📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 希臘教父 › 《教會史》卷三

優西比烏

《教會史》卷三 第 6 章

希臘文原文.28 節.部分字詞可點開查義

← 第 5 章第 7 章 →
6:1
Φέρε δὴ οὖν τῶν ἱστοριῶν τὴν πέμπτην τοῦ Ἰωσήπου μετὰ χεῖρας αὖθις ἀναλαβὼν τῶν τότε πραχθέντων δίελθε τὴν τραγῳδίαν· τοῖς γε μὴν εὐπόροις φησὶ καὶ τὸ μένειν πρὸς ἀπωλείας ἴσον ἦν. προφάσει γὰρ αὐτομολίας ἀνῃ ρεῖτό τις διὰ τὴν οὐσίαν. τῷ λιμῷ δὲ ἀπόνοια τῶν στασιαστῶν συνήκμαζε, καὶ καθ ἡμέραν ἀμφότερα προσεξεκάετο τὰ δεινά.
來罷,重新拿起約瑟夫《歷史》的第五卷,細讀那時所發生之事的悲劇。他說:「對富有的人,留下來就等於滅亡,因為以企圖叛逃為藉口,人會為著自己的財物被殺害。叛黨的瘋狂隨飢荒一同高漲,這兩樣可怕的災禍日復一日地越發燃燒起來。」
Come, then, take up again the fifth book of the Histories of Josephus, and go through the tragedy of what was then done. “For the wealthy,” he says, “to remain was equal to destruction; for on the pretext of intended desertion a man would be murdered for the sake of his property. And the madness of the rebels grew with the famine, and both terrors were kindled the more from day to day.”
6:2
φανερὸς μέν γε οὐ δάμου σῖτος ἦν, ἐπεισπηδῶντες δὲ διηρεύνων τὰς οἰκίας, ἔπειθ εὑρόντες μὲν ὡς ἀρνησαμένους ᾐκί ζοντο, μὴ εὑρόντες δὲ ὡς ἐπιμελέστερον κρύψαντας ἐβασάνιζον. τεκμήριον δὲ τοῦ τ ἔχειν καὶ μὴ τὰ σώματα τῶν ἀθλίων ἦν, ὧν οἱ μὲν ἔτι συνεστῶτες εὐπορεῖν τροφῆς ἐδόκουν, οἶ τηκόμενοι δὲ ἤδη παρωδεύοντο, καὶ κτείνειν ἄλογον ἐδόκει τοὺς ὑπ ἐνδείας τεθνηξομένους αὐτίκα.
「沒有一處公然看得見糧食;他們卻闖進去搜查各家。那時,若搜出甚麼來,就因人否認而加以折磨;若搜不出來,就因人藏得太隱密而加以拷打。這些可憐人的身體就是有無存糧的憑據:那些身體還結實的,似乎是糧食充足的,那些已經消瘦的就被略過,因為殺那些不久就要餓死的人,似乎沒有道理。」
“No grain was anywhere to be seen openly; but they would burst in and search the houses. Then, if they found any, they tormented the people for having denied it; and if they found none, they tortured them for having hidden it too carefully. The bodies of the wretched ones were the proof whether they had it or not; those still in good condition seemed to be well supplied with food, while those already wasting away were passed by, and it seemed unreasonable to kill those who would soon die of want.”
6:3
πολλοὶ δὲ λάθρα τὰς κτήσεις ἑνὸς ἀντικατηλλάξαντο μέτρου , πυρῶν μὲν, εἰ πλουσιώτεροι τυγχάνοιεν ὄντες, οἱ δὲ πενέ στεροι κριθῆς. ἔπειτα κατακλείοντες ἑαυτοὺς εἰς τὰ μυχαίτατα τῶν οἰκιῶν τινὲς μὲν ὑπ ἄκρας ἐνδείας τὸν σῖτον ἤσθιον, οἱ δὲ ἔπεσσον, ὡς τε ἀνάγκη καὶ τὸ δέος παρῄνει.
「許多人暗暗用自己的家業換取一斗糧—若是較富的就換麥子,較窮的就換大麥。然後他們把自己關在家中最深處,有的因極度窮乏,就生喫那糧,有的就把它烤了,照著急需與懼怕所提示的而行。」
“Many secretly bartered their possessions for a single measure — of wheat, if they happened to be richer, of barley if poorer. Then, shutting themselves up in the innermost parts of their houses, some, from extreme want, would eat the grain unprepared, while others would bake it, as necessity and fear advised.”
6:4
καὶ τράπεζα μὲν οὐδαμοῦ παρετίθετο , τοῦ δὲ πυρὸς ἀφέλκοντες ἔτ ὠμὰ τὰ σιτία διήρπαζον. ἐλεεινὴ δ ἦν τροφὴ κ δακρύων ἄξιος θέα, τῶν μὲν δυνατωτέρων πλέο νεκτούντων , τῶν δὲ ἀσθενῶν ὀδυρομένων.
