希臘教父 › 《教會史》卷四
優西比烏
《教會史》卷四 第 2 章
希臘文原文.5 節.部分字詞可點開查義
2:1
Καὶ τὰ μὲν τῆς τοῦ σωτῆρος ἡμῶν διδασκαλίας τε καὶ ἐκκλησίας ὁσημέραι ἀνθοῦντα ἐπὶ μεῖζον ἐχώρει προκοπῆς, τὰ δὲ τῆς Ἰουδαίων συμφορᾶς κακοῖς ἐπαλλήλοις ἤκμαζεν. ἤδη γοῦν τοῦ αὐτοκράτορος εἰς ἐνιαυτὸν ὀκτωκαιδέκατον ἐλαύνοντος αὖθις Ἰουδαίων κίνησις ἐπαναστᾶσα πάμπολυ πλῆθος αὐτῶν διέφθειρεν.
當我們救主的教訓與教會日益興盛、不斷邁向更大的進展之際,猶太人的災禍卻在接連而來的禍患中達到頂峯。皇帝在位將屆第十八年時,猶太人又起來叛亂,致使他們中間極大的羣眾遭到毀滅。
While the teaching of our Saviour and his Church were flourishing day by day and advancing to ever greater progress, the calamity of the Jews was reaching its height in successive woes. For now, as the Emperor was entering upon his eighteenth year, an uprising of the Jews broke out once more and destroyed a vast multitude of them.
2:2
ἔν τε γὰρ Ἀλεξανδρεᾳ καὶ τῇ λοιπῇ Αἰγύπτῳ καὶ προσέτι κατὰ Κυρήνην ὥσπερ ὑπὸ πνεύματος δεινοῦ τινος καὶ στασιώδους ἀναρριπισθέντες ὥρμηντο πρὸς τοὺς συνοίκους Ἕλληνας στασιάζειν, αὐξήσαντές τε εἰς μέγα τὴν στάσιν τῷ ἐπιόντι ἐνιαυτῷ πόλεμον οὐ σμικρὸν συνῆψαν, ἡγουμένου τηνικαῦτα Λούπου τῆς ἁπάσης Αἰγύπτου. γύπτου.
因為在亞歷山大、埃及其餘各地、以及古利奈,他們彷彿被某種可怕而好亂的靈所煽動,竟起來攻擊與他們同住的希臘人;他們將亂事大大擴張,到了次年便掀起了一場規模不小的戰爭,當時路普統管著全埃及。
For in Alexandria and the rest of Egypt, and further in Cyrene, as though stirred up by some terrible and seditious spirit, they were impelled to rise in revolt against the Greeks who dwelt among them; and, having greatly increased the sedition, in the following year they joined a war of no small magnitude, while Lupus at that time governed all Egypt.
2:3
καὶ δὴ ἐν τῇ πρώτῃ συμβολῇ ἐπικρατῆσαι αὐτοὺς συνέβη τῶν Ἑλλήνων, οἳ καὶ καταφυγόντες εἰς τὴν Ἀλεξάνδρειαν τοὺς ἐν τῇ πόλει Ἰουδαίους ἐζώγρησάν τε καὶ ἀπέκτειναν. τῆς δὲ παρὰ τούτων συμμαχίας ἀποτυχόντες οἱ κατὰ Κυρήνην, τὴν χώραν τῆς Αἰγύπτου λεηλατοῦντες καὶ τοὺς ἐν αὐτῆ̣ νομοὺς φθείροντες διετέλουν , ἡγουμένου αὐτῶν Λουκούα· ἐφ οὓς ὁ αὐτοκράτωρ ἔπεμψε Μάρκιον Τούρβωνα σὺν δυνάμει πεζῇ τε καὶ ναυτικῇ, ἔτι δὲ καὶ ἱππικῇ.
在最初的交戰中,他們竟勝過了希臘人;希臘人逃往亞歷山大,在城中擒拿並殺害了那裡的猶太人。古利奈的猶太人既得不到這些人的援助,便在他們的首領盧庫亞率領下,繼續劫掠埃及的境地,蹂躪其中各郡。皇帝差遣馬其烏‧圖爾博率領步兵、海軍、並騎兵前去攻打他們。
And indeed in the first engagement it happened that they prevailed over the Greeks, who fled to Alexandria and there captured and killed the Jews in the city. But the Jews in Cyrene, failing of their help, continued to plunder the country of Egypt and to ravage its districts under their leader Lucuas. Against them the Emperor sent Marcius Turbo with a force both of infantry and of ships, and also of cavalry.
2:4
ὁ δὲ πολλαῖς μάχαις οὐκ ὀλίγῳ τε χρόνῳ τὸν πρὸς αὐτοὺς διαπονήσας πόλεμον πολλὰς μυριάδας Ἰουδαίων , οὐ μόνον τῶν ἀπὸ Κυρήνης , ἀλλὰ καὶ τῶν ἀπ Αἰγύπτου συναιρομένων Λουκούᾳ τῷ βασιλεῖ αὐτῶν ἀναιρεῖ.
他經過多次戰役、歷時不短,竭力與他們作戰,殺戮了數以萬計的猶太人,不僅有古利奈的,也有從埃及聚集到他們的王盧庫亞那裡的。
He waged the war against them through many battles and over no short time, and slew many tens of thousands of Jews, not only those from Cyrene but also those from Egypt who had rallied to Lucuas, their king.
2:5
ὁ δὲ αὐτοκράτωρ ὑποπτεύσας καὶ τοὺς ἐν Μεσοποταμίᾳ Ἰουδαίους ἐπιθήσεσθαι τοῖς αὐτόθι Λουσίῳ Κυῄτῳ προσέταξεν ἐκκαθᾶραι τῆς ἐπαρχίας αὐτοὺς, ὃς καὶ παραταξάμενος πάμπολυ πλῆθος τῶν αὐτόθι φονεύει, ἐφ ᾧ κατορθώματι Ἰουδαίας ἡγεμὼν ὑπὸ τοῦ αὐτοκράτορος ἀνεδείχθη. ταῦτα καὶ Ἑλλήνων οἱ τὰ κατὰ τοὺς αὐτοὺς χρόνους γραφῇ παραδόντες αὐτοῖς ἱστόρησαν ῥήμασι.
皇帝既懷疑美索不達米亞的猶太人也要攻擊當地的居民,便命路修‧基厄圖將他們從那省份清除。他擺陣殺了那裡極大的羣眾,因這功勳被皇帝立為猶大的長官。那些記述同一時期之事的希臘作者,也以這樣的言詞記載了這些事。
But the Emperor, suspecting that the Jews in Mesopotamia would likewise attack the inhabitants there, ordered Lusius Quietus to clear them out of the province. He drew up his forces and slew a vast multitude of those there, and for this exploit was appointed governor of Judaea by the Emperor. These things have also been recorded in these very words by those Greeks who committed to writing the events of these same times.