📜 Verbum
Scripture and the Fathers, read aloud in the original

← All books · Septuagint › Joshua

Joshua 6

Greek original · 26 verses · some words can be tapped for a gloss

← ch. 5ch. 7 →
📖 This chapter exists in 3 other originals — side by side (Hebrew Old Testament, Vulgate, Ge'ez Bible)
6:1
καὶ Ιεριχω συγκεκλεισμένη καὶ ὠχυρωμένη καὶ οὐθεὶς ἐξεπορεύετο ἐξ αὐτῆς οὐδὲ εἰσεπορεύετο
Now Jericho was tightly shut up because of the children of Israel. No one went out, and no one came in.
耶利哥的城門因以色列人就關得嚴緊,無人出入。
6:2
καὶ εἶπεν κύριος πρὸς Ἰησοῦν ἰδοὺ ἐγὼ παραδίδωμι ὑποχείριόν σου τὴν Ιεριχω καὶ τὸν βασιλέα αὐτῆς τὸν ἐν αὐτῇ δυνατοὺς ὄντας ἐν ἰσχύι
Yahweh said to Joshua, “Behold, I have given Jericho into your hand, with its king and the mighty men of valor.
耶和華曉諭約書亞說:「看哪,我已經把耶利哥和耶利哥的王,並大能的勇士,都交在你手中。
6:3
σὺ δὲ περίστησον αὐτῇ τοὺς μαχίμους κύκλῳ
All of your men of war shall march around the city, going around the city once. You shall do this six days.
你們的一切兵丁要圍繞這城,一日圍繞一次,六日都要這樣行。
6:5
καὶ ἔσται ὡς ἂν σαλπίσητε τῇ σάλπιγγι ἀνακραγέτω πᾶς λαὸς ἅμα καὶ ἀνακραγόντων αὐτῶν πεσεῖται αὐτόματα τὰ τείχη τῆς πόλεως καὶ εἰσελεύσεται πᾶς λαὸς ὁρμήσας ἕκαστος κατὰ πρόσωπον εἰς τὴν πόλιν
It shall be that when they make a long blast with the ram’s horn, and when you hear the sound of the trumpet, all the people shall shout with a great shout; then the city wall will fall down flat, and the people shall go up, every man straight in front of him.”
他們吹的角聲拖長,你們聽見角聲,眾百姓要大聲呼喊,城牆就必塌陷,各人都要往前直上。」
6:6
καὶ εἰσῆλθεν Ἰησοῦς τοῦ Ναυη πρὸς τοὺς ἱερεῖς
Joshua the son of Nun called the priests, and said to them, “Take up the ark of the covenant, and let seven priests bear seven trumpets of rams’ horns before Yahweh’s ark.”
嫩的兒子約書亞召了祭司來,吩咐他們說:「你們抬起約櫃來,要有七個祭司拿七個羊角走在耶和華的約櫃前」;
6:7
καὶ εἶπεν αὐτοῖς λέγων παραγγείλατε τῷ λαῷ περιελθεῖν καὶ κυκλῶσαι τὴν πόλιν καὶ οἱ μάχιμοι παραπορευέσθωσαν ἐνωπλισμένοι ἐναντίον κυρίου
They said to the people, “Advance! March around the city, and let the armed men pass on before Yahweh’s ark.”
又對百姓說:「你們前去繞城,帶兵器的要走在耶和華的約櫃前。」
6:8
καὶ ἑπτὰ ἱερεῖς ἔχοντες ἑπτὰ σάλπιγγας ἱερὰς παρελθέτωσαν ὡσαύτως ἐναντίον τοῦ κυρίου καὶ σημαινέτωσαν εὐτόνως καὶ κιβωτὸς τῆς διαθήκης κυρίου ἐπακολουθείτω
It was so, that when Joshua had spoken to the people, the seven priests bearing the seven trumpets of rams’ horns before Yahweh advanced and blew the trumpets, and the ark of Yahweh’s covenant followed them.