「沒有一處擺設筵席;他們把還生的食物從火中奪出來,撕成碎塊。他們的飲食可憐,那景象令人垂淚,較強的人多得過於本分,軟弱的人就哀號。」
“No table was anywhere set; but snatching the food still raw from the fire, they tore it in pieces. Pitiable was their fare, and a sight worthy of tears, the stronger getting more than their share and the weak lamenting.”
6:5
πά των μὲν δὴ παθῶν ὑπερίσταται λιμὸς , οὐδὲν οὕτως ἀπόλλυσιν ὡς αἰδώς. τὸ γὰρ ἄλλως ἐντροπῆς ἄξιον ἐν τούτῳ καταφρονεῖται. γυναῖκες γοῦν ἀν δρῶν καὶ παῖδες πατέρων, καὶ τὸ οἰκτρότατον , μ τέρες νηπίων ἐξήρπαζον ἐξ αὐτῶν τῶν στομάτων τ τροφάς. καὶ τῶν φιλτάτων ἐν χερσὶ μαραινομένῳ οὐκ ἦν φειδὼ τοὺς τοῦ ζῆν ἀφελέσθαι σταλαγμοῦ
「飢荒實在勝過一切苦難,它所毀滅的莫過於羞恥之心;因為平時當受敬重的,在飢荒中卻被藐視。妻子從丈夫口中奪食,兒女從父親口中奪食,而最可憐的,是母親從嬰孩口中奪食;當他們最親愛的人在自己懷中衰殘時,他們仍毫不顧惜地奪去那一息僅存的生命。」
“Famine indeed surpasses all sufferings, and it destroys nothing so much as shame; for what is at other times worthy of reverence is in it despised. Wives snatched the food from their husbands, children from their fathers, and — most pitiable of all — mothers from their infants, out of their very mouths; and while their dearest ones were wasting away in their arms, there was no sparing in taking from them the last drop of life.”
6:6
τοιαῦτα δ ἐσθίοντες ὅμως οὐ διελάνθανον. πανταχοῦ δ οὑν ἐφίσταντο οἱ στασιασταὶ καὶ τούτω ταῖς ἁρπαγαῖς. ὁπότε γὰρ κατίδοιεν ἀποκεκλεισμένη οἰκίαν, σημεῖον ἢν τοῦτο τοὺς ἔνδον προσφέρεσθαι τροφήν. εὐθέως δὲ εἰσαράξαντες τὰς θύρας εἰσεπή·δων, καὶ μόνον οὐκ ἐκ τῶν φαρύγγων ἀναθλίβοντες τοὺς ἀκόλους ἀνέφερον.
「然而他們即便這樣喫,也躲不過察覺;叛黨無處不在,連這些口糧也來搶奪。因為他們每逢看見一家門戶緊閉,這就是裡面的人在進食的記號;他們立刻撞開門闖進去,幾乎要把那一口食物從人喉嚨裡擠出來。」
“Yet even while eating thus they were not undetected; everywhere the rebels descended upon them for these plunderings as well. For whenever they saw a house shut up, this was a sign that those within were taking food; and at once, bursting open the doors, they rushed in, and all but squeezed up the morsels out of their very throats.”
6:7
ἐτύπτοντο δὲ γέροντες ἀντεχόμενοι τῶν σιτίων, καὶ κόμης ἐσπαράσσοντο γυναῖκες, συγκαλύπτουσαι τὰ ἐν χερσίν· οὐδέ τις ἦν οἶκτος πολιᾶς νηπίων, ἀλλὰ συνεπαίροντες νήπια τῶν ψωμῶν ἐκκρεμάμενα κατέσειον εἰς ἔδαφος. τοῖς δὲ φθάσασι τὴν εἰσδρομὴν αὐτῶν καὶ προκαταπιοῦσι τὸ ἁρπαγησόμενον ὡς ἀδικηθέντες ἦσαν ὠμότεροι.
「老年人因抓住食物不放就遭毆打,婦女因把手中之物藏起來就被揪著頭髮拖拉。對白髮的或對嬰孩都毫無憐憫;他們把那些緊抓著食物碎屑的小孩高高舉起,摔在地上。對那些先料到他們的闖入、預先吞下將被搶奪之物的人,他們更加兇殘,彷彿自己受了冤屈。」
“Old men were beaten for clinging to their food, and women were dragged by the hair for hiding what was in their hands. There was no pity for grey hairs or for infants; but they would lift up the little children who clung to the morsels and dash them upon the ground. To those who had anticipated their inrush and swallowed beforehand what was to be plundered, they were the more savage, as though they had been wronged.”
