📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 希臘教父 › 《教會史》卷四

優西比烏

《教會史》卷四 第 11 章

希臘文原文.11 節.部分字詞可點開查義

← 第 10 章第 12 章 →
11:1
. Οὐαλεντῖνος μὲν γὰρ ἦλθεν εἰς Ρώμην ἐπὶ Ὑγίνου, ἤκμασε δὲ ἐπὶ Πίου, καὶ παρέμεινεν ἕως Ἀνικήτου. Κέρδων δὲ πρὸ Μαρκίωνος καὶ αὐτὸς ἐπὶ Ὑγίνου, ὃς ἦν ἔνατος ἐπίσκοπος, εἰς τὴν ἐκκλησίαν ἐλθὼν καὶ ἐξομολογούμενος οὕτω διετέλεσε, ποτὲ μὲν λαθροδι῾δασκαλῶν, ποτὲ δὲ πάλιν ἐξομολογούμενος , ποτὲ δὲ ἐλεγχόμενος ἐφ οἷς ἐδίδασκε κακῶς, καὶ ἀφιστάμενος τῆς τῶν ἀδελφῶν συνοδίας. ταῦτα δέ φησιν ἐν τρίτῳ τῶν πρὸς τὰς αἱρέσεις.
「瓦倫提諾在希吉努治下來到羅馬,在庇護治下興盛,並存留到安尼克圖之時。克爾頓——馬吉安的前輩——他自己也同樣在希吉努(第九位主教)治下進入教會,承認己過,後來便這樣度日:時而暗中傳異教,時而又承認己過,時而因所傳的謬道被人駁斥,又退出弟兄們的聚會。」這是他在《駁眾異端》第三卷中所說的。
「For Valentinus came to Rome under Hyginus, flourished under Pius, and remained until Anicetus. Cerdon also, the predecessor of Marcion, himself likewise under Hyginus, who was the ninth bishop, came into the church and made confession, and continued thus: now teaching in secret, now again confessing, and now being convicted for the things he taught amiss, and withdrawing from the assembly of the brethren.」 This he says in the third book of his work Against the Heresies.
11:2
ἔν γε μὴν τῷ πρώτῳ αὐθις περὶ τοῦ Κέρδωνος ταῦτα διέξεισι Κέρδων δέ τις ἀπὸ τῶν περὶ τὸν Σίμωνα τὰς ἀφορμὰς λαβὼν, καὶ ἐπιδημήσας εἰς τὴν Ρώμην ἐπὶ Ὑγίνου ἔνατον κλῆρον τῆς ἐπισκοπικῆς διαδοχῆς ἀπὸ τῶν ἀποστόλων ἔχοντος, ἐδίδαξε τὸν ὑπὸ τοῦ νόμου καὶ προφητῶν κεκηρυγμένον θεὸν μὴ εἶναι πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. τὸν μὲν γὰρ γνωρίζεσθαι, τὸν δὲ ἀγνῶτα εἶναι , καὶ τὸν μέν δίκαιον, τὸν δὲ ἀγαθὸν ὑπάρχειν. διαδεξάμενος δὲ αὐτὸν Μαρκίων Ποντικὸς ηὔξησε τὸ διδασκαλεῖον, ἀπηρυθριασμένως βλασφημῶν.
他又在第一卷中論到克爾頓詳述這些事:「有一個克爾頓,從西門的門徒中取得他的端緒,在希吉努治下來居於羅馬——希吉努在自使徒以來主教承繼中佔第九位——他教導說,律法和先知所傳揚的神,並非我們主耶穌基督的父;因為這一位可被認識,那一位卻不可知;這一位是公義的,那一位卻是良善的。本都人馬吉安繼承了他,擴大了這學派,厚顏無恥地褻瀆。」
And again, in the first book, he goes through these things concerning Cerdon: 「A certain Cerdon, who took his starting-points from the followers of Simon, and who had come to reside in Rome under Hyginus, who held the ninth place of the episcopal succession from the apostles, taught that the God proclaimed by the Law and the Prophets is not the Father of our Lord Jesus Christ; for the one is known, but the other unknown, and the one is just, while the other is good. Marcion of Pontus, succeeding him, enlarged the school, blaspheming shamelessly.」
11:3
δὲ αὐτὸς Εἰρηναῖος τὸν ἄπειρον βυθὸν τῆς Οὐαλεντίνου πολυπλανοῦς ὕλης εὐτονώτατα διαπλώσας , ἑρπετοῦ δίκην φωλεύοντος ἀπόκρυφον οὖσαν αὐτοῦ καὶ λεληθυῖαν ἀπογυμνοῖ τὴν κακίαν.
這位愛任紐極其有力地遊遍了瓦倫提諾那謬誤重重之說的無底深淵,把他那如蛇藏於穴中般隱祕暗藏的惡毒揭露出來。
And the same Irenaeus, having most vigorously sailed through the boundless abyss of Valentinus’s much-erring matter, lays bare his wickedness, which lay hidden and concealed like a serpent lurking in its hole.