約書亞對百姓說完了話,七個祭司拿七個羊角走在耶和華面前吹角;耶和華的約櫃在他們後面跟隨。
6:9
οἱ δὲ μάχιμοι ἔμπροσθεν παραπορευέσθωσαν καὶ οἱ ἱερεῖς οἱ οὐραγοῦντες ὀπίσω τῆς κιβωτοῦ τῆς διαθήκης κυρίου πορευόμενοι καὶ σαλπίζοντες
The armed men went before the priests who blew the trumpets, and the ark went after them. The trumpets sounded as they went.
帶兵器的走在吹角的祭司前面,後隊隨着約櫃行。祭司一面走一面吹。
6:10
τῷ δὲ λαῷ ἐνετείλατο Ἰησοῦς λέγων μὴ βοᾶτε μηδὲ ἀκουσάτω μηθεὶς ὑμῶν τὴν φωνήν ἕως ἂν ἡμέραν αὐτὸς διαγγείλῃ ἀναβοῆσαι καὶ τότε ἀναβοήσετε
Joshua commanded the people, saying, “You shall not shout nor let your voice be heard, neither shall any word proceed out of your mouth until the day I tell you to shout. Then you shall shout.”
約書亞吩咐百姓說:「你們不可呼喊,不可出聲,連一句話也不可出你們的口,等到我吩咐你們呼喊的日子,那時才可以呼喊。」
6:11
καὶ περιελθοῦσα κιβωτὸς τῆς διαθήκης τοῦ θεοῦ τὴν πόλιν εὐθέως ἀπῆλθεν εἰς τὴν παρεμβολὴν καὶ ἐκοιμήθη ἐκεῖ
So he caused Yahweh’s ark to go around the city, circling it once. Then they came into the camp, and stayed in the camp.
這樣,他使耶和華的約櫃繞城,把城繞了一次;眾人回到營裏,就在營裏住宿。
6:12
καὶ τῇ ἡμέρᾳ τῇ δευτέρᾳ ἀνέστη Ἰησοῦς τὸ πρωί καὶ ἦραν οἱ ἱερεῖς τὴν κιβωτὸν τῆς διαθήκης κυρίου
Joshua rose early in the morning, and the priests took up Yahweh’s ark.
約書亞清早起來,祭司又抬起耶和華的約櫃。
6:13
καὶ οἱ ἑπτὰ ἱερεῖς οἱ φέροντες τὰς σάλπιγγας τὰς ἑπτὰ προεπορεύοντο ἐναντίον κυρίου καὶ μετὰ ταῦτα εἰσεπορεύοντο οἱ μάχιμοι καὶ λοιπὸς ὄχλος ὄπισθε τῆς κιβωτοῦ τῆς διαθήκης κυρίου καὶ οἱ ἱερεῖς ἐσάλπισαν ταῖς σάλπιγξι καὶ λοιπὸς ὄχλος ἅπας περιεκύκλωσε τὴν πόλιν ἐγγύθεν
The seven priests bearing the seven trumpets of rams’ horns in front of Yahweh’s ark went on continually, and blew the trumpets. The armed men went in front of them. The rear guard came after Yahweh’s ark. The trumpets sounded as they went.
七個祭司拿七個羊角在耶和華的約櫃前,時常行走吹角;帶兵器的在他們前面走,後隊隨着耶和華的約櫃行。祭司一面走一面吹。
6:14
καὶ ἀπῆλθεν πάλιν εἰς τὴν παρεμβολήν οὕτως ἐποίει ἐπὶ ἓξ ἡμέρας
The second day they marched around the city once, and returned into the camp. They did this six days.
第二日,眾人把城繞了一次,就回營裏去。六日都是這樣行。
6:15
καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀνέστησαν ὄρθρου καὶ περιήλθοσαν τὴν πόλιν ἑξάκις
On the seventh day, they rose early at the dawning of the day, and marched around the city in the same way seven times. On this day only they marched around the city seven times.
第七日清早,黎明的時候,他們起來,照樣繞城七次;惟獨這日把城繞了七次。
6:16
καὶ τῇ περιόδῳ τῇ ἑβδόμῃ ἐσάλπισαν οἱ ἱερεῖς καὶ εἶπεν Ἰησοῦς τοῖς υἱοῖς Ισραηλ κεκράξατε παρέδωκεν γὰρ κύριος ὑμῖν τὴν πόλιν
At the seventh time, when the priests blew the trumpets, Joshua said to the people, “Shout, for Yahweh has given you the city!