6:8
δεινὰς δὲ βασάνων ὁδοὺς ἐπενόουν πρὸς ἔρευναν τροφῆς, ὀρόβοις μὲν ἐμφράττοντες τοῖς ἀθλίοις τοὺς τῶν αἰδοίων πόρους, ῥάβδοις δὲ ὀξείαις ἀναπείροντες τὰς ἔδρας. τὰ φρικτὰ δὲ καὶ ἀκοαῖς ἔπασχέ τις εἰς ἐξομολόγησιν ἑνὸς ἄρτου καὶ ἔνα μηνύσῃ δράκα μίαν κεκρυμμένην ἀλφίτων.
「他們想出可怕的酷刑來搜尋食物,用野豌豆塞住這些可憐受害者下身的孔道,又用尖銳的木樁刺穿他們的下體。人為要逼他招認一塊餅,吐露一把藏起的大麥麵,所受的事連聽見都令人毛骨悚然。」
“They devised dreadful methods of torture in their search for food, stopping up the private passages of the wretched victims with bitter vetch and impaling their seats on sharp stakes. A man suffered things terrible even to hear, to make him confess one loaf, and to disclose a single handful of hidden barley-meal.”
6:9
οἱ βασανισταὶ δ οὐκ ἐπείνων, (καὶ γὰρ ἂν ἧττον ὠμὸν ἦν τὸ μετ ἀνάγκης), γυμνάζοντες δὲ τὴν ἀπόνοιαν, καὶ προπαρασκευάζοντες ἑαυτοῖς εἰς τὰς ἑξῆς ἡμέρας ἐφόδια.
「然而那些施刑的人自己並不飢餓—事實上,若他們的殘忍是出於需要,倒還沒有那麼兇暴—他們不過是在操練自己的狂妄,並為自己預備接下來日子的口糧。」
“But the torturers themselves were not hungry — for indeed their cruelty would have been less had it sprung from necessity — rather they were exercising their madness, and laying up provisions for themselves for the days to come.”
6:10
τοῖς δ ἐπὶ Ρωμαίων φρουρὰν νύκτωρ ἐξερπύσασιν ἐπὶ λαχάνων συλλογὴν ἀγρίων καὶ πόας ὑπαντῶντες, ὅτ ἤδη διαπεφευγέναι τοὺς πολεμίους ἐδόκουν, ἀφήρπαζον τὰ κομισθέντα, καὶ πολλάκις ἱκετευόντων, καὶ τὸ φρικτότατον ἐπικαλουμένων ὄνομα τοῦ θεοῦ, μεταδοῦναί τι μέρος αὐτοῖς ὧν κινδυνεύσαντες ἤνεγκαν, οὐδ ὁτιοῦν μετέδοσαν. ἀγαπητὸν δ ἦν τὸ μὴ καὶ προσαπολέσθαι σεσυλημένον.
「有些人夜間悄悄爬出去,到羅馬人的哨所附近採集野菜野草;正當他們以為終於逃過了仇敵時,叛黨卻迎著他們,搶去他們所帶來的。那些人雖屢次哀求,並呼求神那至可畏的名,求他們分一份冒著性命危險取來之物,他們卻一點也不分給;被搶之後不至於連命也喪掉,就已是該感恩的事了。」
“When some crept out by night to the Roman outposts to gather wild vegetables and herbs, the rebels met them, just when they thought they had at last escaped the enemy, and snatched away what they had brought. Often, though the men entreated them and called upon the most awful name of God to share with them some portion of what they had fetched at peril of their lives, they gave them nothing whatever; and it was a thing to be thankful for, not to be slain as well after being robbed.”
6:11
τούτοις δὲ μεθ ἕτερα ἐπιφέρει λέγων Ἰουδαίοις δὲ μετὰ τῶν ἐξόδων ἀπεκόπη πᾶσα σωτηρίας ἐλπίς. καὶ βαθύνας ἑαυτὸν λιμὸς κατ᾿ οἴκους καὶ γενεὰς τὸν δῆμον ἐπεβόσκετο. καὶ τὰ μὲν τέγη πεπλήρωτο γυναικῶν καὶ βρεφῶν λελυμένων, οἱ στενωποὶ δὲ γερόντων νεκρῶν.
在這些話之後,他又添上一些別的事,說:「對猶太人,隨著各出口被封閉,一切得救的指望都斷絕了。飢荒越發深重,挨家挨戶、一族一族地吞噬著百姓。房頂上滿是奄奄一息的婦女和嬰孩,街巷裡滿是老年人的屍首。」
To these things, after some other matters, he adds, saying: “For the Jews, with the closing of the exits, all hope of safety was cut off. And the famine, deepening, fed upon the people house by house and family by family. The roofs were filled with women and infants in their last gasp, and the alleys with the corpses of old men.”