11:4
πρὸς τούτοις καὶ ἄλλον τινὰ, Μάρκος αὐτῷ ὄνομα, κατ αὐτοὺς γενέσθαι λέγει μαγικῆς κυβείας ἐμπειρότατον. γράφει δὲ καὶ τὰς ἀτελέστους αὐτῶν τελετὰς μυσαράς τε μυσταγωγίας ἐκφαίνων αὐτοῖς δὴ τούτοις τοῖς γράμμασιν
除這些人之外,他說在他們的時代還興起了另一個人,名叫馬可,極精於行邪術的把戲。他並描述了他們殘缺的禮儀和可憎的祕教,以這些話揭露出來:
Besides these, he says that there arose in their time another man, Marcus by name, most expert in magical jugglery. And he describes their incomplete rites and abominable mystic initiations, revealing them in these very words:
11:5
οἱ μὲν γὰρ αὐτῶν νυμφῶνα κατασκευάζουσι καὶ μυσταγωγίαν ἐπιτελοῦσι μετ ἐπιρρήσεών τινων τοῖς τελουμένοις , καὶ πνευματικὸν γάμον φάσκουσιν εἶναι τὸ ὑπ αὐτῶν γινόμενον , κατὰ τὴν ὁμοιότητα τῶν ἄνω συζυγιῶν. οἱ δὲ ἄγουσιν ἐφ ὕδωρ, καὶ βαπτίζοντες οὕτως ἐπιλέγουσιν· εἰς ὄνομα ἀγνώστου πατρὸς τῶν ὅλων, εἰς ἀλήθειαν μητέρα τῶν πάντων, εἰς τὸν κατελθόντα εἰς τὸν Ἰησοῦν. ἄλλοι δὲ Ἑβραϊκὰ ὀνόματα ἐπιλέγουσι πρὸς τὸ μᾶλλον καταπλῆξαι τοὺς τελουμένους.
「因為他們中間有些人預備新房,向受啟者唸某些咒語舉行祕儀,並聲稱他們所行的乃是屬靈的婚配,仿照那在上之配偶的樣式。另有些人把人帶到水邊,給他們施浸,並唸這些話:『歸入萬有那不可知之父的名,歸入萬物之母真理,歸入那降在耶穌身上的。』還有些人唸希伯來的名字,要更加震懾那些受啟的人。」
「For some of them prepare a bridal chamber and perform a mystic rite with certain invocations over those being initiated, and they assert that what is being done by them is a spiritual marriage, after the likeness of the unions above. Others lead them to water and, baptizing them, repeat these words: ‘Into the name of the unknown Father of all things, into Truth the mother of all, into him who descended upon Jesus.’ Others repeat Hebrew names, the better to astound those being initiated.」
11:6
ἀλλὰ γὰρ μετὰ τέταρτον τῆς ἐπισκοπῆς ἔτος Υγίνου τελευτήσαντος Πίος ἐπὶ Ῥώμης ἐγχειρίζεται τὴν λειτουργίαν. κατά γε μὴν τὴν Αλεξάνδρειαν Μάρκος ἀναδείκνυται ποιμὴν, Εὐμενοῦς ἔτη τὰ πάντα δέκα πρὸς τρισὶν ἐκπλήσαντος , τοῦ τε Μάρκου ἐπὶ δέκα ἔτη τῆς λειτουργίας ἀναπαυσαμένου Κελαδίων τῆς Ἀλεξανδρέων ἐκκλησίας τὴν λειτουργίαν παραλαμβάνει.
希吉努在主教職的第四年之後去世,庇護便受託在羅馬盡職事。在亞歷山大,當歐默內共滿了十三年,馬可被立為牧人;馬可也在十年職事之後安息,由克拉迪安承接亞歷山大教會的職事。
But indeed, after the fourth year of his bishopric, when Hyginus had died, Pius was entrusted with the ministry at Rome. And at Alexandria Marcus was appointed shepherd, when Eumenes had completed thirteen years in all; and when Marcus too had rested from his ministry after ten years, Celadion received the ministry of the church of the Alexandrians.
11:7
καὶ κατὰ τὴν Ρωμαίων δὲ πόλιν πεντεκαιδεκάτῳ τῆς ἐπισκοπῆς ἐνιαυτῷ Πίου μεταλλάξαντος Ἀνίκητος τῶν ἐκεῖσε προΐσταται. καθ ὃν Ἡγήσιππος ἱστορεῖ ἑαυτὸν ἐπιδημῆσαι τῇ Ρώμῃ, παραμεῖναί τε αὐτόθι μέχρι τῆς ἐπισκοπῆς Ἐλευθέρου.
在羅馬城,當庇護在主教職第十五年辭世,安尼克圖便管理那裡的教會。赫革西普記述,在他的時代他自己曾客居羅馬,並在那裡一直停留到厄琉特羅作主教之時。
And at the city of the Romans, when Pius had departed this life in the fifteenth year of his bishopric, Anicetus presided over those there. In his time Hegesippus relates that he himself sojourned at Rome, and that he remained there until the bishopric of Eleutherus.
