📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 希臘教父 › 《教會史》卷三

優西比烏

《教會史》卷三 第 20 章

希臘文原文.9 節.部分字詞可點開查義

← 第 19 章第 21 章 →
20:1
Ἔτι δὲ περιῆσαν οἱ ἀπὸ γένους τοῦ κυρίου υἱωνοὶ Ἰούδα, τοῦ κατὰ σάρκα λεγομένου αὐτοῦ ἀδελφοῦ, οὓς ἐδηλατόρευσαν ὡς ἐκ γένους ὄντας Δαβίδ. τούτους δ Ἰουόκατος ἤγαγε πρὸς Δομετιανὸν Καίσαρα· ἐφοβεῖτο γὰρ τὴν παρουσίαν τοῦ Χριστοῦ Χριστοῦ ὡς καὶ Ἡρώδης.
「主家族中仍存留著猶大的孫子—猶大就是那按肉體被稱為祂弟兄的。有人告發他們,說他們是大衛家的人。那傳令官把他們帶到該撒多米田面前;因為他懼怕基督的降臨,正如希律一樣。」
“There still survived of the family of the Lord the grandsons of Jude, who was called his brother according to the flesh. These were informed against, as being of the family of David. The evocatus brought them before Domitian Caesar; for he feared the coming of Christ, as also did Herod.”
20:2
καὶ ἐπηρώτησεν αὐτοὺς εἰ ἐκ Δαβίδ εἰσι, καὶ ὡμολόγησαν. τότε ἐπηρώτησεν αὐτοὺς πόσας κτήσεις ἔχουσιν, πόσων χρημάτων κυριεύουσιν. οἱ δὲ εἶπαν ἀμφότεροι ἐννακισχίλια δηνάρια ὑπάρχειν αὐτοῖς μόνα, ἑκάστῳ αὐτῶν ἀνήκοντος τοῦ ἡμίσεος. καὶ ταῦτα οὐκ ἐν ἀργυρίοις ἔφασκον ἔχειν, ἀλλ ἐν διατιμήσει γῆς πλέθρων τριάκοντα ἐννέα μόνων, ἐξ ὧν καὶ τοὺς φόρους ἀναφέρειν καὶ αὐτοὺς αὐτουργοῦντας δια᾿῾τρέφεσθαι.
「他問他們是不是大衛的後裔,他們承認了。於是他問他們有多少財產,或掌管多少銀錢。他們二人都說,他們合起來只有九千銀錢,每人佔一半;他們說這也不是現銀,乃是估價只有三十九畝地的價值,他們從這地上繳納稅捐,並靠自己親手勞動養活自己。」
“And he asked them whether they were of David, and they confessed it. Then he asked them how many possessions they had, or how much money they controlled. And they both said that they had only nine thousand denarii between them, the half belonging to each of them; and this, they said, they had not in money, but in the valuation of land of only thirty-nine plethra, from which they both paid their taxes and supported themselves by their own labour.”
20:3
εἶτα δὲ καὶ τὰς χεῖρας τὰς ἐπιδεικνύναι, μαρτύριον τῆς αὐτουργίας τὴν τοῦ σώματος σκληρίαν καὶ τοὺς ἀπὸ τῆς συνεχοῦς ἐργασίας ἐναποτυπωθέντας ἐπὶ τῶν ἰδίων χειρῶν τύλους παριστάντας.
「他們又伸出手來,把身體的粗硬作為親手勞動的憑據,並把那因不斷作工而印在自己手上的厚繭呈給他看。」
“Then they also showed their hands, presenting the hardness of their bodies as proof of their own labour, and the calluses imprinted on their own hands from their continual toil.”
20:4
ἐρωτηθέντας δὲ περὶ τοῦ Χριστοῦ καὶ τῆς βασιλείας αὐτοῦ, ὁποία τις εἴη καὶ ποῖ καὶ πότε φανησομένη, λόγον δοῦναι ὡς οὐ κοσμικὴ μὲν οὐδ ἐπίγειος, ἐπουράνιος δὲ καὶ ἀγγελικὴ τυγχάνει, ἐπὶ συντελείᾳ τοῦ αἰῶνος γενησομένη, ὁπηνίκα ἐλθὼν ἐν δόξῃ κρινεῖ ζῶντας καὶ νεκροὺς, καὶ ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἐπιτηδεύματα αὐτοῦ.
「他們被問到關乎基督和祂國度的事—就是那國是何等的國,並要在何處、何時顯現—他們回答說,那國既不是屬世的,也不是屬地的,乃是屬天的,屬天使的,要在這世代終結時成就,那時祂要在榮耀中降臨,審判活人死人,並照各人的行為報應各人。」
“And being asked concerning Christ and his kingdom — of what sort it was, and where and when it would appear — they gave answer that it was neither of the world nor earthly, but heavenly and angelic, and would come to pass at the consummation of the age, when he should come in glory to judge the living and the dead, and to render to each according to his deeds.”
