📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 希臘教父 › 《教會史》卷四

優西比烏

《教會史》卷四 第 22 章

希臘文原文.9 節.部分字詞可點開查義

← 第 21 章第 23 章 →
22:1
μὲν οὖν Ἡγήσιππος ἐν πέντε τοῖς εἰς ἡμᾶς ἐλθοῦσιν ὑπομνήμασι τῆς ἰδίας γνώμης πληρεστάτην μνήμην καταλέλοιπεν, ἐν οἷς δηλοῖ ὡς πλείστοις ἐπισκόποις συμμίξειεν, ἀποδημίαν στειλάμενος μέχρι Ρώμης, καὶ ὡς ὅτι τὴν αὐτὴν παρὰ πάντων παρείληφε διδασκαλίαν. ἀκοῦσαί γέ τοι πάρεστι μετά τινα περὶ τῆς Κλήμεντος πρὸς Κορινθίους ἐπιστολῆς αὐτῷ εἰρημένα ἐπιλέγοντος ταῦτα
黑格西普在傳到我們手中的五卷著作裡,留下了關於他自己見解最為完備的記錄。他在其中說明他怎樣遠行至羅馬,沿途與許多主教來往,又怎樣從他們眾人領受了同樣的教訓。我們不妨聽聽他在論及革利免致哥林多人書信之後所說、所附加的話:
Now Hegesippus, in the five memoirs that have come down to us, has left a most complete record of his own opinion. In them he makes clear how, having undertaken a journey as far as Rome, he associated with very many bishops, and how he received the same teaching from them all. It is well to hear what he says, after certain remarks about the epistle of Clement to the Corinthians, adding this:
22:2
καὶ ἐπέμενεν ἐκκλησία Κορινθίων ἐν τῷ ὀρθῷ λόγῳ μέχρι Πρίμου ἐπισκοπεύοντος ἐν Κορίνθῳ· οἷς συνέμιξα πλέων εἰς Ρώμην, καὶ συνδιέτριψα τοῖς Κορινθίοις ἡμέρας ἱκανὰς, ἐν αἷς συνανεπάημεν τῷ ὀρθῷ λόγῳ.
「哥林多人的教會持守在正確的教訓中,直到普利模作哥林多的主教為止。我往羅馬航行的時候曾與他們交往,又與哥林多人同住了好些日子,在那些日子裡,我們一同因正確的教訓得了暢快。」
「And the church of the Corinthians continued in the right doctrine until Primus was bishop in Corinth, with whom I associated when I sailed to Rome, and I spent a good many days with the Corinthians, during which we were refreshed together by the right doctrine.」
22:3
γενόμενος δὲ ἐν Ρώμῃ διαδοχὴν ἐποιησάμην μέχρις Ἀνικήτου, οὗ διάκονος ἦν Ἐλεύθερος. καὶ παρὰ Ἀνικήτου διαδέχεται Σωτὴρ, μεθ ὃν Ελεύθερος. ἐν ἑκάστῃ δὲ διαδοχῇ καὶ ἐν ἑκάστῃ πόλει οὕτως ἔχει ὡς νόμος κηρύσσει καὶ οἱ προφῆται καὶ κύριος.
「我在羅馬的時候,編列了一份直到亞尼基都的繼承名單,他的執事是以利乏多。索特爾接續亞尼基都,在他之後是以利乏多。在每一代的繼承中、在每一座城裡,情形都正如律法、申言者並主所宣講的那樣。」
「And when I was in Rome I drew up a list of the succession down to Anicetus, whose deacon was Eleutherus; and Soter succeeds Anicetus, and after him Eleutherus. And in every succession and in every city things are as the Law preaches, and the Prophets, and the Lord.」
22:4
δ αὐτὸς καὶ τῶν κατ αὐτὸν αἱρέσεων τὰς ἀρχὰς ὑποτίθεται διὰ τούτων καὶ μετὰ τὸ μαρτυρῆσαι Ἱάκωβον τὸν δίκαιον ὡς καὶ κύριος ἐπὶ τῷ αὐτῷ λόγῳ, πάλιν ἐκ θείου αὐτοῦ Συμεὼν τοῦ Κλωπᾶ καθίσταται ἐπίσκοπος, ὃν προέθεντο πάντες ὄντα ἀνεψιὸν τοῦ κυρίου δεύτερον. διὰ τοῦτο ἐκάλουν τὴν ἐκκλησίαν παρθένον· οὔπω γὰρ ἔφθαρτο ἀκοαῖς ματαίαις.