11:8
μάλιστα δὲ ἤκμαζεν ἐπὶ τῶνδε Ιουστῖνος, ἐν φιλοσόφου σχήματι πρεσβεύων τὸν θεῖον λόγον, καὶ τοῖς ὑπὲρ τῆς πίστεως ἐναγωνιζόμενος συγγράμμασιν. ὃς δὴ καὶ γράψας κατὰ Μαρκίωνος σύγγραμμα μνημονεύει ὡς καθ ὃν συνέταττε καιρὸν γνωριζομένου τῷ βίῳ τἀνδρός. φησὶ δὲ οὕτως
尤其在他們的時代,遊斯丁聲名顯著;他身著哲學家的裝束,作神之道的使者,並以著作為信仰爭戰。他確實也寫了一篇駁馬吉安的著作,並提及在他撰寫之時那人尚在世上為人所知。他這樣說:
But most of all in their time Justin flourished, who in the garb of a philosopher served as ambassador of the divine word, and contended in writings on behalf of the faith. He indeed, having also written a treatise against Marcion, mentions that at the time he composed it the man was known in life. He speaks thus:
11:9
Μαρκίωνα δέ τινα Ποντικὸν, ὃς καὶ νῦν ἔτι ἐστὶ διδάσκων τοὺς πειθομένους ἄλλον τινὰ εἶναι νομίζειν μείζονα τοῦ δημιουργοῦ θεὸν, ὃς καὶ κατὰ πᾶν γένος ἀνθρώπων διὰ τῆς τῶν δαιμόνων συλλήψεως πολλοὺς πέπεικε βλάσφημα λέγειν, καὶ ἀρνεῖσθαι τὸν ποιητὴν τοῦδε τοῦ παντὸς πατέρα εἶναι τοῦ Χριστοῦ , ἄλλον δέ τινα ὡς ὄντα μείζονα παρὰ τοῦ τον ὁμολογεῖν πεποιηκέναι. καὶ πάντες οἱ ἀπὸ τού των ὡρμημένοι , ὡς ἔφαμεν, Χριστιανοὶ καλοῦνται, ὃν τρόπον καὶ οὐ κοινῶν ὄντων δογμάτων τοῖς φιλο σόφοις τὸ ἐπικαλούμενον ὄνομα τῆς φιλοσοφίας κοινόν ἐστι.
「有一個本都人馬吉安,他甚至如今仍在教導那些受他說服的人,叫他們相信另有一位比創造者更大的神;他藉著鬼魔的協助,在各族人中間說服了許多人說褻瀆的話,否認這宇宙的創造主是基督的父,反而承認另有一位、以為更大者造了這宇宙。正如我們所說,凡從這些人發端的,都稱為基督徒,正如哲學之名為眾哲學家所共有,雖然他們的學說並不相同。」
「A certain Marcion of Pontus, who even now is still teaching those who are persuaded by him to believe in another god greater than the Creator; and who throughout every race of men, by the cooperation of demons, has persuaded many to utter blasphemies, and to deny that the Maker of this universe is the Father of the Christ, and to confess that another, as being greater, made it. And all who take their start from these, as we said, are called Christians, in the same way that the name of philosophy is common to philosophers, although their doctrines are not in common.」
11:10
τούτοις ἐπιφέρει λέγων ἔστι δὲ ἡμῖν καὶ σύνταγμα κατὰ πασῶν τῶν γεγενημέ νων αἱρέσεων, εἰ βούλεσθε ἐντυχεῖν, δώσομεν.
他接著補充說:「在我們這裡也有一篇駁斥一切已興起之異端的著作,你們若願意參閱,我們便給你們。」
To this he adds, saying: 「And there is among us also a treatise against all the heresies that have arisen, which, if you wish to consult it, we will give you.」
11:11
δὲ αὐτὸς οὗτος Ἰουστῖνος, καὶ πρὸς Ἕλληνας ἱκανώτατα πονήσας, καὶ λόγους ὑπὲρ τῆς ἡμετέρας πίστεως ἀπολογίαν ἔχοντας βασιλεῖ Ἀντωνίνῳ τῷ δὴ ἐπικληθέντι Εὐσεβεῖ καὶ τῇ Ρωμαίων συγκλήτῳ βουλῆ̣ προσφωνεῖ. καὶ γὰρ ἐπὶ τῆς Ρώμης τὰς διατριβὰς ἐποιεῖτο. ἐμφαίνει δὲ ἑαυτὸν, ὅστις καὶ πόθεν ἠν , διὰ τῆς ἀπολογίας ἐν τούτοις·
這位遊斯丁也極有能力地向希臘人作了工,並把含有為我們信仰辯護的論述呈給那稱為「虔誠者」的皇帝安東尼,並羅馬的元老院;因為他正寄居在羅馬。他藉著這篇辯護書,以這些話表明自己是誰、從何而來:
And this same Justin, having laboured most ably also against the Greeks, addresses discourses containing a defence of our faith to the emperor Antoninus, called Pius, and to the senate of the Romans; for he was making his stay at Rome. And he makes plain who he was and whence he came, through his Apology, in these words:
← 第 10 章第 12 章 →
123456789101112131415161718192021222324252627282930