6:12
παῖδες δὲ καὶ νεανίαι διοιδοῦντες ὥσπερ εἴδωλα κατὰ τὰς ἀγορὰς ἀνειλοῦντο καὶ κατέπιπτον, ὅπη τινὰ τὸ πάθος καταλαμβάνοι· θάπτειν δὲ τοὺς προσήκοντας οὔτε ἴσχυον οἱ κάμνοντες, καὶ τὸ διευτονοῦν ὤκνει, διά τε τὸ πλῆθος τῶν νεκρῶν καὶ τὸ κατὰ σφᾶς ἄδηλον. πολλοὶ γοῦν τοῖς ὑπ αὐτῶν θαπτομένοις ἐπαπέθνησκον, πολλοὶ δ ἐπὶ τὰς θήκας, πρὶν ἐπιστῆναι τὸ χρεὼν) προῆλθον.
「孩童和青年人浮腫起來,像鬼魅一般在市場各處遊蕩,無論苦痛在何處抓住他們,就在何處倒斃。患病的人沒有力氣埋葬自己的親屬,那些還有氣力的人也畏縮不前,一面因死者眾多,一面因自己的結局未卜。許多人竟死在他們所埋葬之人的身上,許多人在死期未到之先就先走到墳墓那裡去了。」
“Children and young men, swollen up, wandered like phantoms through the market-places and fell down wherever the agony seized them. The sick had not strength to bury their own kin, and those still in vigour shrank from it, both because of the multitude of the dead and because of the uncertainty about themselves. Many indeed died upon those they were burying, and many went forth to the tombs before their fate had come upon them.”
6:13
οὔτε δὲ θρῆνος ἐν ταῖς συμφοραῖς οὔτε ὀλοφυρμὸς ἠν, ἀλλ λιμὸς ἤλεγχε τὰ πάθη. ξηροῖς δὲ τοῖς ὄμμασιν οἶ δυσθανατοῦντες ἐφεώρων τοὺς φθάσαντας ἀναπαύσασθαι. βαθεῖα δὲ τὴν πόλιν περιεῖχε σιγὴ, καὶ νὺξ θανάτου γέμουσα. καὶ τούτων οἱ λῃσταὶ χαλεπώτεροι.
「在這些災難中沒有哀哭,也沒有號咷,飢荒壓住了一切的情感;那些在垂死掙扎中的人乾著眼睛,望著那些比他們先得安息的人。深沉的寂靜籠罩著全城,並有滿載死亡的黑夜;比這一切更兇的,乃是那些強盜。」
“There was no lamentation amid these calamities, nor any wailing, but the famine stifled the emotions; with dry eyes those who were dying in agony gazed upon those who had found rest before them. A deep silence enveloped the city, and a night laden with death; and worse than these were the robbers.”
6:14
τυμβωρυχοῦντες γοῦν τὰς οἰκίας ἐσύλων τοὺς νεκροὺς, καὶ τὰ καλύμματα τῶν σωμάτων περισπῶντες μετὰ γέλωτος ἐξῄεσαν, τάς τε ἀκμὰς τῶν ξιφῶν ἐδοκίμαζον ἐν τοῖς πτώμασι, καί τινας τῶν ἐρριμμένων ἔτι ζῶντας διήλαυνον, ἐπὶ πείρᾳ τοῦ σιδήρου, τοὺς δὲ ἱκετεύοντας χρῆσαι σφίσι δεξιὰν καὶ ξίφος, τῷ λιμῷ κατέλιπον ὑπερηφανοῦντες. καὶ τῶν ἐκπνεόντων ἕκαστος ἀτενὲς εἰς τὸν ναὸν ἐφεώρα, τοὺς στασιαστὰς ζῶντας ἀπολιπών.
「他們像盜墓者一樣闖進各家,劫掠死人,剝下屍身上的覆蓋,笑著出去。他們在屍首上試刀鋒,為要驗試鋼刃,竟把一些被棄、仍活著的人刺穿;但對那些懇求他們動手用刀的人,他們卻傲慢地撇下不顧,任憑他們交給飢荒。那些斷氣的人,個個定睛望著聖殿,撇下那些仍活著的叛黨。」
“Breaking into the houses like grave-robbers, they plundered the dead, stripping the coverings from the bodies, and went out laughing. They tested the edges of their swords on the corpses, and to prove the steel they ran some of those cast out, still living, through; but those who begged them for the use of their right hand and sword they left to the famine in their arrogance. And each of those breathing his last gazed steadfastly toward the temple, leaving the rebels behind alive.”