到了第七次,祭司吹角的時候,約書亞吩咐百姓說:「呼喊吧,因為耶和華已經把城交給你們了!
6:17
καὶ ἔσται πόλις ἀνάθεμα αὐτὴ καὶ πάντα ὅσα ἐστὶν ἐν αὐτῇ κυρίῳ σαβαωθ πλὴν Ρααβ τὴν πόρνην περιποιήσασθε αὐτὴν καὶ ὅσα ἐστὶν ἐν τῷ οἴκῳ αὐτῆς
The city shall be devoted, even it and all that is in it, to Yahweh. Only Rahab the prostitute shall live, she and all who are with her in the house, because she hid the messengers that we sent.
這城和其中所有的都要在耶和華面前毀滅;只有妓女喇合與她家中所有的可以存活,因為她隱藏了我們所打發的使者。
6:18
ἀλλὰ ὑμεῖς φυλάξασθε σφόδρα ἀπὸ τοῦ ἀναθέματος μήποτε ἐνθυμηθέντες ὑμεῖς αὐτοὶ λάβητε ἀπὸ τοῦ ἀναθέματος καὶ ποιήσητε τὴν παρεμβολὴν τῶν υἱῶν Ισραηλ ἀνάθεμα καὶ ἐκτρίψητε ἡμᾶς
But as for you, only keep yourselves from what is devoted to destruction, lest when you have devoted it, you take of the devoted thing; so you would make the camp of Israel accursed and trouble it.
至於你們,務要謹慎,不可取那當滅的物,恐怕你們取了那當滅的物就連累以色列的全營,使全營受咒詛。
6:19
καὶ πᾶν ἀργύριον χρυσίον χαλκὸς σίδηρος ἅγιον ἔσται τῷ κυρίῳ εἰς θησαυρὸν κυρίου εἰσενεχθήσεται
But all the silver, gold, and vessels of bronze and iron are holy to Yahweh. They shall come into Yahweh’s treasury.”
惟有金子、銀子,和銅鐵的器皿都要歸耶和華為聖,必入耶和華的庫中。」
6:20
καὶ ἐσάλπισαν ταῖς σάλπιγξιν οἱ ἱερεῖς ὡς δὲ ἤκουσεν λαὸς τὴν φωνὴν τῶν σαλπίγγων ἠλάλαξεν πᾶς λαὸς ἅμα ἀλαλαγμῷ μεγάλῳ καὶ ἰσχυρῷ καὶ ἔπεσεν ἅπαν τὸ τεῖχος κύκλῳ καὶ ἀνέβη πᾶς λαὸς εἰς τὴν πόλιν
So the people shouted and the priests blew the trumpets. When the people heard the sound of the trumpet, the people shouted with a great shout, and the wall fell down flat, so that the people went up into the city, every man straight in front of him, and they took the city.
於是百姓呼喊,祭司也吹角。百姓聽見角聲,便大聲呼喊,城牆就塌陷,百姓便上去進城,各人往前直上,將城奪取;
6:21
καὶ ἀνεθεμάτισεν αὐτὴν Ἰησοῦς καὶ ὅσα ἦν ἐν τῇ πόλει ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικός ἀπὸ νεανίσκου καὶ ἕως πρεσβύτου καὶ ἕως μόσχου καὶ ὑποζυγίου ἐν στόματι ῥομφαίας
They utterly destroyed all that was in the city, both man and woman, both young and old, and ox, sheep, and donkey, with the edge of the sword.
又將城中所有的,不拘男女老少,牛羊和驢,都用刀殺盡。
6:22
καὶ τοῖς δυσὶν νεανίσκοις τοῖς κατασκοπεύσασιν εἶπεν Ἰησοῦς εἰσέλθατε εἰς τὴν οἰκίαν τῆς γυναικὸς καὶ ἐξαγάγετε αὐτὴν ἐκεῖθεν καὶ ὅσα ἐστὶν αὐτῇ
Joshua said to the two men who had spied out the land, “Go into the prostitute’s house, and bring the woman and all that she has out from there, as you swore to her.”