20:5
ἐφ οἷς μηδὲν αὐτῶν κατεγνωκότα τὸν Δπμετιανὸν, ἀλλὰ καὶ ὡς εὐτελῶν καταφρονήσαντα, ἐλευθέρους μὲν αὐτοὺς ἀνεῖναι, καταπαῦσαι δὲ διὰ προστάγματος τὸν κατὰ τῆς ἐκκλησίας διωγμόν.
「於是多米田絲毫沒有定他們的罪,反倒輕看他們,以為是無足輕重的人,便釋放了他們,並藉一道詔令使那向著教會的逼迫止息。」
“Whereupon Domitian, condemning them in nothing, but even despising them as men of no account, set them free, and by a decree caused the persecution against the church to cease.”
20:6
τοὺς δὲ ἀπολυθέντας ἡγήσασθαι τῶν ἐκκλησιῶν, ὡσὰν δὴ μάρτυρας ὁμοῦ καὶ ἀπὸ γένους ὄντας τοῦ κυρίου, γενομένης τε εἰρήνης μέχρι Τραϊανοῦ παραμεῖναι αὐτοὺς τῷ βίῳ.
「那些被釋放的人成了眾教會的領袖,既是見證人,又是屬主家族的人;及至太平來到,他們就一直活到圖拉真的時候。」
“And those who had been released took the lead of the churches, both as witnesses and as being of the family of the Lord; and, peace having come, they remained alive until the time of Trajan.”
20:7
ταῦτα μὲν Ἡγήσιππος. οὐ μὴν ἀλλὰ καὶ Τερτυλλιανὸς τοῦ Δομετιανοῦ τοιαύτην πεποίηται μνήμην· πεπειράκει ποτὲ καὶ Δομετιανὸς ταὐτὸ ποιεῖν ἐκείνῳ, μέρος ὢν τῆς Νέρωνος ὠμότητος. ἀλλ οἶμαι ἅτε ἔχων τι συνέσεως τάχιστα ἐπαύσατο, ἀνακαλεσάμενος καὶ οὓς ἐξεληλάκει.
黑格西普所說的就是這些。然而特土良也這樣提到多米田:「多米田也曾一度企圖行那人所行的,因他是尼祿殘暴的一部分。但我想,既然他多少有些見識,便很快就停止了,連他所放逐的人也召了回來。」
These things, then, says Hegesippus. But Tertullian also has made the following mention of Domitian: “Domitian too had once attempted to do the same as that man, being a portion of Nero's cruelty. But, I suppose, inasmuch as he had some measure of sense, he very quickly stopped, recalling even those whom he had banished.”
20:8
μετὰ δὲ τὸν Δομετιανὸν πεντεκαίδεκα ἔτεσιν ἐπικρατήσαντα Νέρουα τὴν ἀρχὴν διαδεξαμένου καθαιρεθῆναι μὲν τὰς Δομετιανο τιμὰς, ἐπανελθεῖν δὲ ἐπὶ τὰ οἰκεῖα μετὰ τοῦ καὶ τὰς οὐσίας ἀπολαβεῖν τοὺς ἀδίκως ἐξεληλαμένους, Ῥωμαίων σύγκλητος βουλὴ ψηφίζεται· ἱστοροῦσιν οἱ γραφῇ τὰ κατὰ τοὺς χρόνους παραδόντες.
多米田統治十五年之後,由涅爾瓦接續掌權;羅馬元老院議決,要廢除多米田的尊榮,並使那些被不公正放逐的人歸回本鄉,收回自己的產業—那些把那時代的事蹟記載下來的人是如此述說的。
And after Domitian had ruled fifteen years, and Nerva had succeeded to the sovereignty, the Roman senate decreed that the honours of Domitian should be abolished, and that those who had been unjustly banished should return to their homes and recover their property — so relate those who have committed to writing the events of those times.
20:9
τότε δὴ οὖν καὶ τὸν ἀπόστολον Ἰωάννην ἀπὸ τῆς κατὰ τὴν νῆσον φυγῆς τὴν ἐπὶ τῆς Ἐφέσου διατριβὴν ἀπειληφέναι τῶν παρ ἡμῖν ἀρχαίων παραδίδωσι λόγος.
正是在那時候,使徒約翰也從他在海島上的流放歸回,重新在以弗所居留下來,正如我們當中古人的記述所傳下的。
It was then, indeed, that the apostle John also returned from his exile on the island and took up again his abode at Ephesus, as an account of the ancients among us hands down.
← 第 19 章第 21 章 →
123456789101112131415161718192021222324252627282930313233343536373839