6:15
οἶ δὲ τὸ μὲν πρῶτον ἐκ τοῦ δημοσίου θησαυροῦ τοὺς νεκροὺς θάπτειν ἐκέλευον, τὴν ὀσμὴν οὐ φέροντες· ἔπειθ ὡς οὐ δοήρκουν, ἀπὸ τῶν τειχῶν ἐρρίπτουν εἰς τὰς, φάραγγας. περιιὼν δὲ ταύτας Τίτος ὡς ἐθεάσατο πεπλησμένας τῶν νεκρῶν, καὶ βαθὺν ἰχῶρα μυδώντων τὸν ὑπορρέοντα τῶν σωμάτων, ἐστέναξέ τε καὶ τὰς χεῖρας ἀνατείνας κατεμαρτύρατο τὸν θεὸν, ὡς οὐκ εἴη τὸ ἔργον αὐτοῦ.
「起初他們因受不了那臭氣,就吩咐用公庫埋葬死人;後來既無力如此行,就把屍首從城牆上拋進溝壑裡。提多巡視這些溝壑時,看見其中滿是死屍,又有濃濁的膿血從腐爛的屍身流出,他就歎息,舉起雙手,呼求神為證,說這事並非他所作的。」
“At first they ordered the dead to be buried out of the public treasury, since they could not endure the stench; afterwards, when they were no longer able to do so, they threw them from the walls into the ravines. When Titus, going round these ravines, saw them filled with the dead, and a deep ichor oozing from the decaying bodies, he groaned, and raising his hands he called God to witness that this was not his doing.”
6:16
τούτοις ἐπειπών τινα μεταξὺ ἐπιφέρει λέγων οὐκ ἂν ὑποστειλαίμην εἰπεῖν μοι κελεύει τὸ πάθος. οἶμαι Ρωμαίων βραδυνάντων ἐπὶ τοὺς ἀλιτηρίους, καταποθῆναι ἂν ὑπὸ χάσματος, κατακλυσθῆναι τὴν πόλιν, τοὺς τῆς Σοδομηνῆς μεταλαβεῖν κεραυνούς. πολὺ γὰρ τῶν ταῦτα παθόντων ἤνεγκε γενεὰν ἀθεωτέραν. τῇ γοῦν τούτων ἀπονοίᾳ πᾶς λαὸς συναπώλετο.
他在中間又說了一些話,接著說:「我不願退縮不說那激動我心所要說的:我認為,羅馬人若是對這些有罪之人遲延不發,這城不是要被深淵吞滅,就是被洪水淹沒,或是領受所多瑪那樣的雷火;因為它所養育的,是比那些遭受那些事的人更不敬神的一代。總之,全民因這班人的瘋狂而一同滅亡了。」
Having said something more between, he goes on: “I would not shrink from declaring what my emotion bids me say: I think that, had the Romans delayed against these guilty men, the city would either have been swallowed up by a chasm, or overwhelmed by a flood, or have shared the thunderbolts of Sodom; for it bore a generation far more godless than those who suffered those things. By their madness the whole people perished together.”
6:17
καὶ ἐν τῷ ἕκτῳ δὲ βιβλίῳ οὕτω γράφει τῶν δ ὑπὸ τοῦ λιμοῦ φθειρομένων κατὰ τὴν πόλιν ἄπειρον μὲν ἔπιπτε τὸ πλῆθος, ἀδιήγητα δὲ συνέβαινε τὰ πάθη. καθ ἑκάστην γὰρ οἰκίαν, εἴ που τροφῆς παραφανείη σκιὰ, πόλεμος ἦν, καὶ διὰ χειρῶν οἷ φίλτατοι πρὸς ἀλλήλους, ἐξαρπάζοντες τὰ ταλαίπωρα τῆς ψυχῆς ἐφόδια. πίστις δ ἀπορίας οὐδὲ τοῖς θνήσκουσιν ἦν.
在第六卷中他這樣寫道:「那些在全城中因飢荒喪命的人,倒斃的數目多到無法計算,所遭受的苦難也無法述說。因為在每一家裡,但凡哪裡顯出一點食物的影子,就起了爭戰,最親愛的骨肉彼此動手,互相奪取那維持生命可憐的口糧。連對垂死之人,他們的窮苦也得不著一點體諒。」
And in the sixth book he writes thus: “Of those destroyed by the famine throughout the city, the multitude fell beyond counting, and the sufferings that came about were beyond telling. For in every house, if anywhere there appeared a shadow of food, it was war, and the dearest of kin came to blows with one another, snatching away the wretched provisions of life. Not even to the dying was there any credit given for their distress.”
6:18
ἀλλὰ καὶ τοὺς ἐμπνέοντας οἶ λῃσταὶ διηρεύνων, μή τις ὑπὸ κόλπον ἔχων τροφὴν σκήπτοιτο τὸν θάνατον αὐτοῦ. οἱ δ ὑπ ἐνδείας κεχηνότες ὥσπερ λυσσῶντες κύνες ἐφήλλοντο καὶ παρεφέροντο, ταῖς τε θύραις ἐνσειόμενοι μεθυόντων τρόπον καὶ ὑπ ἀμηχανίας εἰς τοὺς αὐτοὺς οἴκους εἰσεπήδων δὶς τρὶς ὥρᾳ μιᾷ.