這同一位作者又藉這些話陳述他那時代異端的起源說:「在那義者雅各因與主同樣的緣由殉道之後,他叔父之子、革羅罷的兒子西面被立為主教,眾人推舉他,因他是主的堂弟,是第二位。因這緣故,他們稱教會為童貞女,因她那時尚未被虛妄的傳聞所敗壞。」
The same writer also sets forth the beginnings of the heresies of his time, through these words: 「And after James the Just had suffered martyrdom for the same reason as the Lord, Symeon the son of Clopas, his uncle's son, was appointed bishop, whom all put forward as being the cousin of the Lord, the second. For this reason they called the church a virgin, for it had not yet been corrupted by vain hearings.」
22:5
ἄρχεται δ Θέβουθις διὰ τὸ μὴ γενέσθαι αὐτὸν ἐπίσκοπον ὑπο φθείρειν , ἀπὸ τῶν ἑπτὰ αἱρέσεων ὢν (καὶ αὐτὸς ἦν ἐν τῷ λαῷ), ἀφ ὧν Σίμων, ὅθεν οἱ Σιμωνιανοὶ, καὶ Κλεόβιος, ὅθεν Κλεοβιηνοὶ , καὶ Δοσίθεος, ὅθεν Δοσιθεανοὶ, καὶ Γορθαῖος , ὅθεν Γοραθηνοὶ, καὶ Μασβώθεος, ὅθεν Μασβα΄θεοι· ἀπὸ τούτων Μενανδριανισταὶ καὶ μαρκιωνισταὶ καὶ Καρποκρατιανοὶ καὶ Οὐαλεντινιανοὶ καὶ Βασιλειδιανοὶ καὶ ἕκαστος ἰδίως καὶ ἑτέρως ἰδίαν δόξαν παρεισηγάγοσαν.
「但提布提因未得作主教,便開始敗壞它。他原是那七派之一(他自己也在民間),由這些派別生出了西門,西門派由此而來;又有革流彼俄,革流彼俄派由此而來;又有多西修,多西修派由此而來;又有戈他俄,戈拉他尼派由此而來;又有馬斯波提俄,馬斯波提派由此而來。由這些人又生出米南得派、馬吉安派、迦波克拉底派、瓦倫提努派和巴西理德派;各人各按己意、各以不同的方式引進自己的學說。」
「But Thebuthis, because he had not been made bishop, began to corrupt it, being one of the seven sects (he too was among the people), from which came Simon, whence the Simonians; and Cleobius, whence the Cleobians; and Dositheus, whence the Dositheans; and Gorthaeus, whence the Goratheni; and Masbotheus, whence the Masbothei. From these came the Menandrianists and Marcionists and Carpocratians and Valentinians and Basilidians, and each one, individually and differently, introduced his own opinion.」
22:6
ἀπὸ τούτων ψευδόχριστοι, ψευδοπροφῆται , ψευδαπόστολοι , οἵτινες ἐμέρισαν τὴν ἕνωσιν τῆς ἐκκλησίας φθοριμαίοις λόγοις κατὰ τοῦ θεοῦ καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ.
