephraim, on the north of the mountain of Gaash.
以色列人將他葬在他地業的境內,就是在以法蓮山地的亭拿‧西拉,在迦實山的北邊。
24:31
καὶ ἔθαψαν αὐτὸν πρὸς τοῖς ὁρίοις τοῦ κλήρου αὐτοῦ ἐν Θαμναθασαχαρα ἐν τῷ ὄρει τῷ Εφραιμ ἀπὸ βορρᾶ τοῦ ὄρους Γαας ἐκεῖ ἔθηκαν μετ’ αὐτοῦ εἰς τὸ μνῆμα εἰς ἔθαψαν αὐτὸν ἐκεῖ τὰς μαχαίρας τὰς πετρίνας ἐν αἷς περιέτεμεν τοὺς υἱοὺς Ισραηλ ἐν Γαλγαλοις ὅτε ἐξήγαγεν αὐτοὺς ἐξ Αἰγύπτου καθὰ συνέταξεν αὐτοῖς κύριος καὶ ἐκεῖ εἰσιν ἕως τῆς σήμερον ἡμέρας
Israel served Yahweh all the days of Joshua, and all the days of the elders who outlived Joshua, and had known all the work of Yahweh, that he had worked for Israel.
約書亞在世和約書亞死後,那些知道耶和華為以色列人所行諸事的長老還在的時候,以色列人事奉耶和華。
24:32
καὶ τὰ ὀστᾶ Ιωσηφ ἀνήγαγον οἱ υἱοὶ Ισραηλ ἐξ Αἰγύπτου καὶ κατώρυξαν ἐν Σικιμοις ἐν τῇ μερίδι τοῦ ἀγροῦ οὗ ἐκτήσατο Ιακωβ παρὰ τῶν Αμορραίων τῶν κατοικούντων ἐν Σικιμοις ἀμνάδων ἑκατὸν καὶ ἔδωκεν αὐτὴν Ιωσηφ ἐν μερίδι
They buried the bones of Joseph, which the children of Israel brought up out of Egypt, in Shechem, in the parcel of ground which Jacob bought from the sons of Hamor the father of Shechem for a hundred pieces of silver. They became the inheritance of the children of Joseph.
以色列人從埃及所帶來約瑟的骸骨,葬埋在示劍,就是在雅各從前用一百塊銀子向示劍的父親、哈抹的子孫所買的那塊地裏;這就作了約瑟子孫的產業。
24:33
καὶ ἐγένετο μετὰ ταῦτα καὶ Ελεαζαρ υἱὸς Ααρων ἀρχιερεὺς ἐτελεύτησεν καὶ ἐτάφη ἐν Γαβααθ Φινεες τοῦ υἱοῦ αὐτοῦ ἣν ἔδωκεν αὐτῷ ἐν τῷ ὄρει τῷ Εφραιμ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ λαβόντες οἱ υἱοὶ Ισραηλ τὴν κιβωτὸν τοῦ θεοῦ περιεφέροσαν ἐν ἑαυτοῖς καὶ Φινεες ἱεράτευσεν ἀντὶ Ελεαζαρ τοῦ πατρὸς αὐτοῦ ἕως ἀπέθανεν καὶ κατωρύγη ἐν Γαβααθ τῇ ἑαυτοῦ οἱ δὲ υἱοὶ Ισραηλ ἀπήλθοσαν ἕκαστος εἰς τὸν τόπον αὐτῶν καὶ εἰς τὴν ἑαυτῶν πόλιν καὶ ἐσέβοντο οἱ υἱοὶ Ισραηλ τὴν Ἀστάρτην καὶ Ασταρωθ καὶ τοὺς θεοὺς τῶν ἐθνῶν τῶν κύκλῳ αὐτῶν καὶ παρέδωκεν αὐτοὺς κύριος εἰς χεῖρας Εγλωμ τῷ βασιλεῖ Μωαβ καὶ ἐκυρίευσεν αὐτῶν ἔτη δέκα ὀκτώ
Eleazar the son of Aaron died. They buried him in the hill of Phinehas his son, which was given him in the hill country of Ephraim.
亞倫的兒子以利亞撒也死了,就把他葬在他兒子非尼哈所得以法蓮山地的小山上。
← ch. 23
123456789101112131415161718192021222324