「並且強盜連那些還有氣息的人也搜查,恐怕有人懷裡藏著食物而假裝死了。這些人因窮乏而張口喘氣,像瘋狗一般跳躍蹣跚,像醉漢似的撞向門戶,在束手無策之中,一個時辰之內竟兩三次衝進同一些房屋裡去。」
“Moreover, the robbers searched even those still breathing, lest anyone, having food beneath his garment, should feign death. And these, gaping with want like mad dogs, staggered and reeled about, dashing against the doors like drunken men, and in their helplessness rushed into the same houses two or three times in a single hour.”
6:19
πάντα δ ὑπ ὀδόντας ἦγεν ἀνάγκη, καὶ τὰ μηδὲ τοῖς ῥυπαρωτάτοις τῶν ἀλόγων ζῴων πρόσφορα συλλέγοντες ἐσθίειν ὑπέφερον. ζωστήρων γοῦν καὶ ὑποδημάτων τὸ τελευταῖον οὐκ ἀπείχοντο, καὶ τὰ δέρματα τῶν θυρεῶν ἀποδέροντες ἐμασῶντο. τροφὴ δὲ ἦν καὶ χόρτου τισὶ παλαιοῦ σπαράγματα. τὰς γὰρ ἶνας ἔνιοι συλλέγοντες ἐλάχιστον σταθμὸν ἐπώλουν Ἀττικῶν τεσσάρων.
「窮乏逼著他們把一切都送進口齒之間,他們蒐集連最污穢的牲畜也不屑的東西,硬著心腸喫下去。末了他們連腰帶和鞋子也不放過,把盾牌上的皮革剝下來咀嚼。對有些人,舊乾草的碎屑就是食物;因為有人把那些草纖維收集起來,將極小的一點分量賣到四個雅典銀錢。」
“Necessity drove everything to their teeth, and gathering what was not fit even for the filthiest of brute beasts, they endured to eat it. In the end they did not abstain even from belts and shoes, and they stripped the leather from their shields and chewed it. To some, fragments of old hay were food; for some gathered the fibres and sold a tiny weight of it for four Attic drachmas.”
6:20
καὶ τί δεῖ τὴν ἐπ ἀψύχοις ἀναίδειαν τοῦ λιμοῦ λέγειν; εἶμι γὰρ αὐτοῦ δηλώσων ἔργον, ὁποῖον μήτε Ἕλλησι μήτε παρὰ βαρβάροις ἱστόρηται, φρικτὸν μὲν εἰπεῖν, ἄπιστον δ ἀκοῦσαι. καὶ ἔγωγε μὴ δόξαιμι τερατεύεσθαι τοῖς αὖθις ἀνθρώποις, κἂν παρέλιπον τὴν συμφορὰν ἡδέως, εἰ μὴ τῶν κατ ἐμαυτὸν εἶχον ἀπείρους μάρτυρας· ἄλλως τε καὶ ψυχρὰν ἂν καταθείμην τῇ πατρίδι χάριν καθυφέμενος τὸν λόγον ὧν πέπονθε τὰ ἔργα.
「論到飢荒對無生命之物的無恥放肆,又何須多說呢?因為我要陳明它的一樁行徑,這是希臘人、外邦人中都未曾記載的—說來令人毛骨悚然,聽來令人難以置信。就我而論,免得後世的人以為我在編造怪奇之事,我本樂意略過這場災難,只是我在同代人中有無數見證人。再者,我若隱瞞我祖國實際所受苦難的記述,便是向她獻上一份冷淡的恩情了。」
“And what need is there to tell of the shamelessness of the famine toward inanimate things? For I will set forth a deed of it such as has been recorded neither among Greeks nor among barbarians — dreadful to tell, and incredible to hear. And for my part, lest I should seem to be inventing marvels to men of later times, I would gladly have passed over the calamity, were it not that I have countless witnesses among my contemporaries. Besides, I should render but a cold favour to my country by suppressing the account of what its sufferings actually were.”
6:21
γυνὴ τῶν ὑπὲρ τὸν Ἰορδάνην κατοικούντων, Μαρία τοὔνομα, πατρὸς Ἐλεαζάρου, κώμης Βαθεζὼρ, νει δὲ τοῦτο οἶκος ὑσσώπου,) διὰ γένος καὶ πλοῦτον ἐπίσημος, μετὰ τοῦ λοιποῦ πλήθους εἰς τὰ Ἱεροσόλυμα καταφυγοῦσα συνεπολιορκεῖτο.
「住在約旦河外的人中,有一個婦人,名叫瑪利亞,是伯西曆村以利亞撒的女兒(這村名的意思是『牛膝草之家』),她按出身和財富都是顯赫的,曾與其餘的眾人一同逃到耶路撒冷,如今也與他們一同被圍困。」
“A woman of those dwelling beyond the Jordan, Mary by name, daughter of Eleazar, of the village of Bethezub (which signifies ‘house of hyssop’), distinguished for her birth and her wealth, had fled with the rest of the multitude to Jerusalem and was being besieged along with them.”