約書亞吩咐窺探地的兩個人說:「你們進那妓女的家,照着你們向她所起的誓,將那女人和她所有的都從那裏帶出來。」
6:23
καὶ εἰσῆλθον οἱ δύο νεανίσκοι οἱ κατασκοπεύσαντες τὴν πόλιν εἰς τὴν οἰκίαν τῆς γυναικὸς καὶ ἐξηγάγοσαν Ρααβ τὴν πόρνην καὶ τὸν πατέρα αὐτῆς καὶ τὴν μητέρα αὐτῆς καὶ τοὺς ἀδελφοὺς αὐτῆς καὶ πάντα ὅσα ἦν αὐτῇ καὶ πᾶσαν τὴν συγγένειαν αὐτῆς καὶ κατέστησαν αὐτὴν ἔξω τῆς παρεμβολῆς Ισραηλ
The young men who were spies went in, and brought out Rahab with her father, her mother, her brothers, and all that she had. They also brought out all of her relatives, and they set them outside of the camp of Israel.
當探子的兩個少年人就進去,將喇合與她的父母、弟兄,和她所有的,並她一切的親眷,都帶出來,安置在以色列的營外。
6:24
καὶ πόλις ἐνεπρήσθη ἐμπυρισμῷ σὺν πᾶσιν τοῖς ἐν αὐτῇ πλὴν ἀργυρίου καὶ χρυσίου καὶ χαλκοῦ καὶ σιδήρου ἔδωκαν εἰς θησαυρὸν κυρίου εἰσενεχθῆναι
They burned the city with fire, and all that was in it. Only they put the silver, the gold, and the vessels of bronze and of iron into the treasury of Yahweh’s house.
眾人就用火將城和其中所有的焚燒了;惟有金子、銀子,和銅鐵的器皿都放在耶和華殿的庫中。
6:25
καὶ Ρααβ τὴν πόρνην καὶ πάντα τὸν οἶκον τὸν πατρικὸν αὐτῆς ἐζώγρησεν Ἰησοῦς καὶ κατῴκησεν ἐν τῷ Ισραηλ ἕως τῆς σήμερον ἡμέρας διότι ἔκρυψεν τοὺς κατασκοπεύσαντας οὓς ἀπέστειλεν Ἰησοῦς κατασκοπεῦσαι τὴν Ιεριχω
But Rahab the prostitute, her father’s household, and all that she had, Joshua saved alive. She lives in the middle of Israel to this day, because she hid the messengers whom Joshua sent to spy out Jericho.
約書亞卻把妓女喇合與她父家,並她所有的,都救活了;因為她隱藏了約書亞所打發窺探耶利哥的使者,她就住在以色列中,直到今日。
6:26
καὶ ὥρκισεν Ἰησοῦς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐναντίον κυρίου λέγων ἐπικατάρατος ἄνθρωπος ὃς οἰκοδομήσει τὴν πόλιν ἐκείνην ἐν τῷ πρωτοτόκῳ αὐτοῦ θεμελιώσει αὐτὴν καὶ ἐν τῷ ἐλαχίστῳ αὐτοῦ ἐπιστήσει τὰς πύλας αὐτῆς καὶ οὕτως ἐποίησεν Οζαν ἐκ Βαιθηλ ἐν τῷ Αβιρων τῷ πρωτοτόκῳ ἐθεμελίωσεν αὐτὴν καὶ ἐν τῷ ἐλαχίστῳ διασωθέντι ἐπέστησεν τὰς πύλας αὐτῆς
Joshua commanded them with an oath at that time, saying, “Cursed is the man before Yahweh who rises up and builds this city Jericho. With the loss of his firstborn he will lay its foundation, and with the loss of his youngest son he will set up its gates.”
當時,約書亞叫眾人起誓說:「有興起重修這耶利哥城的人,當在耶和華面前受咒詛。 他立根基的時候,必喪長子, 安門的時候,必喪幼子。」
6:27
καὶ ἦν κύριος μετὰ Ἰησοῦ καὶ ἦν τὸ ὄνομα αὐτοῦ κατὰ πᾶσαν τὴν γῆν
So Yahweh was with Joshua; and his fame was in all the land.
耶和華與約書亞同在,約書亞的聲名傳揚遍地。
← ch. 5ch. 7 →
123456789101112131415161718192021222324