「由這些人又生出假基督、假申言者、假使徒,他們用敗壞人的言論攻擊神、攻擊祂的基督,分裂了教會的合一。」
「From these came false Christs, false prophets, false apostles, who divided the unity of the church by corrupting words against God and against his Christ.」
22:7
ἔτι δὲ αὐτὸς καὶ τὰς πάλαι γεγενημένας παρὰ Ἰουδαίοις αἱρέσεις ἱστορεῖ λέγων ἦσαν δὲ γνῶμαι διάφοροι ἐν τῇ περιτομῇ ἐν υἱοῖς Ἰσραὴλ τῶν κατὰ τῆς φυλῆς Ἰούδα καὶ τοῦ Χριστοῦ αὗται· Ἐσσαῖοι, Γαλιλαῖοι, Ημεροβαπτισταὶ, Μασβώθειο, Σαμαρεῖται, Σαδδου καίοι, Φαρισαῖοι.
此外,這同一位作者又記述從前在猶太人中興起的異端說:「在受割禮的人中,在以色列子孫中間,有種種不同的見解,是敵對猶大支派和敵對基督的,就是這些:愛色尼派、加利利派、晨洗派、馬斯波提派、撒瑪利亞派、撒都該派、法利賽派。」
Furthermore, the same writer also relates the heresies that had formerly arisen among the Jews, saying: 「Now there were diverse opinions in the circumcision, among the sons of Israel, against the tribe of Judah and against the Christ, these: Essenes, Galileans, Hemerobaptists, Masbothei, Samaritans, Sadducees, Pharisees.」
22:8
καὶ ἕτερα δὲ πλεῖστα γράφει, ὧν ἐκ μέρους ἤδη πρότερον ἐμνημονεύσαμεν, οἰκείως τοῖς καιροῖς τὰς ἱστορίας παραθέμενοι. ἔκ τε τοῦ καθ᾿ Ἑβραίους εὐαγγελίου καὶ τοῦ Συριακοῦ καὶ ἰδίως ἐκ τῆς Ἑβραΐδος διαλέκτου τινὰ τίθησιν, ἐμφαίνων ἐξ Ἑβραίων ἑαυτὸν πεπιστευκέναι, καὶ ἄλλα δὲ ὡσὰν ἐξ Ἰουδαϊκῆς ἀγράφου παραδόσεως μνημονεύει.
他還寫了許多別的事,其中有些我們在前面已部分提及,按照各自合宜的時代陳述了那些記述。他又從《希伯來人福音》、從敘利亞文本,尤其從希伯來方言,引述了某些話,顯明他自己原是出於希伯來人而歸信的;他又記載別的事,如同出於猶太人不成文的傳統。
And he writes very many other things, of which we have already in part made mention earlier, setting forth the narratives suitably to their proper times. And from the Gospel according to the Hebrews and from the Syriac, and especially from the Hebrew tongue, he sets down certain things, showing that he himself had come to believe out of the Hebrews; and he records other things as from unwritten Jewish tradition.
22:9
οὐ μόνος δὲ οὗτος, ἀλλὰ καὶ Εἰρήναιος καὶ πᾶς τῶν ἀρχαίων χορὸς πανάρετον σοφίαν τὰς Σολομῶνος παροιμίας ἐκάλουν. καὶ περὶ τῶν λεγομένων δὲ ἀποκρύφων διαλαμβάνων ἐπὶ τῶν αὐτοῦ χρόνων πρός τινων αἱρετικῶν ἀναπεπλάσθαι τινὰ τούτων ἱστορεῖ. ἀλλὰ γὰρ ἐφ᾿ ἕτερον ἤδη μεταβατέον.
不僅是他,連愛任紐和古人全體,都稱所羅門的箴言為「包含一切美德的智慧」。他在論及所謂次經的時候,記述在他自己的時代,其中有些是由某些異端者所捏造的。但我們如今實在必須轉到另一件事上去了。
And not he alone, but also Irenaeus and the whole company of the ancients, called the Proverbs of Solomon Wisdom embracing all virtue. And, treating of the so-called apocrypha, he relates that in his own times some of them were fabricated by certain heretics. But indeed we must now pass on to another matter.
← 第 21 章第 23 章 →
123456789101112131415161718192021222324252627282930