6:22
ταύτης τὴν μὲν ἄλλην κτῆσιν οἱ τύραννοι διήρπασαν, ὅσην ἐκ πόλιν, Περαίας ἀνασκευασαμένη μετήνεγκεν εἰς τὴν πόλιν, τὰ δὲ λείψανα τῶν κειμηλίων κἂν εἴ τι τροφῆς ἐπινοηθείη, καθ ἡμέραν εἰσπηδῶντες ἥρπαζον οἱ δορυφόροι. δεινὴ δὲ τὸ γύναιον ἀγανάκτησις εἰσῄει, καὶ πολλάκις λοιδοροῦσα καὶ καταρωμένη τὸ ἅρπαγας ἐφ ἑαυτὴν ἠρέθιζεν.
「那些暴君劫掠了她其餘的財物,就是她從比利亞收拾帶進城裡的一切;至於她剩下的珍寶,並凡想得到的食物,那些守衛每日闖入搶奪。這婦人心中起了極大的憤恨,屢次辱罵咒詛那些搶奪的人,激起他們向著自己。」
“The tyrants had plundered the rest of her possessions, all that she had packed up and brought from Perea into the city; and as for the remnants of her treasures, and whatever food might be thought of, the guards would burst in daily and snatch it away. A terrible indignation came over the woman, and often, reviling and cursing the plunderers, she provoked them against herself.”
6:23
ὡς δ οὔτε παρ ξυνόμενός τις οὔτ ἐλεῶν αὐτὴν ἀνήρει, καὶ τὸ μὲ εὑρεῖν τι σιτίον ἄλλοις ἐκοπία, πανταχόθεν δ ἄπο ρον ἦν ἤδη καὶ τὸ εὑρεῖν, λιμὸς δὲ διὰ σπλάγχνων καὶ μυελῶν ἐχώρει, καὶ τοῦ λιμοῦ μᾶλλον ἐξεκαίοντο οἱ θυμοὶ, σύμβουλον λαβοῦσα τὴν ὀργὴ μετὰ μετὰ τῆς ἀνάγκης ἐπὶ τὴν φύσιν ἐχώρει, κα τέκνον, ἦν δ αὐτῇ παῖς ὑπομάσθιος, ἁρπασαμένη,
「但既無人肯出於惱怒或憐憫殺她,她又厭倦了為別人尋找食物,而各處此時連找也找不著了,飢荒穿透她的臟腑骨髓,她的怒火燒得比飢荒更猛烈,她便以忿怒和窮迫為謀士,竟違反人性下手;她抓起自己的孩子—她有一個還在喫奶的兒子—」
“But when no one would slay her, either in anger or in pity, and she grew weary of finding food for others, while everywhere it was now impossible even to find it, and the famine pierced through her bowels and her marrow, and her passions blazed more fiercely than the famine, taking wrath and necessity for her counsellors she proceeded against nature; and seizing her child — she had a son still at the breast —”
6:24
βρέφος, εἶπεν, ἄθλιον, ἐν πολέμῳ καὶ λιμῷ καὶ στάσει, τίνι σε τηρῶ; τὰ μὲν παρὰ Ῥωμαίοις δου῾λεία, κἂν ζήσωμεν ἐπ αὐτοὺς, φθάνει δὲ καὶ δουλείαν λιμὸς, οἱ στασιασταὶ δὲ ἀμφοτέρων χαλεπώτεροι. ἴθι, γενοῦ μοι τροφὴ, καὶ τοῖς στασιασταῖς ἐρινὺς, καὶ τῷ βίῳ μῦθος, μόνος ἐλλείπων ταῖς Ἰουδαίων συμφοραῖς.
「她說:『可憐的嬰孩,在戰爭、飢荒和內亂之中,我留你作甚麼呢?落在羅馬人手中是為奴,即便我們能活著到他們那裡;但飢荒連為奴之地也搶先奪去;而叛黨比這兩樣更兇殘。來罷,作我的食物,作叛黨的復仇女神,作世間的話柄—這乃是猶太人災難中所僅缺的一件事。』」
“‘Wretched babe,’ she said, ‘amid war and famine and faction, for what shall I keep you? Among the Romans is slavery, even if we should live to reach them; but the famine forestalls even slavery; and the rebels are more cruel than both. Come, be food for me, and to the rebels a Fury, and to the world a tale — the one thing yet wanting to the calamities of the Jews.’”
6:25
καὶ ταῦθ ἅμα κτείνει τὸν υἱόν. ἔπειτ ὀπτήσασα τὸ μὲν ἥμισυ κατεσθίει, τὸ δὲ λοιπὸν κατακαλύψασα ἐφύλαττεν. εὐθέως δ δἱ στασιασταὶ παρῆσαν, καὶ τῆς ἀθεμίτου κνίσης σπάσαντες ἠπείλουν, εἰ μὴ δείξειε τὸ παρασκευασθὲν, ἀποσφάξειν αὐτὴν εὐθέως. δὲ καὶ μοῖραν αὐτοῖς εἰποῦσα καλὴν τετηρηκέναι τὰ λείψανα τοῦ τέκνου διανεκάλυψεν.
「她說完這話,就殺了自己的兒子。然後把他烤了,喫了一半,其餘的遮蓋起來存留著。叛黨立刻趕到,嗅到那不潔的肉香,就威嚇她,若不把所預備的指給他們看,就要立刻把她殺了。她卻說,她也為他們留了一份好的,便揭開她孩子的殘餘給他們看。」
“And with these words she slew her son. Then, having roasted him, she ate half, and the rest she covered up and kept. Immediately the rebels were at hand, and catching the smell of the unholy savour, they threatened, unless she showed them what had been prepared, to slaughter her at once. But she said that she had kept a goodly portion for them as well, and uncovered the remains of her child.”
6:26
τοὺς δ εὐθέως φρίκη καὶ φρενῶν ἔκστασις ᾕρει, καὶ παρὰ τὴν ὄψιν ἐπεπήγεσαν. δὲ, ἐμὸν, ἔφη, τοῦτο τὸ τέκνον γνήσιον, καὶ τὸ ἔργον ἐμόν. φάγετε, καὶ γὰρ ἐγὼ βέβρωκα. μὴ γένησθε μήτε μαλακώτεροι γυναικὸς μήτε συμπαθέστεροι μητρός. εἰ δ ὑμεῖς εὐσεβεῖς καὶ τὴν ἐμὴν ἀποστρέφεσθε θυσίαν, ἐγὼ μὲν ὑμῖν βέβρωκα, καὶ τὸ λοιπὸν δ ἐμοὶ μεινάτω.
「他們立時被恐懼和心神錯亂抓住,對著那景象呆立不動。她卻說:『這是我親生的孩子,這事是我作的。喫罷,因為我也喫了。你們不要比婦人更軟弱,也不要比母親更有惻隱之心。倘若你們敬虔守禮,厭棄我這祭物,那麼我已替你們喫了,剩下的也讓它歸我罷。』」
“At once horror and frenzy of mind seized them, and they stood transfixed at the sight. But she said, ‘This is my own true child, and the deed is mine. Eat, for I too have eaten. Do not be softer than a woman, nor more compassionate than a mother. But if you are scrupulous and turn away from my sacrifice, then I have eaten for you, and let the rest also remain for me.’”
6:27
μετὰ ταῦθ οἱ μὲν τρέμοντες ἐξῄεσαν, πρὸς ἒν τοῦτο δειλοὶ, καὶ μόλις ταύτης τῆς τροφῆς παραχωρήσαντες τῇ μητρί. ἀνεπλήσθη δ εὐθέως ὅλη τοῦ μύσους πόλις, καὶ πρὸ ὀμμάτων ἕκαστος τὸ πάθος ἀναλαμβάνβν ὡς παρ αὐτοῦ τολμηθὲν δεινῶς ἔφριττε.
「這事以後,他們戰兢著出去,單在這一件事上成了懦夫,勉強把這食物也讓給了那母親。全城立刻充滿了這可憎的事,各人把這恐怖之事擺在眼前,就大大戰慄,彷彿這事是自己所膽敢作的。」
“After this they went out trembling, cowards in this one thing, and scarcely yielding even this food to the mother. And straightway the whole city was filled with the abomination, and each one, bringing the horror before his eyes, shuddered dreadfully as though the deed had been dared by himself.”
6:28
σπουδὴ δὲ τῶν λιμωττόντων ἐπὶ τὸν θάνατον ἦν, καὶ μακαρισμὸς τῶν φθασάντων πρὶν ἀκοῦσαι καὶ θεάσασθαι κακὰ τηλικαῦτα. τοιαῦτα τῆς Ἰουδαίων εἰς τὸν Χριστὸν τοῦ θεοῦ παρανομίας τε καὶ δυσσεβείας τἀπίχειρα.
「那些受飢荒之苦的人急速奔向死亡,並稱那些在聽見、看見如此惡事之前就先去世的人為有福。」猶太人干犯神的基督、不法不敬虔所得的報應,就是這樣。
“Those who suffered famine made haste toward death, and they counted blessed those who had departed before hearing and seeing such evils.” Such was the recompense of the lawlessness and impiety of the Jews against the Christ of God.
← 第 5 章第 7 章 →
123456789101112131415161718192021222324252627282930313233343536373839